Eclogae propheticae

 7.1 Αὐτίκα δι' ὕδατος καὶ πνεύματος ἡ ἀναγέννησις, καθάπερ καὶ 7.2 ἡ

 ἐμβληθῇ, τὸ προενοικῆσαν ἀκάθαρ 12.9 τον πνεῦμα, συμπαραλαμβάνον ἄλλα ἑπτὰ ἀκάθαρτα πνεύματα. διὸ κενώσαντας τῶν κακῶν δεῖ πληρῶσαι τὴν ψυχὴν τοῦ ἀγαθ

 αἰδούμενος ἤδη δι' ἀγάπην ὃν ἐφο 19.2 βεῖτο πρότερον· οὐ γὰρ ἔτι διὰ φόβον ἀπέχεται τῶν ἀφεκτέων, ἀλλὰ δι' ἀγάπην ἔχεται τῶν ἐντολῶν. αὐτό, φησί, τ

 διαχωριστικὴν ἔχει δύναμιν 25.3 ἐνεργειῶν ὑλικῶν. ἐπεὶ δὲ τὰ μὲν ἐξ ἀγεννήτου καὶ ἀφθάρτου γέγονεν, τὰ σπερματικὰ ζωῆς, <συνάγεται ὡς> ὁ πυρὸς καὶ ἀπο

 ἀγρεύει τοὺς ἰχθῦς, καὶ ὡς ἡ γῆ κοινή, ἀλλ' ὃ μὲν ὁδεύει, ὃ δὲ ἀροῖ, θηρᾷ δὲ ἕτερος, καί τις ἄλλος μέταλλα ἐρευνᾷ, ὃ δὲ οἰκο δομεῖ, οὕτως καὶ τῆς γραφ

 34.1 * * ἣν τόποι μὲν καθαροὶ καὶ λειμῶνες ἐδέξαντο, φωνὰς καί τινας ὄψεις ἁγίων φασμάτων <ἔχοντες>, ἄνθρωπος δὲ ὁ ἀκριβῶς κεκαθαρμένος ἅπας διδασκαλί

 ἐδούλευσέν μοι· κατὰ διαθήκην οὐκ ἔγνων. 43.2 Υἱοὶ ἀλλότριοι· τὰ τοῦ ἄλλου ἐζηλωκότες.

 πρωτόκτιστοι, μεθ' οὓς καὶ οἱ ἅγιοι πρὸ νόμου ἄνθρωποι, ὡς οἱ πατριάρχαι, καὶ Μωυσῆς καὶ οἱ προφῆται, εἶτα καὶ οἱ ἀπόστολοι.

 ἐκεῖνος ὁ ἐπὶ τοῦ ἡλίου ἐπὶ τὸ μεῖζον <ἐλεύσεται>, ἐφ' ὃ μετῆλθεν <ὁ> πρὸ α<ὐ>το<ῦ> ἐν τῷ αὐτῷ. καὶ πάλιν ἐπαναβησόμενοι 56.7 κ<ατὰ> προκοπὴν ἀφίξοντα

πρωτόκτιστοι, μεθ' οὓς καὶ οἱ ἅγιοι πρὸ νόμου ἄνθρωποι, ὡς οἱ πατριάρχαι, καὶ Μωυσῆς καὶ οἱ προφῆται, εἶτα καὶ οἱ ἀπόστολοι.

52.2 "Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα." στερέωμα λέγει

τὸν θεὸν τὸν ἀπαθῆ καὶ ἀμετάβλητον, ὡς καὶ ἀλλαχῇ ὁ αὐτὸς ∆αβίδ· "ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου, κύριος στερέωμά μου καὶ 52.3 καταφυγή μου." τὴν ποίησιν οὖν τῶν χειρῶν αὐτοῦ αὐτὸ τὸ στε ρέωμα ἀναγγέλλει, τοῦτ' ἔστιν δείκνυσι καὶ φαίνει τὴν ποίησιν τῶν ἀγγέλων αὐτοῦ· ἀναγγέλλει γὰρ καὶ δείκνυσιν οὓς ἐποίησεν. 53.1 "Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα." ὡς οἱ οὐρανοὶ πολλαχῶς, οὕτως καὶ ἡ ἡμέρα. ῥῆμα δὲ ὁ κύριος, καὶ ὁ αὐτὸς δὲ ἡμέρα πολλαχῇ 53.2 εἴρηται. "καὶ νὺξ νυκτὶ ἀναγγέλλει γ<νῶ>σιν." ὁ διάβολος ᾔδει ἐλευ σόμενον τὸν κύριον, εἰ δὲ <ὁ Ἰησοῦς> αὐτὸς εἴη, οὐκ ἠπίστατο· διὸ καὶ ἐπείραζεν α<ὐτόν>, ἵνα γνῷ· † εἰ δυνατός ἐστιν, ἐᾶν φησι· "καὶ ἀπέστη ἀπ' αὐτοῦ εἰς καιρόν", τουτέστιν ἀνεβάλλετο τὴν εὕρεσιν εἰς τὴν ἀνάστασιν. ᾔδει γὰρ τοῦτον εἶναι τὸν κύριον τὸν ἀναστησό 53.3 μενον. ὁμοίως καὶ οἱ δαίμονες, ἐπεὶ καὶ Σολομῶνα ὑπώπτευσαν 53.4 εἶναι τὸν κύριον, ἔγνωσαν δὲ μὴ εἶναι, ἁμαρτόντος αὐτοῦ. "νὺξ νυκτί·" πάντες οἱ δαίμονες ἔγνωσαν ὅτι κύριος ἦν ὁ ἀναστὰς μετὰ τὸ πάθος. ἤδη δὲ καὶ Ἐνώχ φησιν τοὺς παραβάντας ἀγγέλους διδάξαι τοὺς ἀνθρώπους ἀστρονομίαν καὶ μαντικὴν καὶ τὰς ἄλλας τέχνας.

