1

 2

 3

 4

 5

 6

 7

 8

4

Ταῦτα τὰ τρία θελήματά εἰσιν ἐν τῷ ἀνθρώπῳ. Ἔστι δὲ καὶ ἕτερον θέλημα φυσικὸν, ὅπερ λέγεται κοινὸν πᾶσιν ἀνθρώποις. Τοῦτο δέ ἐστι τὸ 28.541 φιλόζωον. Πάντες γὰρ οἱ ἄνθρωποι φιλοῦσι τὴν ζωὴν, καὶ τὸ ὁρᾷν τὸ φῶς. Ἰδοὺ καὶ τὸ κοινὸν θέ λημα. Εἰσὶ δὲ καὶ ἕτερα θελήματα ἐν ἡμῖν, ἅπερ κα λοῦνται γνωμικά. Ἄλλος μὲν γὰρ ἄνθρωπος θέλει ἰδιάζειν, ἄλλος γεωργεῖν· καὶ ἄλλος μὲν πλέειν, ἄλ λος δὲ ἀναπαύεσθαι, καὶ ἄλλος ὁδεύειν, ἄλλος γρηγο ρεῖν, καὶ ἄλλος ὑπνοῦν, καὶ οἱ λοιποὶ ὁμοίως· πολλὰ γνωμικὰ θελήματα ἔχομεν οἱ ἄνθρωποι. Ἓν δὲ φυσικὸν θέλημα ἔχομεν πάντες, τὸ ἀγαπᾷν τὴν ζωὴν, ἤτοι τὴν ἀθανασίαν, ἣν ἐλάβομεν ἐξ ἀρχῆς. Τί λέγεται ἰδίωμα. Ἰδίωμα λέγεται διὰ τὸ ἴδια εἶναι ἅμα· ἀχώριστοι γάρ εἰσι τῶν φύσεων καὶ τῶν ὑποστάσεων αἱ αὐτῶν ἰδιότητες. Ἰδίωμά ἐστι τὸ ἔν τινι φύσει ἰδικῶς γνω ριζόμενον καὶ ἐν ἑτέρᾳ μὴ εὑρισκόμενον. Οἷόν τι λέγω· Ἐν τῷ Θεῷ ἐστι τὸ προαιώνιον, τὸ ἄκτιστον, τὸ ἀπερίγραπτον, ἅτινα οὐχ ὑπάρχουσιν ἐν ἄλλῃ οἵᾳ δήποτε οὐσίᾳ. Ἰδίωμά ἐστι τοῖς ἀγγέλοις τὸ ἀπαθὲς καὶ ἀθάνα τον, τὸ ὑμνολογικὸν, τὸ ἀσίγητον. Ἰδίωμα δὲ ἀνθρώπου κυρίως τὸ σύνθετον ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως, ἐν ἄλλῃ οἵᾳ δήποτε οὐσίᾳ μὴ γνωριζόμενον. Καὶ ταῦτα μέν εἰσι φυσικὰ ἰδιώματα· ἕτερα καὶ ὑποτακτικὰ, οἷον λευκότης, μελανία, μακρότης, κολοβότης, γλαυκό της, γοργότης, νωθρότης, καὶ τὰ ὅμοια ἅπερ οὐκ ἐν πᾶσιν ἀνθρώποις εὑρίσκονται. Οὐ γὰρ πάντες οἱ ἄν θρωποι γοργοὶ, οὐδὲ πάντες ξανθοί. Τὰ δὲ φυσικὰ ἰδιώματα ἐξ ἴσου καὶ ἐν παντὶ τῷ εἴδει εὑρίσκονται· πάντες γὰρ οἱ ἄνθρωποι βροτοὶ ὁμοίως εἰσὶ, καὶ θνη τοὶ, λογικοὶ, πλατυόνυχοι, ὀρθοπεριπατητικοί. Εἰσὶ δὲ καὶ ἕτερα, ἅπερ οὐ λέγονται κυρίως ἰδιώματα, ἀλλὰ συμβεβηκότα. Ταῦτα δὲ γίνονται καὶ ἀπογίνον ται· οἷον ἡ νηπιότης, ἡ ὑγεία, ἡ νόσος, ἡ θερμότης, ἡ ψυχρότης· καὶ ἁπλῶς πᾶν τὸ παραλλαγῆναι δυνά