1

 2

 3

 4

 5

 6

 7

 8

5

ὀξέως δέρκειν, ἢ ὡς ὁρᾷν· τρυγὼν ἡ τηροῦσα τὴν γονὴν, ἤτοι τὸ οἰκεῖον γένος· ἀηδὼν, διὰ τὸ ἀεὶ ᾄδειν, καὶ ἐν θέρει, καὶ ἐν χειμῶνι· γὺψ, διὰ τὸ γυρεύειν ὕψη· ἵππος, ἐκ τοῦ ἱππᾶσθαι τοῖς ποσίν· ἀετὸς ἀείετος, διὰ τὸ πολλάκις ἀνακαινίζεσθαι καὶ πολλὰ (ἔτη) ζῇν· πετεινὸν, τὸ τὴν πτέρυγα τεῖ νον· ποταμὸς, ὡς πότιμον ἔχων ἐνέργειαν· χείμαῤ ῥος, ὅτι ἐν χειμῶνι ῥεῖ· φύσις, ἐκ τοῦ φύειν τὰς ὑποστάσεις· βοτάνη, διὰ τὸ βαδίζειν ἄνω· ὥσπερ καὶ ὁ ἄνθρωπος, ἐκ τοῦ ἄνω θεωρεῖν, ἢ ὡς βλέπειν. καὶ ἡ ψυχὴ δὲ ἐκ τῆς οἰκείας ἐνεργείας ἔχει τὴν τῆς ψυχῆς προσηγορίαν· ψύχειν γὰρ τὸ ζωοποιεῖν λέγε ται· διὰ τοῦτο ἐκ τῆς ζωοποιοῦ ἐνεργείας ψυχὴ λέ γεται, διὰ τὸ σῶμα ζωοποιεῖν· καὶ ἕτερα δὲ μυρία ἐστὶν, ἃ παρίεμεν, ἵνα μὴ λέγωμεν πάντα κατὰ τὰς οἰκείας προσηγορίας. Περὶ ἑνώσεως. Τί ἐστιν ἕνωσις; καὶ ποσαχῶς νοεῖται ἡ ἕνωσις; Ἕνωσις μὲν ἔστι διεστώτων πραγμάτων κοινωνικὴ συνδρομή· ἕνωσις δὲ εἴρηται διὰ τὸ ἑνῶσαι, τουτέστι συνωθῆσαι καὶ μίξαι τὰ πράγματα. Πενταχῶς δὲ λέ γεται ἡ ἕνωσις, συγχυτικὴ, διαιρετικὴ, σχετικὴ, θε τικὴ, καὶ ἡ ἁγία ἕνωσις τοῦ Χριστοῦ, ἥτις ὑπὲρ ταῦτα καθ' ὑπόστασιν εἴρηται. Καὶ ἕνωσις μὲν συγχυ τικὴ λέγεται, ὡς ἡ τοῦ οἴνου καὶ τοῦ ὕδατος. ∆ιαι ρετικὴ δὲ, ὡς ἀνθρώπου πρὸς ἄνθρωπον. Σχετικὴ δὲ, ὡς χρυσοῦ πρὸς χρυσόν. Ἡ δὲ τοῦ Χριστοῦ ἕνωσις ὑπὲρ ταῦτα καθ' ὑπόστασιν εἴρηται. Καθ' ὑπόστασιν δὲ ἕνωσίς ἐστιν ἡ αὐθύπαρκτος ἐν τῇ μήτρᾳ τῆς ἁγίας Θεοτόκου τῶν δύο φύσεων συνδρομή; οὔτε γὰρ τὸ σῶμα πρὸ τοῦ Θεοῦ Λόγου ὑπέστη ἐκεῖ, οὔτε ἡ ψυχή· ἀλλὰ σὰρξ ἅμα, καὶ Θεὸς Λόγος ἅμα. Σὰρξ ἔμψυχος λογικὴ ἐν αὐτῷ ὑπέστη, καθάπερ, ὡς ἐμοὶ δοκεῖ, καὶ ἐπὶ τῆς ἡμετέρας συλλήψεως, αὐθύπαρκτος ἡ ψυχὴ συντρέχει τῷ σώματι. Οὔτε γὰρ σῶμα καθ' 28.545 ἑαυτὸ συνίσταται, οὔτε ἡ ψυχὴ προϋπάρχει τοῦ σώ ματος, προτύπωσις οὖσα τῆς ἑνώσεως τοῦ Κυ ρίου. Περὶ ὁμοουσίου. Τί