7.1 Αὐτίκα δι' ὕδατος καὶ πνεύματος ἡ ἀναγέννησις, καθάπερ καὶ 7.2 ἡ
ἐδούλευσέν μοι· κατὰ διαθήκην οὐκ ἔγνων. 43.2 Υἱοὶ ἀλλότριοι· τὰ τοῦ ἄλλου ἐζηλωκότες.
διαχωριστικὴν ἔχει δύναμιν 25.3 ἐνεργειῶν ὑλικῶν. ἐπεὶ δὲ τὰ μὲν ἐξ ἀγεννήτου καὶ ἀφθάρτου γέγονεν, τὰ σπερματικὰ ζωῆς, <συνάγεται ὡς> ὁ πυρὸς καὶ ἀποτίθεται, τὸ δὲ ὑλικόν, μέχρι σύνεστι τῷ κρείττονι, μένει· ὅταν δὲ ἐκείνου χωρισθῇ, ἀπόλλυται· ἐν ἑτέρῳ γὰρ εἶχε τὸ εἶναι. τοῦτο γοῦν χωριστικὸν μὲν δυνάμει, τὸ πνεῦμα, ἀναλωτικὸν δὲ τὸ πῦρ, πῦρ δὲ τὸ ὑλικὸν νοη 25.4 τέον. ἀλλ' ἐπεὶ μὲν τὸ σῳζόμενον σίτῳ ἔοικεν, τὸ δὲ περιπεφυκὸς τῇ ψυχῇ τῷ ἀχύρῳ, καὶ τὸ μὲν ἀσώματον, τὸ δὲ χωριζόμενον ὑλικόν ἐστιν, ἀντέθηκεν τῷ μὲν ἀσωμάτῳ τὸ πνεῦμα, λεπτὸν καὶ καθαρὸν σχεδὸν ὑπὲρ νοῦν, τῷ δὲ ὑλικῷ τὸ πῦρ, οὐ πονηρὸν οὐδὲ κακὸν ὑπάρχον, ἀλλ' ἰσχυρὸν καὶ κακοῦ καθαρτικόν· ἀγαθὴ γὰρ δύναμις τὸ πῦρ νοεῖται καὶ ἰσχυρά, φθαρτικὴ τῶν χειρόνων καὶ σωστικὴ τῶν ἀμεινόνων, διὸ καὶ φρόνιμον λέγεται παρὰ τοῖς προφήταις τοῦτο τὸ πῦρ.
26.1 Οὕτως γοῦν καὶ ὅταν ὁ θεὸς λέγηται "πῦρ καταναλίσκον", οὐ 26.2
κακίας, ἀλλὰ δυνάμεως ὄνομα καὶ σύμβολον ἐκδεκτέον· ὡς γὰρ τὸ πῦρ ἰσχυρότατον τῶν στοιχείων καὶ πάντων κρατοῦν, οὕτω καὶ ὁ θεὸς παντοδύναμος καὶ παντοκράτωρ, ὁ δυνάμενος κρατῆσαι, κτί σαι, ποιῆσαι, τρέφειν, αὔξειν, σῴζειν, σώματος καὶ ψυχῆς ἐξουσίαν ἔχων. ὡς οὖν τῶν στοιχείων ὑπερέχει τὸ πῦρ, οὕτως θεῶν τε καὶ 26.3 δυνάμεων καὶ ἀρχῶν ὁ παντοκράτωρ. διπλῆ τε ἡ δύναμις τοῦ πυρός, ἣ μὲν πρὸς δημιουργίαν καὶ πέπαυσιν καρπῶν καὶ ζῴων γένεσιν καὶ τροφὴν ἐπιτήδειος, ἧς εἰκὼν ὁ ἥλιος, ἣ δὲ πρὸς ἀνάλωσιν καὶ 26.4 φθοράν, ὡς τὸ πῦρ τὸ ἐπίγειον. "πῦρ" οὖν ὅταν λέγηται ὁ θεὸς "καταναλίσκον", δύναμις ἰσχυρὰ καὶ ἀπροσάντητος, ᾗ μηδὲν ἀδύνατον, 26.5 ἀλλὰ καὶ τὸ ἀπολέσαι δυνατόν. περὶ τοιαύτης δυνάμεως καὶ ὁ σωτὴρ λέγει· "πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν", δηλονότι δύναμιν τῶν μὲν ἁγίων καθαρτικήν, τῶν δὲ ὑλικῶν, ὡς μὲν ἐκεῖνοί φασιν, ἀφανιστι κήν, ὡς δὲ ἡμεῖς ἂν φαίημεν, παιδευτικήν. ἔχει δὲ καὶ φόβον τὸ πῦρ καὶ διάχυσιν τὸ φῶς.
