1

 2

 3

 4

 5

 6

 7

 8

2

καθόλου, ἀλλ' ἐκ μέρους γινωσκόμενον· οἷον τὸ ξύλον τῆς ζωῆς. Εὐόριστόν ἐστι τὸ ψηλαφώμενον καὶ θεωρούμενον· οἷον ἄρτος καὶ τὰ ὅμοια. Τί ἐστι Θεός; καὶ κατὰ τί εἴρηται Θεός; καὶ ὁσαχῶς νοεῖται Θεός; Θεὸς μέν ἐστιν οὐσία ἀναίτιος καὶ πάσης οὐσίας αἰτία ὑπερούσιος· καὶ λέγεται ἀπὸ τοῦ θέειν, ἤτοι τρέχειν. Τὸ τρέχειν δὲ μὴ τὴν ἀπὸ τόπου νοητέον εἰς τόπον μετάβασιν, ἀλλὰ τὸ τὴν προνοίαν τοῦ Θεοῦ καὶ τὴν ἐνέργειαν ἐπὶ πάντα διήκειν· ἢ ἀπὸ τοῦ αἴθειν ἤτοι καίειν· ἢ ἀπὸ τοῦ θεωρεῖν τὰ πάντα· οὐδὲν γὰρ τῶν ὄντων τὴν ἐποπτικὴν αὐτοῦ διαφεύγει δύναμιν. ∆ισσῶς δὲ λέγεται ἡ Θεὸς προσηγορία παρὰ τῇ θείᾳ Γραφῇ, φύσει καὶ χάριτι. Ὁ μὲν Θεὸς φύσει καὶ οὐσίᾳ ἐστὶ Θεός· χάριτι δὲ καὶ θέσει λέγονται θεοὶ καὶ οἱ δίκαιοι. Καὶ γὰρ ἡ Γραφὴ λέγει· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου.» Εἴρηται δὲ Πατὴρ, ἢ ὡς τὰ πάντα τηρῶν, ἢ ὡς τοὺς οἰκείους παῖδας τηρῶν καὶ στηρίζων οἷα πατήρ. Υἱὸς δὲ λέγεται, ὡς ἂν εἴποις· Οἷος ὁ Πατὴρ τὴν οὐσίαν, τοιοῦτος καὶ ὁ Υἱός· εἴτε ἐξ ἀκτίστου ἄκτιστος, εἴτε ἐκ θνητοῦ θνητός. Πνεῦμα δὲ εἴρηται, ὡσανεὶ πᾶν νεῦμα, ὀξέως πάντη νεῦον καὶ κινούμενον. Εἴρηται δὲ πνεῦμα ἐν τῇ θείᾳ Γραφῇ τετραχῶς, Πνεῦμα τὸ ἅγιον, πνεῦμα ὁ ἄγγελος, πνεῦμα ἡ ψυχὴ, πνεῦμα ἄνεμος· ἔστι δ' ὅτε καὶ ὁ νοῦς εἴρηται πνεῦμα. Ἀΐδιόν ἐστι τὸ ἀεὶ διάγον. Καὶ τὸ μὲν ἀΐδιον οὐ λέγεται καὶ ἄναρχον· τὸ δὲ ἄναρχον λέγεται καὶ ἀΐδιον. Ἄναρχον δὲ λέγεται τὸ μὴ ἔχον ἀρχήν· τοῦτο δέ ἐστιν ὁ Θεός. ∆ιὸ καὶ ἄναρχος λέγεται καὶ ἀΐδιος, τουτέστιν ἀτελεύτητος. Οἱ δὲ ἄγγελοι καὶ αἱ ψυχαὶ οὐ λέγονται ἄναρχοι· ἀρχὴν γὰρ ἔλαβον καὶ ἐκτί σθησαν παρὰ Θεοῦ. Λέγονται δὲ ἀΐδια, ἐπειδὴ μέλλουσιν ἀθάνατα ζῇν. 28.537 Ἰδίωμα λέγεται τὸ ἰδίως ὑπάρχον ἐν τῇ φύσει, ἐν ἑτέρᾳ δὲ οὐσίᾳ μηδαμῶς ὑπάρχον· ὥσπερ ἐν τῷ ἀν θρώπῳ τὸ γελαστικόν. Οὐδὲ γάρ ἐστι γέλως ἐν ἄλλῃ οἵᾳ δήποτε φύσει. Τί λέγεται φύσις; Φύσις εἴρηται, διὰ τὸ πεφυ κέναι καὶ εἶναι, ὥσπερ καὶ οὐσία, ὡς οὖσα