Eclogae propheticae

 7.1 Αὐτίκα δι' ὕδατος καὶ πνεύματος ἡ ἀναγέννησις, καθάπερ καὶ 7.2 ἡ

 ἐμβληθῇ, τὸ προενοικῆσαν ἀκάθαρ 12.9 τον πνεῦμα, συμπαραλαμβάνον ἄλλα ἑπτὰ ἀκάθαρτα πνεύματα. διὸ κενώσαντας τῶν κακῶν δεῖ πληρῶσαι τὴν ψυχὴν τοῦ ἀγαθ

 αἰδούμενος ἤδη δι' ἀγάπην ὃν ἐφο 19.2 βεῖτο πρότερον· οὐ γὰρ ἔτι διὰ φόβον ἀπέχεται τῶν ἀφεκτέων, ἀλλὰ δι' ἀγάπην ἔχεται τῶν ἐντολῶν. αὐτό, φησί, τ

 διαχωριστικὴν ἔχει δύναμιν 25.3 ἐνεργειῶν ὑλικῶν. ἐπεὶ δὲ τὰ μὲν ἐξ ἀγεννήτου καὶ ἀφθάρτου γέγονεν, τὰ σπερματικὰ ζωῆς, <συνάγεται ὡς> ὁ πυρὸς καὶ ἀπο

 ἀγρεύει τοὺς ἰχθῦς, καὶ ὡς ἡ γῆ κοινή, ἀλλ' ὃ μὲν ὁδεύει, ὃ δὲ ἀροῖ, θηρᾷ δὲ ἕτερος, καί τις ἄλλος μέταλλα ἐρευνᾷ, ὃ δὲ οἰκο δομεῖ, οὕτως καὶ τῆς γραφ

 34.1 * * ἣν τόποι μὲν καθαροὶ καὶ λειμῶνες ἐδέξαντο, φωνὰς καί τινας ὄψεις ἁγίων φασμάτων <ἔχοντες>, ἄνθρωπος δὲ ὁ ἀκριβῶς κεκαθαρμένος ἅπας διδασκαλί

 ἐδούλευσέν μοι· κατὰ διαθήκην οὐκ ἔγνων. 43.2 Υἱοὶ ἀλλότριοι· τὰ τοῦ ἄλλου ἐζηλωκότες.

 πρωτόκτιστοι, μεθ' οὓς καὶ οἱ ἅγιοι πρὸ νόμου ἄνθρωποι, ὡς οἱ πατριάρχαι, καὶ Μωυσῆς καὶ οἱ προφῆται, εἶτα καὶ οἱ ἀπόστολοι.

 ἐκεῖνος ὁ ἐπὶ τοῦ ἡλίου ἐπὶ τὸ μεῖζον <ἐλεύσεται>, ἐφ' ὃ μετῆλθεν <ὁ> πρὸ α<ὐ>το<ῦ> ἐν τῷ αὐτῷ. καὶ πάλιν ἐπαναβησόμενοι 56.7 κ<ατὰ> προκοπὴν ἀφίξοντα

7.1 Αὐτίκα δι' "ὕδατος καὶ πνεύματος" ἡ ἀναγέννησις, καθάπερ καὶ 7.2 ἡ

πᾶσα γένεσις. "πνεῦμα γὰρ θεοῦ ἐπεφέρετο τῇ ἀβύσσῳ." καὶ διὰ τοῦτο ὁ σωτὴρ ἐβαπτίσατο μὴ χρῄζων αὐτός, ἵνα τοῖς ἀναγεννωμένοις τὸ πᾶν ὕδωρ ἁγιάσῃ. ταύτῃ τοι οὐ μόνον τὸ σῶμα, ἀλλὰ καὶ τὴν 7.3 ψυχὴν καθαιρόμεθα. σημεῖον γοῦν τοῦ καὶ τὰ ἀόρατα ἡμῶν ἁγιάζε σθαι τὸ καὶ πνεύματα ἀκάθαρτα συμπεπλεγμένα τῇ ψυχῇ διυλίζεσθαι ἀπὸ τῆς γενέσεως τῆς καινῆς τε καὶ πνευματικῆς.

8.1 "Ὕδωρ ἐπάνω τοῦ οὐρανοῦ"· ἐπεὶ τὸ βάπτισμα γίνεται δι' "ὕδατος καὶ

πνεύματος", ἀλεξητήριον ὂν πυρὸς τοῦ δισσοῦ, τοῦ τε τῶν ἀορά των ἁπτομένου καὶ τοῦ τῶν ὁρατῶν, ἀνάγκη καὶ τοῦ ὕδατος τὸ μέν τι νοητόν, τὸ δὲ αἰσθητὸν ὑπάρχειν, ἀλεξητήριον τῆς διπλόης τοῦ 8.2 πυρός· καὶ τὸ μὲν ἐπίγειον ὕδωρ τὸ σῶμα ἀπορρύπτει, τὸ δὲ ἐπου ράνιον ὕδωρ διὰ τὸ εἶναι νοητὸν καὶ ἀόρατον πνεῦμα ἀλληγορεῖται ἅγιον, τῶν ἀοράτων καθαρτικόν, οἷον τοῦ πνεύματος ὕδωρ ὥσπερ ἐκεῖνο τοῦ σώματος.

