1

 2

 3

 4

 5

 6

 7

 8

3

εἶπας πάντα ἄνθρωπον· καθολικὸν γάρ ἐστι τοῦτο καὶ οὐσιῶδες, καὶ πάντες ἄνθρωποι λέγον ται, καὶ τῆς αὐτῆς οὐσίας εἰσίν. Εἰ δὲ εἴπῃς, Ὁ Πέ τρος καὶ ὁ Παῦλος ἢ ὁ Ἰωάννης, τότε ἕνα ἄνθρωπον ἐσήμανας, ὅτι μερικόν ἐστι τοῦτο. Τὸ γὰρ κοινόν ἐστι, ἐὰν εἴπῃς, Ὁ ἄνθρωπος, ἐπειδὴ πάντες οἱ ἄν θρωποι ὀνομάζονται. Τὸ δὲ μερικόν ἐστι ἑκάστου τὸ ὄνομα. Ἁρμόζει καὶ τοῦτο τὸν θέλοντα γνῶναι τῶν πραγμάτων τὴν φύσιν, ἵνα γινώσκῃ, ποῖόν ἐστι τὸ μερικὸν, καὶ ποῖον καθόλου. Οὐ γὰρ μόνον ἐπ' ἀνθρώ πων, ἀλλὰ καὶ ἐπὶ παντὸς πράγματος, οὐρανίων καὶ ἐπιγείων, τοῦτό ἐστιν εὑρεῖν. Καὶ εἴπωμεν φανερώ τερον· ἀναγκαῖα γάρ εἰσι ταῦτα τοῖς μέλλουσιν ἐκ ζητεῖν. Λέγομεν δὲ οὕτως. Ἐὰν εἴπῃς, Ὁ ἄγγελος, ὅλην τὴν οὐσίαν τῶν ἀγγέλων ἐσήμανας· κοινὸν γάρ ἐστι τοῦτο τὸ ὄνομα τοῖς ἀγγέλοις καὶ οὐσιῶδες, 28.540 καὶ πάντες ἄγγελοι λέγονται· Ἐὰν δὲ εἴπῃς, Ὁ Μιχαὴλ, ὁ Γαβριὴλ, ὑπόστασιν μίαν εἶπας, τουτέστιν ἕνα ἄγγελον. Φύσις γὰρ λέγεται ἡ ἀγγελότης· ὑπόστα σις δέ ἐστιν ἑνὸς ἑκάστου ἀγγέλου προσηγορία. Καὶ γὰρ φύσις ἐστὶ μία κοινὴ ἡ ἀνθρωπότης, ὑποστάσεις δὲ Πέτρος, Παῦλος καὶ Θωμᾶς, καὶ τὰ λοιπὰ πρόσωπα καὶ οἱ χαρακτῆρες. Ἡ οὖν φύσις ἐστὶν ἡ κυρία καὶ γεννητικὴ τῶν ὑποστάσεων. Καὶ διὰ τοῦτο πάλιν ἐροῦμεν· ἐὰν εἴπῃς· Καλὴ φύσις ὁ ἄγγελος, ὅλην τὴν οὐσίαν αὐτῶν ἐσήμανας. Ἐὰν δὲ εἴπῃς· Μέγας ἐστὶν ὁ Γαβριὴλ, ὑπόστασιν μίαν ἐκ πάντων εἶπας. Καὶ ἐὰν εἴπῃς, Τὸ πετεινὸν, ἰδοὺ τὴν οὐσίαν πᾶσαν ἐδήλωσας τῶν πετεινῶν· ἐὰν δὲ εἴπῃς, Ἡ περιστερὰ, ἡ τρυγὼν, ἡ ἀηδὼν, ὁ ταὼς, καὶ ὁ κύκνος, ἰδοὺ ταῦτα ὑποστάσεις εἰσίν. Οὐ μόνον δὲ ἐπὶ τῶν νοερῶν καὶ λογικῶν καὶ ἐμψύχων ἁρμόζει ὁ αὐτὸς τῶν ὅρων κα νὼν, ἀλλὰ καὶ διὰ πάσης ἀψύχου καὶ ἀναισθήτου καὶ ἀκινήτου φύσεως· οἷόν τι λέγω, ἐὰν εἴπῃς, ὅτι Ἐποίησεν ὁ Θεὸς τὸ φῶς, ἰδοὺ πᾶσαν τὴν οὐσίαν τῶν φωστήρων ἐσήμανας. Αὕτη