καὶ ἐν ἀλη θείᾳ γνωριζομένη. Φύσις πάλιν εἴρηται, διὰ τοῦ φύειν καὶ βλαστάνειν. Φύσις καὶ οὐσία καὶ γένος καὶ μορφὴ ἕν ἐστι. Πρόσωπον δὲ καὶ χαρακτὴρ καὶ ὑπόστασις καὶ ἰδικὸν καὶ ἄτομον ἓν καὶ αὐτὸ ὑπάρχει. Ἄλλο γὰρ φύσις καὶ ἄλλο ὑπόστασις. Ἐὰν οὖν εἴπῃ σοί τις ὅτι Ἐπὶ τῆς θεότητος πόσας φύσεις ὁμολογεῖς; εἰπὲ μίαν, ὑποστάσεις δὲ τρεῖς. Ἐὰν δὲ εἴπῃ σοι ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας, πόσας φύσεις ὁμολογεῖς; εἰπὲ δύο· μίαν δὲ τὴν ὑπόστασιν. Καὶ γὰρ ὁ Χριστὸς τὰς δύο οὐσίας καὶ φύσεις ἔσχεν ἀτρέπτους καὶ ἀκε ραίους, τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα ἐν μιᾷ ὑποστάσει, Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος γνωριζόμενος. Καὶ διὰ τοῦτο δύο φύσεις ἐν μιᾷ ὑποστάσει ὁμολογοῦμεν τὴν σάρκωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ. Ἐπὶ δὲ τῆς θεολογίας μίαν φύσιν ὁμολογοῦμεν τῆς ἁγίας Τριάδος, τρεῖς δὲ ὑποστάσεις. Καὶ γὰρ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μία φύσις ἐστὶ, καὶ μία οὐσία, καὶ μία ἐξουσία, καὶ βασιλεία, καὶ δύναμις· τρεῖς δὲ ὑποστάσεις, καὶ τρεῖς χα ρακτῆρες, καὶ τρία πρόσωπα· τουτέστι Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα ἅγιον. Μία θεότης ἐστὶν ἐν τρισὶ προσώποις γνωριζομένη. ∆έον οὖν καθολικώτερον εἰπεῖν τί ἐστιν οὐσία, καὶ τί ἐστιν ὑπόστασις. Ἡ μὲν οὐσία, καὶ τὸ γένος, καὶ ἡ φύσις, καὶ ἡ μορφὴ, ὡς εἴρηται, μία ἐστί· τὸ δὲ πρόσωπον καὶ ὁ χαρακτὴρ καὶ ἡ ὑπόστασις, καὶ τὸ ἄτομον, καὶ τὸ ἰδικὸν, ἕν ἐστι. Καὶ γὰρ ἡ φύσις δύ ναται ἔχειν ἐν ἑαυτῇ πλείους τὰς ὑποστάσεις. Καὶ γὰρ οἱ ἄνθρωποι, ἐξ ἑνὸς σώματος ὄντες καὶ μιᾶς πνοῆς πάντες, μιᾶς ἐσμεν φύσεως καὶ οὐσίας. Ὑπο στάσεις δὲ πολλαί. Καὶ γὰρ ὑπόστασις διὰ τοῦτο λέ γεται, ἀπὸ τοῦ στήκειν τῇ οὐσίᾳ. Καὶ ἡ μὲν φύσις καὶ ἡ οὐσία λέγεται καθολικὴ, ἡ δὲ ὑπόστασις μερική. Καθολικὸν δὲ λέγεται τὸ καθ όλου πάντα περιλαμβάνον καὶ περιέχον· μερικὸν δὲ τὸ ἔχον μέρος τι οὐσίας. Οἷον, ἐὰν εἴπῃς, Ὁ ἄν θρωπος, ἰδοὺ