μενον συμβεβηκὸς λέγεται. Περὶ ἐνεργείας. Ἐνέργειά ἐστι, καθάφησιν ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης, ἡ φυσικὴ ἑκάστου δύναμίς τε καὶ κίνησις. Καὶ γὰρ ἕκαστον οὐσιῶδες ἔχει τὴν ἑαυτοῦ ἐνέρ γειαν· οἷον τὰ νοερὰ τὴν νόησιν, τὰ αἰσθητικὰ τὴν αἴσθησιν, τὰ κινητὰ τὴν κίνησιν, τὰ πετεινὰ τὴν πτῆσιν, τὰ νηκτὰ τὴν νῆξιν, τὰ βλαστικὰ τὴν βλά στησιν, τὰ ἑρπυστικὰ τὴν ἕρπυσιν, τὰ φωτιστικὰ τὴν ἔλλαμψιν, τὰ γεννητικὰ τὴν γέννησιν· ἅπερ πά λιν, ἀναιρουμένης τῆς ἐνεργείας, ἀναιρεῖται καὶ ἀπόλλυται καὶ ἡ αὐτοῦ φύσις. Ἀναιρουμένης γὰρ τῆς καύσεως, σβέννυται τὸ πῦρ· ἀναιρουμένης τῆς κινή σεως τοῦ ζώου, ἀπόλλυται ζῶον· ἀναιρουμένης τῆς νοήσεως, ἀπόλλυται τὸ νοερὸν τῆς ψυχῆς καὶ τὸ λο γικὸν αὐτῆς. Τὸ δὲ παράδοξον, ὅτι καί τινες διάφοροι φύσεις στερούμεναι τῶν φυσικῶν ἐνεργειῶν αὐτῶν, ἑτέρας ἐνεργείας τίκτουσιν. Οἷον ὁ λίθος καιόμενος, καὶ ἀπόλλυσι τὴν φυσικὴν ἐνέργειαν, καὶ γίνεται 28.544 ἄσβεστος, καὶ καυστικὴν ἐνέργειαν κέκτηται. Καὶ ἡ κέδρος ὁμοίως στερεῖται μὲν τῆς βλαστικῆς ἐνερ γείας, καὶ ἰαματικὴν κέκτηται, ἀναιρετικὴν ποιοῦσα τῶν σκωλήκων τὴν κεδρίαν. ∆εῖ οὖν τοὺς ἐχέφρονας τὰς τῶν ὄντων προσηγορίας σκοπεῖν, καὶ ἀνακρίνειν, ὡς ἂν δύναιντο εὑρεῖν, πόσας πλείους ἁπάσης ὑπάρ ξεως προσηγορίας ἐνεργητικὰς, ἀλλ' οὐ φυσικὰς ὀνο μασίας ἔχουσιν, ἐκ τῶν ἰδίων ἐνεργειῶν ταύτας λαβοῦσαι καὶ ἔχουσαι καὶ λεγόμεναι. Καὶ γὰρ, ὡς προ ειρήκαμεν, καθὼς ὀνομάζεται Θεὸς ἀπὸ τοῦ θεωρεῖν τὰ πάντα, καὶ ἄγγελος ἐκ τῆς ἀγγελικῆς αὐτοῦ ἐν εργείας καὶ διακονίας, καὶ ἄνθρωπος ἀπὸ τοῦ ἄνω θεωρεῖν τὸν ὦπα· οὕτω κἀν τοῖς λοιποῖς· καὶ γὰρ παρθένος λέγεται, διὰ τὸ θανατοῦν τὴν πύρωσιν τῆς σαρκός· καὶ περιστερὰ διὰ τοῦτο λέγεται, ὅτι πέτε ται στεῤῥῶς· καὶ ἔλαφος διὰ τὸ ἑλεῖν τοὺς ὄφεις· χελιδὼν, διὰ τὸ τὰ χείλη δονεῖν ἐν τῷ λαλεῖν· ὄφις, τουτέστιν ὁ φὰς ἤτοι ὁ λαλήσας πρὸς τὴν Εὔαν ποτέ· δορκὰς, ἐκ τοῦ