9.1 Ὁ θεὸς καὶ τὸν φόβον τῇ ἀγαθότητι συνέμιξεν δι' ἀγαθότητα. τὸ γὰρ

συμφέρον ἑκάστῳ τοῦτο ἤδη παρέχει, ὡς ἰατρὸς ἀρρωστοῦντι, 9.2 ὡς πατὴρ ἀτακτοῦντι τῷ παιδί. "ὁ γὰρ φειδόμενος τῆς βακτηρίας αὐτοῦ μισεῖ τὸν υἱὸν αὐτοῦ." καὶ ὁ κύριος δὲ καὶ οἱ ἀπόστολοι αὐ 9.3 τοῦ ἐν φόβῳ καὶ πόνοις ἀνεστράφησαν. ὅταν οὖν πιστοῦ σῶμα νοσῇ, ἢ δι' ἁμάρτημά τι προημαρτημένον ἐπιτιμῶντος τοῦ κυρίου, ἢ διὰ μέλλοντα προφυλαξαμένου, ἢ καὶ κατ' ἐνέργειαν * * προσβολὴν ἔξωθεν γινομένην οὐ κωλύσαντος διά τι χρήσιμον καὶ αὐτῷ καὶ τοῖς πέλας παραδείγματος χάριν.

10.1 Ἤδη δὲ οἱ ἐν σαθρῷ οἰκοῦντες σώματι καθάπερ ἐν πλοίῳ πλέ οντες

παλαιῷ οὐκ εἰσὶν ὕπτιοι, ἀλλ' ἀεὶ εὔχονται ἀνατεταμένοι πρὸς τὸν θεόν. Οἱ πρεσβύτεροι σφόδρα ἤχθοντο, εἰ μή τι πάσχοιεν κατὰ τὸ σῶμα ἑκάστοτε· ἐφοβοῦντο γὰρ μή πως ἐνταῦθα οὐ κομιζόμενοι τὰ ἐπί χειρα τῶν ἁμαρτημάτων, ἃ πολλὰ τοῖς ἐν σαρκὶ κατ' ἄγνοιαν παρα κολουθεῖ, ἀθρόαν ἐκεῖ κομίσωνται τὴν δίκην, ὥστε ἐνθάδε θερα 11.2 πεύεσθαι ἠξίουν. φοβητέον ἄρα οὐχὶ νόσον τὴν ἔξωθεν, ἀλλὰ τὰ ἁμαρτήματα, δι' ἃ ἡ νόσος, καὶ νόσον ψυχῆς, οὐ σώματος, ὅτι "πᾶσα σὰρξ χόρτος", τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς καλὰ "πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια".

12.1 Τὰ τῆς γνώσεως τὰ μὲν ἤδη μετέχομεν, τὰ δὲ δι' ὧν ἔχομεν βεβαίως

ἐλπίζομεν· οὔτε γὰρ πᾶν κεκομίσμεθα οὔτε παντὸς ὑστε ροῦμεν, ἀλλ' οἷον "ἀρραβῶνα" τῶν αἰωνίων ἀγαθῶν καὶ τοῦ πατρῴου πλούτου προσειλήφαμεν· τὰ δὲ ἐφόδια τῆς κυριακῆς ὁδοῦ οἱ μακα 12.2 ρισμοὶ τοῦ κυρίου. "ζητεῖτε", γὰρ εἶπεν, "καὶ μεριμνᾶτε τὴν βασι 12.2 λείαν τοῦ θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· οἶδεν γὰρ ὁ 12.3 πατὴρ ὧν χρείαν ἔχετε." οὕτως οὐ μόνον τὰς ἀσχολίας, ἀλλὰ καὶ τὰς φροντίδας περιγράφει. "οὐ γὰρ τῇ ἡλικίᾳ", φησίν, "ἐκ τοῦ φρον 12.4 τίζειν προσθεῖναί τι δύνασθε." ὁ γὰρ θεὸς οἶδεν σαφῶς τίνα μὲν ἡμῖν ἔχειν, τίνων δὲ ἀπορεῖν συμφέρει. κενώσαντας οὖν σφᾶς αὐτοὺς 12.5 τῶν κοσμικῶν φροντίδων ἀξιοῖ πληροῦσθαι τῆς εἰς θεόν. "ἡμεῖς γὰρ στενάζομεν ἐπενδύσασθαι ποθοῦντες" τὰ ἄφθαρτα, πρὶν ἐκδύσασθαι 12.6 τὴν φθοράν. ἐπιχεομένης γὰρ τῆς πίστεως ἀπορρεῖ ἡ ἀπιστία. ὁμοίως καὶ ἐπὶ γνώσεως καὶ δικαιοσύνης. οὐ χρὴ οὖν μόνον κενῶσαι τὴν 12.7 ψυχήν, ἀλλὰ καὶ πληρῶσαι θεοῦ. οὔτε γὰρ ἔτι κακόν, ἐπεὶ πέπαυται, οὔτε ἤδη ἀγαθόν, ἐπεὶ μηδέπω εἴληφεν· τὸ δὲ μήτε ἀγαθὸν μήτε 12.8 κακὸν οὐδέν ἐστιν. "ἐπάνεισι γὰρ εἰς τὸν κεκαθαρμένον οἶκον καὶ κενόν", ἐὰν μηδὲν τῶν σωτηρίων