ἐστιν ὁμοούσιον, καὶ κατὰ τί εἴρηται ὁμοούσιον; καὶ ὁσαχῶς τὸ ὁμοούσιον; Ὁμοούσιόν ἐστι, τὸ τῆς αὐτῆς οὐσίας καὶ ἐνεργείας ἀπαραλλάκτως ὑπάρ χον. Καὶ γὰρ διὰ τοῦτο λέγεται ὁμοούσιον, ὅτι τὴν αὐτὴν οὐσίαν καὶ δύναμιν κέκτηται. Πενταχῶς δὲ εἴρηται ὁμοούσιον καὶ ὁμογενὲς, καὶ συγγενὲς, καὶ ὁμοφυὲς, καὶ ὁμόφυλον. Ὁμοούσιον δέ ἐστι, τὸ ὂν ἐν τῇ αὐτῇ οὐσίᾳ, ἔχον δέ τινα διαφορὰν, οἷον λίθος σαθρὸς, καὶ λίθος σκληρός· εἰσὶ δὲ ὁμοούσιοι, τουτ έστι μιᾶς οὐσίας. Ἔστι δὲ καὶ ξύλον φοίνικος, καὶ ξύλον ἐβένου· ὁμοίως καὶ σὰρξ καμήλου, καὶ σὰρξ ἰχθύος. Ταῦτα δὲ λέγονται ὁμοούσια, ὅτι τῆς αὐτῆς οὐσίας ἐστίν. Ὥσπερ πάντες οἱ ἄνθρωποι τῆς μιᾶς οὐσίας εἰσίν· ἔχουσι δὲ διαφορὰν τὸ εἶναι, ἕτερος μακρὸς, καὶ ἕτερος κολοβός· ἄλλος δυνατὸς, καὶ ἄλλος ταλαίπωρος. Ἀλλ' ὅμως μιᾶς οὐσίας εἰσὶ, ψυχῆς λέγω καὶ σώματος. Ἑτεροούσιον δὲ λέγεται, τὸ ἑτέ ρας οὐσίας ὑπάρχον, καὶ μηδόλως τῷ ἑτέρῳ προσοῖ κον, ἀλλὰ παντελῶς ἀλλότριον καὶ κατὰ πάντα τρό πον ἐκείνου ἀνόμοιον, οἷον ὕδωρ καὶ πῦρ· ἄλλη γὰρ οὐσία τοῦ πυρὸς, καὶ ἄλλη τοῦ ὕδατος. Καὶ διὰ τοῦτο ἑτεροούσιον λέγεται, ὅτι ἑτεροφυὲς καὶ ἀλλογενὲς ὑπάρχει· ὥσπερ ἄνθρωπος καὶ Θεὸς, καὶ ἄγγελος, καὶ πηλὸς, καὶ ἥλιος, καὶ χλόη. Ταῦτα γὰρ κατὰ πάντα τρόπον ἀνόμοιά εἰσι πρὸς ἄλληλα, διὰ τοῦτο καὶ ἑτεροούσια λέγονται· ὡσεὶ διὰ τὸ μὴ μετέχειν ἕτερον τῆς οὐσίας τοῦ ἑτέρου· ἀλλὰ ἄλλη μὲν ἐκείνου, ἑτέρου δὲ ἄλλη, καθὼς εἴρηται. Περὶ ψυχῆς καὶ νοός. ∆ισσῶς λέγεται ἡ ψυχὴ, μία μὲν ἡ ἄλογος, ἥτις ἐστὶ τὸ τῶν κτηνῶν· ἑτέρα δὲ ἡ λογικὴ, ἥτις ἐστὶ τῶν ἀνθρώπων. Καὶ ἡ μὲν τῶν κτηνῶν, ἐκ γῆς ἔλαβεν τὴν δημιουργίαν κατὰ Θεοῦ πρόσταξιν, ὡς ἡ θεία λέγει Γραφή· «Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ ἑρπετὰ ψυχῶν ζωσῶν.» Ὥστε τὰ ζῶα ἐκ τῆς γῆς ἔλαβον τὴν ψυχήν. ∆ιὰ τοῦτο πρὸς τὰ γήϊνα μόνον ἔχουσι τὴν ὁρμὴν καὶ πᾶσαν τὴν ὄρεξιν, καὶ οὐ φρο νοῦσι τὰ ἄνω. Πῶς δὲ