27.1 Οὐκ ἔγραφον δὲ οἱ πρεσβύτεροι μήτε ἀπασχολεῖν βουλόμενοι τὴν
διδασκαλικὴν τῆς παραδόσεως φροντίδα τῇ περὶ τὸ γράφειν ἄλλῃ φροντίδι, μηδὲ μὴν τὸν τοῦ προσκέπτεσθαι τὰ λεχθησόμενα καιρὸν 27.2 καταναλίσκοντες εἰς γραφήν. τάχα δὲ οὐδὲ τῆς αὐτῆς φύσεως κατόρ θωμα τὸ συντακτικὸν καὶ διδασκαλικὸν εἶδος εἶναι πεπεισμένοι τοῖς 27.3 εἰς τοῦτο πεφυκόσι συνεχώρουν. τὸ μὲν γὰρ ἀκωλύτως καὶ μετὰ ῥύμης φέρεται ῥεῦμα τοῦ λέγοντος, καί που τάχα καὶ συναρπάσαι δυνά μενον, τὸ δὲ ὑπὸ τῶν ἐντυγχανόντων ἑκάστοτε βασανιζόμενον, ἀκρι βοῦς τῆς ἐξετάσεως τυγχάνον, ἄκρας καὶ τῆς ἐπιμελείας ἀξιοῦται, καὶ ἔστιν οἷον εἰπεῖν ἔγγραφος διδασκαλίας βεβαίωσις, καὶ εἰς τοὺς ὀψι 27.4 γόνους οὕτως διὰ τῆς συντάξεως παραπεμπομένης τῆς φωνῆς. ἡ γὰρ τῶν πρεσβυτέρων παρακαταθήκη διὰ τῆς γραφῆς λαλοῦσα ὑπουργῷ χρῆται τῷ γράφοντι πρὸς τὴν παράδοσιν <εἰς σωτηρίαν> τῶν ἐντευ 27.5 ξομένων. καθάπερ οὖν ἡ μαγνῆτις λίθος τὴν ἄλλην ὕλην παραπεμ πομένη μόνον ἐφέλκεται δι' ἐπιτηδειότητα τὸν σίδηρον, οὕτως καὶ τὰ βιβλία πολλῶν ὄντων τῶν ἐντυγχανόντων τοὺς οἵους τε συνιέναι 27.6 μόνους ἐπισπᾶται. ὁ γὰρ τῆς ἀληθείας λόγος τοῖς μὲν "μωρία", τοῖς δὲ "σκάνδαλον", ὀλίγοις δὲ "σοφία" οὕτως καὶ "δύναμις" εὑρίσκεται 27.7 "θεοῦ"· φθόνος δὲ ἀπείη γνωστικοῦ. διὰ τοῦτο γὰρ καὶ ζητεῖ πότε ρον χεῖρον, ἀναξίῳ δοῦναι ἢ ἀξίῳ μὴ παραδοῦναι, καὶ κινδυνεύει ὑπὸ πολλῆς τῆς ἀγάπης οὐ μόνον παντὶ τῷ προσήκοντι, ἀλλ' ἔσθ' ὅτε καὶ ἀναξίῳ λιπαρῶς δεομένῳ κοινωνήσειν, οὐ διὰ τὴν δέησιν (οὐ γὰρ φιλοδοξεῖ), ἀλλὰ διὰ τὴν ἐπιμονὴν τοῦ δεομένου μελετῶντος εἰς πίστιν διὰ πολλῆς τῆς δεήσεως.
28.1 Εἰσὶ δ' οἳ λέγοντες εἶναι γνωστικοὶ τοῖς οἰκείοις φθονοῦσι μᾶλλον ἢ τοῖς
ἐκτός. ὡς δὲ ἡ θάλασσα ἀνίεται πᾶσιν, ἀλλ' ὃ μὲν νήχεται, ὃ δὲ ἐμπορεύεται, ὃ δὲ