1

 2

 3

 4

 5

 6

 7

 8

6

ἐγένετο ἡ ψυχὴ αὐτῶν ἐκ τῆς γῆς εἴπωμεν. Ἔδωκεν ἡ γῆ κατὰ πρόσταξιν Θεοῦ σάρκα τοῖς κτήνεσιν· ἡ δὲ σὰρξ πεποίηκεν αἷμα. Τὸ δὲ αἷμα γέγονε ψυχὴ κτηνώδης τῷ ζώῳ, ὥστε πάλιν θνήξαντος τοῦ ζώου, τὸ αἷμα πεπηγὸς εἰς σάρκα μεταβάλλεται. Ἡ δὲ σὰρξ φθαρεῖσα, πάλιν ἀναλυομένη, γίνεται γῆ. Καὶ διὰ τοῦτο ἀγνοοῦσι, καὶ οὐ φρονοῦσι τὰ ἄνω. Ὁ δὲ ἄνθρωπος ἐκ τῆς θείας ἐμπνεύσεως ἔσχηκε τὴν ψυχὴν, διὰ τοῦτο καὶ τὰ θεῖα ἐπιγινώσκει, καὶ τὰ ἄνω διώκει, καὶ τὰ οὐράνια νοεῖ, καὶ λογικὸς ὑπάρχει καὶ ἔννους. Ἀλλὰ μηδεὶς ὑπονοείτω, ὅτι τὸ πνεῦμα, ὅπερ ἐνεφύσησεν ὁ Θεὸς ἐν τῷ ἀνθρώπῳ, ἐκεῖνο ἐγένετο ψυχή· μὴ γένοιτο· ἀλλὰ τὸ πνεῦμα ἐκεῖνο ψυχὴν ἐδημιούργησεν. Εἰ γὰρ 28.548 ἐκεῖνο τὸ πνεῦμα ψυχὴ ἐν τῷ ἀνθρώπῳ, τάχα ἐκ τῆς οὐσίας τοῦ Θεοῦ ἡ ψυχὴ ἔμελλεν εἶναι. Ἐὰν ὑπῆρχεν ἡ ψυχὴ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, διὰ τί οὐκ ἔστι πάντοτε ἀναλλοίωτος, ἄτρεπτος, ὥσπερ ὁ Θεός; ἐκεῖνος γὰρ λέγει ὅτι· «Αὐτὸς ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι.» Ἡ δὲ ψυχή ποτε μὲν οὖσα μωρὰ, ποτὲ δὲ φρόνιμος· καί ποτε μὲν ἁμαρτωλὸς, ποτὲ δὲ δικαία· καὶ ἄλλοτε πιστὴ, καὶ ἄλλοτε ἄπιστος· καί ποτε μὲν ἀγνοοῦσα, ποτὲ δὲ γινώσκουσα· καί ποτε μὲν πρόθυμος οὖσα, ποτὲ δὲ ὀκνηρά. Ταῦτα ἔχουσα, πῶς δύναται λέγεσθαι ἐκ τῆς οὐσίας εἶναι τοῦ Θεοῦ; οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. Τὸ δὲ ἐμφύσημα ἐκεῖνο, ψυχὴν ἐδημιούργησεν ἐν τῷ ἀνθρώπῳ, λογικὴν καὶ νοεράν. ∆ιὰ τοῦτο καὶ ἡ ψυχὴ νοερῶς τὰ ἄνω φαντά ζεται, καὶ τὰ ἐκεῖθεν ζητεῖ καὶ ὀρέγεται καὶ ποθεῖ, ὅτι ἐκεῖθεν ἔχει τὴν δημιουργίαν. Ἡ δὲ τῶν ἀλόγων, οὐχ οὕτως, ἀλλ' ἐπίγειος οὖσα, τὰ ἐπίγεια μόνα ζητεῖ· διὸ καὶ συναποθνήσκει τῷ σώματι. Τοῦ δὲ ἀν θρώπου ἡ ψυχὴ, ἀείζωος ὑπάρχει καὶ ἀτελεύτητος. Ἔχει δὲ ἡ ψυχὴ τρία μέρη, λογικὸν, θυμικὸν καὶ ἐπιθυμητικόν. Καὶ διὰ μὲν τοῦ λογικοῦ μέρους ἀγα πᾷ τὸν Θεόν· διὰ τοῦ θυμικοῦ μέρους ὀργίζεται τοῖς