54.1 "Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν", οὔτε

τῶν ἡμερῶν οὔτε τῶν νυκτῶν. "εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν 54.2 ὁ φθόγγος αὐτῶν." μετήνεγκεν τὸν λόγον ἐπὶ μόνους τοὺς ἁγίους, οὓς οὐρανούς τε εἴρηκεν καὶ ἡμέρας. 55.1 Οἱ ἀστέρες, σώματα πνευματικά, κεκοινωνηκότα ἀγγέλοις ἐφε στῶσι διοικούμενα, οὐκ αἴτια γενέσεως, σημαντικὰ δὲ τῶν γινομένων τε καὶ ἐσομένων καὶ γενομένων ἐπί τε τροπῶν ἀέρων ἐπί τε εὐφο ρίας καὶ ἀκαρπίας ἐπί τε λοιμῶν καὶ φλογμῶν ἐπί τε τῶν ἀνθρώ 55.2 πων. οὐδ' ὄναρ τὰς ἐνεργείας ποιεῖ τὰ ἄστρα, σημαίνει δὲ "τά τ' ἐόντα, τά τ' ἐ<σ>σόμενα, πρό τ' ἐόντα".

56.1 "Καὶ ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ." ἐνταῦθα ὑπερ <β>ατόν ἐστι·

περὶ γὰρ τῆς παρουσίας τῆς δευτέρας <ὁ> λόγος. οὕτως οὖν ἀναγνωστέον τὸ ὑπερβατὸν κατὰ ἀκολουθίαν. "καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευό<μ>ε<νο>ς ἐκ παστοῦ αὐτοῦ ἀγαλλιάσεται ὡς γίγας <δραμε>ῖν ὁδὸν αὐτοῦ. ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος <αὐτο>ῦ· οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ." καὶ τότε· "ἐν τῷ 56.2 ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ." ἔνιοι μὲν οὖν φασι τὸ σῶμα τοῦ κυρίου ἐν τῷ ἡλίῳ αὐτὸν ἀποτίθεσθαι, ὡς Ἑρμογένης, σῶμα δὲ λέ γουσιν οἳ μὲν τὸ σκῆνος αὐτοῦ, οἳ δὲ τὴν τῶν πιστῶν ἐκκλησίαν, ὁ Πάνταινος δὲ * ἡμῶν ἔλεγεν "ἀορίστως τὴν προφητείαν ἐκφέρειν τὰς λέξεις ὡς ἐπὶ τὸ πλεῖστον καὶ τῷ ἐνεστῶτι ἀντὶ τοῦ μέλλοντος χρῆσθαι χρόνῳ καὶ πάλιν τῷ ἐνεστῶτι ἀντὶ τοῦ παρῳχηκότος", ὃ 56.3 καὶ νῦν φαίνεται. τὸ γὰρ "ἔθετο" καὶ ἐπὶ τοῦ παρῳχηκότος καὶ ἐπὶ τοῦ ἐσομένου τάσσεται· ἐπὶ μὲν τοῦ ἐσομένου, ὅτι πληρωθείσης ταύ της τῆς κατὰ τὴν παροῦσαν κατάστασιν περιόδου ὁ κύριος ἐλεύσεται πρὸς τοὺς δικαίους τοὺς πιστούς, οἷς ἐπαναπαύεται καθάπερ σκηνῇ· ἓν γὰρ σῶμα οἱ πάντες ἐκ τοῦ αὐτοῦ γένους τὴν αὐτὴν πίστιν καὶ δικαιοσύνην ἑλόμενοι, εἰς τὴν αὐτὴν ἑνότητα ἀποκαταστησόμενοι· 56.4 ἀλλ' οἳ μὲν ὡς κεφαλή, οἳ δὲ ὡς ὀφθαλμοί, οἳ δὲ ὡς ὦτα, οἳ δὲ ὡς χεῖρες, οἳ δὲ ὡς στήθη, οἳ δὲ ὡς πόδες ἐν ἡλίῳ τεθήσονται φωτει νοί, "λάμψαντες ὡς ὁ ἥλιος" ἢ ἐν ἡλίῳ, ἐπεὶ ἀρχοντικὸς ἄγγελος ἐν 56.5 ἡλίῳ· εἰς ἀρχὴν γὰρ ἡμερῶν τέτακται, καθάπερ ἡ σελήνη εἰς τὸ ἄρ 56.6 χειν νυκτός· ἡμέραι δὲ ἄγγελοι ἐκλήθησαν. μετὰ τῶν μεθ' ἡλίου ἀγγέλων, φησί, ταγήσονται (ἓν ὥσπερ κεφαλὴ σώματος, ὄντος ἑνός, ὁ ἥλιος), ἐσόμενοί ποτε κατά τινα περίοδ<ον> καὶ αὐτοὶ ἄρχοντες ἡμερῶν, ὡς