1

 2

 3

 4

 5

 6

 7

 8

8

οὕτω καὶ ἡ πυρώδης ψυχὴ τὰ παραπεμπόμενα σιτία ἐν τῇ κοιλίᾳ λεπτύνει καὶ δαπανᾷ. Ψυχὴ γὰρ, οὐ διὰ τὸ ψυχρὸν τὴν οὐσίαν εἶναι, καλεῖται, καθώς τινες τῶν ἁπλουστέρων ἐνόμισαν· ἀλλὰ διὰ τὸ ἐκ πολλῆς θερμότητος ἀναξηραίνειν αὐτὴν τὰ ὑγρά· ὡς ἔστι πληροφορηθῆναι καὶ ἐκ τῆς ἐνεργείας τοῦ ἡλίου. Θερμὸς γὰρ ὢν καὶ πυρώδης, πηλὸν ξηραίνει καὶ πᾶν ὑγρὸν ἀνιμᾶται. Ὅτι δὲ ἡ ψυχὴ θερμή ἐστι κατὰ φύσιν, παράθου καὶ ἐκ τῶν ἀποθνησκόντων. Ἧ γὰρ ὥρᾳ ἡ ψυχὴ χωρισθῇ ἐκ τοῦ σώματος, πάντα τὰ μέλη ψυχρὰ καὶ κρυσταλλώδη εὑρίσκονται, οὐδὲν ἧττον πάγου χειμερινοῦ. Ἕως γὰρ ἔχει ἡ ψυχὴ τὴν τροφὴν εἰς ἀφθονίαν, θάλλει τὸ σῶμα καὶ ἁδρύνεται. Ὁπηνίκα δὲ ἀπορήσει σιτίων, αὐτὸ τὸ σῶμα κατεσθίει καὶ φθείρει. Οὐ γὰρ δύναται τὸ σῶμα ἄνευ τροφῆς ἀντέχειν πρὸς τὴν θερμότητα τῆς ψυχῆς, ὥσπερ οὔτε ἀγγεῖον χαλκοῦν, ἑστὼς ἐπὶ κλιβάνου, δύναται φέρειν ἄνευ ὕδατος τὴν σφοδρότητα τοῦ πυρός· ἐκφρύγεται γὰρ καὶ διαλύεται τέλεον. Οὕτως οὖν καὶ ὁ λέβης τοῦ σώματος, μὴ ἔχων τὴν τροφὴν, 28.553 παρὰ τῆς πυρώδους ψυχῆς ἐκπυρούμενος, ἀπόλλυται παντάπασιν. Εἴ ποτε δέ σοι περὶ τῆς ψυχῆς τις ἀμφισβητοίη, ἐρώτησον αὐτόν· Εἶπέ μοι, ἐν ὅλῳ τῷ σώματι κεῖται ἡ ψυχὴ τοῦ ἀνθρώπου, ἢ ἐν ἑνὶ τόπῳ; Καὶ εἰ μὲν εἴπῃ σοι, ὅτι ἐν ὅλῳ τῷ σώματι, εἰπὲ αὐτῷ· Καὶ πῶς τέμνουσι τὴν χεῖρα τοῦ ἀνθρώπου, ἢ τὸν πόδα, καὶ οὐ κόπτεται καὶ ἡ ψυχὴ, ἀλλὰ πάλιν ζῇ ὁ ἄνθρωπος, καὶ οὐκ ἀποθνήσκει; Εἰ δὲ εἴπῃ σοι, Ἐν ἑνὶ μέρει κεῖται, πάλιν εἰπέ· Καὶ πῶς εἰσι τὰ ἄλλα μέρη τοῦ ἀνθρώπου χωρὶς ψυχῆς, καὶ πῶς δύναται ἄψυχον μέλος ἔχειν ὁ ἄνθρωπος; Καὶ πῶς ἐστι δυνατὸν ζῇν χωρὶς ψυχῆς; Πᾶν γὰρ τὸ μὴ ἔχον ψυχὴν νεκρόν ἐστι· καὶ οὐκ οἶδας τί λέγεις. Ἐγὼ δὲ εἴπω σοι, ἐν ποίῳ τόπῳ, καὶ ποίῳ τρόπῳ, καὶ ποῦ ἀναπαύεται ἡ ψυχή. Ἐν τρισὶ τόποις τοῦ σώματός ἐστιν ἐνιδρυμένη, καὶ ὥσπερ ἡ ἀκτὶς τοῦ ἡλίου εἰς ἕνα τόπον χωρεῖ, καὶ εἰσέρχεται τοῦ οἴκου, φωτίζει δὲ πάντα τὸν οἶκον· καὶ ἡ ψυχὴ, ἐν τοῖς τρισὶ μέρεσι τοῦ σώματος ἐνιδρυμένη, τὸν οἶκον ὅλον ζωογονεῖ τοῦ σώματος. Κατοικεῖ δὲ ἡ ψυχὴ ἐν τῇ καρδίᾳ, καὶ ἐν τῷ ὄπισθεν μέρει τῆς κεφαλῆς, ὅπερ κότυλον ὀνομάζεται, καὶ ἐν ταῖς βασιλικαῖς φλεψίν. Ἐν τούτοις οὖν τοῖς τρισὶ μέρεσι κατοικεῖ ἡ ψυχή. ∆ιὰ τοῦτο ἣν ἂν ὥραν τρωθῇ ἡ καρδία, ἢ ἐκ τῆς βασιλικῆς φλεβὸς αἷμα ῥεύσῃ πολὺ, ἢ ἡ κεφαλὴ κρουσθῇ καὶ τμηθῇ ὑπὸ ξίφους, παρευθὺς χωρίζεται τοῦ σώματος ἡ ψυχὴ, καὶ νεκρὸν τὸ σῶμα εὑρίσκεται. Κατοικοῦσα δὲ ἡ ψυχὴ ἐν τοῖς τρισὶ τούτοις μέρεσιν, ὅλῳ τῷ σώματι μεταδίδωσι τῆς οἰκείας ζωτικῆς δυνάμεως.