λοιπὸν ἡ οὐσία τέμνεται εἰς τὰς ὑποστάσεις αὐτῆς· μερίζεται γὰρ εἰς ἥλιον, εἰς σελήνην καὶ εἰς ἀστέρας, εἰς λύχνους, εἰς κηροὺς, καὶ εἰς ἄλλα διάφορα. Ὁμοίως καὶ ἐπὶ ἀνέμων· ἐὰν εἴπῃς, Πνεῦμα, πᾶσαν τὴν φύσιν τῶν ἀνέμων ἐσή μανας. Εἰ δὲ εἴπῃς, Νότος, ἢ βοῤῥᾶς, ἢ εὐροκλύδων, αὗται ὑποστάσεις εἰσί. Πάλιν ἐὰν εἴπῃς, Τὸ δένδρον, πᾶσαν τὴν οὐσίαν τῶν δένδρων ἐσήμανας· εἰ δὲ εἴ πῃς, Ἡ συκῆ, ἡ καρύα, ἡ κασταναία, ἡ ἀμυγδαλῆ, μίαν ὑπόστασιν εἶπας τῶν δένδρων. Πάλιν ἐὰν εἴπῃς, Τὸ ὕδωρ, ὅλην τὴν φύσιν τῶν ὑδάτων εἶπας· ἐὰν δὲ εἴπῃς, Ἡ θάλασσα, ἡ λίμνη, τὸ φρέαρ, ἡ πηγὴ, μίαν εἶπας τῶν ὑδάτων ὑπόστασιν. Πάλιν ἐὰν εἴπῃς, Ὁ ποταμὸς, τοὺς ποταμοὺς πάντας εἴρηκας· εἰ δὲ εἴ πῃς, ὁ Μαίανδρος, ὁ Εὐφράτης, ὁ Νεῖλος, τότε τῶν ποταμῶν εἶπας μίαν ὑπόστασιν. Καὶ ἐν τοῖς λοιποῖς ὁμοίως οὕτω χρὴ πάντα διερευνᾷν, καὶ καθ' ὃν τρό πον ἐγράφησαν διανοεῖσθαι καὶ ἐπιγινώσκειν, καὶ διακρίνειν τί ἐστι φύσις, καὶ τί ἐστιν ὑπόστασις. Ἡ μὲν γὰρ φύσις ἐστὶν ἡ ῥίζα καὶ ἡ πηγὴ τῶν πραγμά των· ἡ δὲ ὑπόστασις μέρος ἐστὶ τῆς φύσεως. Ἀν αγκαῖα γὰρ ταῦτα τοῖς θέλουσιν ἀκριβῶς τὰ ἐν τῷ κόσμῳ ἐπιγινώσκειν καὶ ἐρευνᾷν. Περὶ θελήματος, καὶ ἰδιώματος, καὶ ἐνεργείας, καὶ περὶ ἑνώσεως καὶ ὁμοουσίου. Τί ἐστι θέλημα; Θέλημά ἐστιν οὐσίας νοερᾶς καὶ λογικῆς ἔφεσις πρὸς τὸ καταθύμιον. Πᾶν γὰρ νοερὸν, πρόδηλον, ὅτι καὶ θελητικὸν ὑπάρχει· θέλημα γὰρ λέγεται, κατὰ τὸ θέειν λίαν, ἢ τοῦ θελητοῦ λῆμμα, ἢ ὡς κράτημα. Τριχῶς δὲ θεωρεῖται τὸ θέλημα, θεϊ κὸν, ἀγγελικὸν, καὶ ψυχικόν· ἐπειδὴ αὗται αἱ τρεῖς φύσεις μόναι εἰσὶ θελητικαί. Τριχῶς δὲ καὶ ἐν τῇ Γραφῇ εὑρίσκομεν τὸ θέλημα λεγόμενον, θεϊκὸν, τὸ φυσικὸν ἢ τὸ μέσον, καὶ τρίτον τὸ σαρκικὸν, ὅπερ σημαίνει τὸ διαβολικόν. Θέλημα θεῖόν ἐστι τὰ προσ τάγματα τοῦ Θεοῦ. Θέλημα δὲ φυσικὸν ἡ ἐργασία τοῦ Θεοῦ θελήματος. Θέλημα δὲ σαρκικὸν ἡ παρακοὴ τοῦ θείου νόμου.