δαίμοσιν, ἀνδριζομένη κατ' αὐτῶν· διὰ δὲ τοῦ ἐπι θυμητικοῦ μέρους ἐπιθυμεῖ τὰ αἰώνια ἀγαθά. Ἔχει δὲ ὁ ἄνθρωπος αἰσθήσεις πέντε σωματικὰς, καὶ πέντε ψυχικάς· αἱ σωματικαὶ μέν εἰσιν· ὅρασις, ἀκοὴ, ὄσφρησις, γεῦσις, καὶ ἁφή. Θεωρεῖται δὲ ἐν μὲν τῇ ὁράσει τὸ λευκὸν καὶ μέλαν, ἐν δὲ τῇ ἀκοῇ, τὸ ὀξὺ καὶ τὸ βαρύ· ἐν δὲ τῇ ὀσφρήσει τὸ εὔοσμον καὶ δυσ ῶδες· ἐν δὲ τῇ γεύσει τὸ γλυκὺ καὶ πικρόν· ἐν δὲ τῇ ἁφῇ, τὸ σκληρὸν καὶ μαλακὸν καὶ θερμὸν καὶ ψυχρόν· τῆς δὲ ψυχῆς τὰ αἰσθητήριά εἰσι ταῦτα· νοῦς, διάνοια, δόξα, φαντασία, καὶ αἴσθησις. Λέγεται δὲ μιᾶς ἑκάστης αἰσθήσεως ὄργανον, αἰσθητήριον, ἀπὸ τοῦ τηρεῖν τὴν αἴσθησιν αἰσθητικὸν τὸ ζῶον. ∆εῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι πᾶσα σὰρξ καὶ σῶμα λέγεται· οὐ πᾶν δὲ σῶμα, καὶ σὰρξ ὀνομάζεται. Καὶ οἱ ἀστέρες, σώματα ἐπουράνια λέγονται, οὐ μὴν καὶ σάρκες ἐπουράνιοι. Καὶ τὸ μὲν σῶμα διττῶς εἴρηται, σῶμα ὑλικὸν, καὶ σῶμα λεπτόν. Καὶ τὸ μὲν ὑλικὸν σῶμά ἐστι τὸ κρατούμενον διὰ χειρὸς, καὶ φθορᾷ καὶ θανάτῳ ὑποκείμενον· σῶμα δὲ λεπτόν ἐστι τὸ ἀκράτητον καὶ ἀψηλάφητον, οἷον τοῦ ἡλίου, τῆς σελήνης, καὶ τῶν ἀστέρων· τὸ δὲ σῶμα τὸ παχὺ καὶ ὑλικὸν, ὅπερ λέγεται σὰρξ, συνίσταται ἐκ τεσσαρῶν στοιχείων, ἐξ αἵματος, ἐκ φλέγματος, ἐκ χυμοῦ, καὶ χολῆς, ἢ ὡς ἐξ ἀέρος, γῆς, πυρὸς, καὶ ὕδατος· τουτέστιν, ἐκ θερμοῦ, καὶ ψυχροῦ, καὶ ὑγροῦ, καὶ ξηροῦ. Ὁ ἥλιος τὸ θερμὸν καὶ ζωτικὸν στοιχεῖον· ὁ ἀὴρ τὸ θερμὸν καὶ ὑγρόν· ἡ γῆ τὸ ξηρόν· τὰ ὕδατα τὸ ὑγρὸν στοιχεῖον τίκτει. Ταῦτά εἰσιν, ἐξ ὧν συνέστηκεν ὁ ἄν θρωπος, μᾶλλον δὲ ἡ σὰρξ τοῦ ἀνθρώπου· διὸ καὶ μετὰ θάνατον πάλιν εἰς αὐτὰ ἀναλύεται. Περὶ φθαρτοῦ. Τί ἐστι φθαρτόν; καὶ κατὰ τί εἴρηται φθαρτόν; καὶ ὁσαχῶς εἴρηται φθαρτόν· 28.549 Καὶ εἴρηται μὲν φθαρτὸν δισσῶς, σωματικῶς καὶ ψυχικῶς. Καὶ ψυχικῶς μὲν, ὅταν τις ἁμαρτάνῃ, λέ γεται εἶναι διεφθαρμένος, καθὼς λέγει ἡ Γραφή· «∆ιεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις·» σωματικῶς δὲ λέγεται