Eclogae propheticae

 7.1 Αὐτίκα δι' ὕδατος καὶ πνεύματος ἡ ἀναγέννησις, καθάπερ καὶ 7.2 ἡ

 ἐμβληθῇ, τὸ προενοικῆσαν ἀκάθαρ 12.9 τον πνεῦμα, συμπαραλαμβάνον ἄλλα ἑπτὰ ἀκάθαρτα πνεύματα. διὸ κενώσαντας τῶν κακῶν δεῖ πληρῶσαι τὴν ψυχὴν τοῦ ἀγαθ

 αἰδούμενος ἤδη δι' ἀγάπην ὃν ἐφο 19.2 βεῖτο πρότερον· οὐ γὰρ ἔτι διὰ φόβον ἀπέχεται τῶν ἀφεκτέων, ἀλλὰ δι' ἀγάπην ἔχεται τῶν ἐντολῶν. αὐτό, φησί, τ

 διαχωριστικὴν ἔχει δύναμιν 25.3 ἐνεργειῶν ὑλικῶν. ἐπεὶ δὲ τὰ μὲν ἐξ ἀγεννήτου καὶ ἀφθάρτου γέγονεν, τὰ σπερματικὰ ζωῆς, <συνάγεται ὡς> ὁ πυρὸς καὶ ἀπο

 ἀγρεύει τοὺς ἰχθῦς, καὶ ὡς ἡ γῆ κοινή, ἀλλ' ὃ μὲν ὁδεύει, ὃ δὲ ἀροῖ, θηρᾷ δὲ ἕτερος, καί τις ἄλλος μέταλλα ἐρευνᾷ, ὃ δὲ οἰκο δομεῖ, οὕτως καὶ τῆς γραφ

 34.1 * * ἣν τόποι μὲν καθαροὶ καὶ λειμῶνες ἐδέξαντο, φωνὰς καί τινας ὄψεις ἁγίων φασμάτων <ἔχοντες>, ἄνθρωπος δὲ ὁ ἀκριβῶς κεκαθαρμένος ἅπας διδασκαλί

 ἐδούλευσέν μοι· κατὰ διαθήκην οὐκ ἔγνων. 43.2 Υἱοὶ ἀλλότριοι· τὰ τοῦ ἄλλου ἐζηλωκότες.

 πρωτόκτιστοι, μεθ' οὓς καὶ οἱ ἅγιοι πρὸ νόμου ἄνθρωποι, ὡς οἱ πατριάρχαι, καὶ Μωυσῆς καὶ οἱ προφῆται, εἶτα καὶ οἱ ἀπόστολοι.

 ἐκεῖνος ὁ ἐπὶ τοῦ ἡλίου ἐπὶ τὸ μεῖζον <ἐλεύσεται>, ἐφ' ὃ μετῆλθεν <ὁ> πρὸ α<ὐ>το<ῦ> ἐν τῷ αὐτῷ. καὶ πάλιν ἐπαναβησόμενοι 56.7 κ<ατὰ> προκοπὴν ἀφίξοντα

ἐδούλευσέν μοι·" κατὰ διαθήκην οὐκ ἔγνων. 43.2 "Υἱοὶ ἀλλότριοι·" τὰ τοῦ ἄλλου ἐζηλωκότες.

44.1 "Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ." βασιλεῖς πάντες

λέγονται οἱ πιστοί, <κεκλημένοι> εἰς βασιλείαν κατά <τε τὴν ἐπίγνωσιν> κατά τε τὴν κληρονομίαν. "Ἡ μακροθυμία γλυκύτης ἐστὶν ὑπὲρ τὸ μέλι", οὐχ ὅτι ἐστὶ μακροθυμία, ἀλλὰ κατὰ τὸν καρπὸν τῆς μακροθυμίας, ἐπεὶ οὐδὲ ὁ ἐγκρατής ἐστιν ἀπαθής, κρατῶν οὐκ ἀπόνως τῶν παθῶν· ὅταν δὲ ἕξις γένηται, οὐκέτι ἐγκρατής, ἐν μιᾷ ἕξει τῷ ἁγίῳ πνεύματι γενο μένου τοῦ ἀνθρώπου. "Πνεύματα·" λέγεται τὰ πάθη τὰ ἐν τῇ ψυχῇ οὐκ ἐξ οὐσίας πνεύματα, ἐπεὶ ἔσται ἐμπαθὴς ἄνθρωπος λεγεὼν δαιμόνων, ἀλλὰ 46.2 κατὰ τὴν προτροπήν. ἡ γὰρ αὐτὴ ψυχὴ κατὰ μεταβολὰς ἄλλας καὶ ἄλλας ποιότητας κακίας ἀναδεχομένη πνεύματα λέγεται ἀνει ληφέναι.

47.1 Ὁ λόγος τῆς κτήσεως ἀφίστασθαι οὐ κελεύει, ἀλλ' ἀπροσπαθῶς διοικεῖν

τὴν κτῆσιν, ἐπισυμβάντος δέ τινος μὴ ἀγανακτεῖν μηδὲ λυ πεῖσθαι μηδὲ ἐπιθυμεῖν κτήσασθαι· τῆς ἐν πάθει γὰρ κτήσεως ἀφί στασθαι κελεύει καὶ πάσης προσπαθείας. Ἡ θεία πρόνοια <ο>ὐ <κ>αταστρέφει ἐπὶ μόνους τοὺς ἐν σαρκί. αὐτίκα ὁ Πέτρος ἐν τῇ Ἀποκαλύψει φησὶν "τὰ βρέφη ἐξαμβλωθέντα τῆς ἀμείνονος ἐσόμενα μοίρας, ταῦτα ἀγγέλῳ τημελούχῳ παρα δίδοσθαι, ἵνα γνώσεως μεταλαβόντα τῆς ἀμείνονος τύχῃ μονῆς, 48.2 παθόντα ἃ ἂν ἔπαθεν καὶ ἐν σώματι γενόμενα." τὰ δ' ἕτερα μόνης τῆς σωτηρίας τεύξεται, ὡς ἠδικημένα ἐλεηθέντα, καὶ μενεῖ ἄνευ κολάσεως, τοῦτο γέρας λαβόντα.

49.1 "Τὸ δὲ γάλα τῶν γυναικῶν, ῥέον ἀπὸ τῶν μαστῶν καὶ πηγνύ μενον",

φησὶν ὁ Πέτρος ἐν τῇ Ἀποκαλύψει, "γεννήσει θηρία λεπτὰ σαρκοφάγα καὶ ἀνατρέχοντα εἰς αὐτὰς κατεσθίει", διὰ τὰς ἁμαρτίας 49.2 γίνεσθαι τὰς κολάσεις διδάσκων. ἐκ τῶν ἁμαρτιῶν γεννᾶσθαι αὐτάς φησιν, ὡς διὰ τὰς ἁμαρτίας ἐπράθη ὁ λαός, καὶ "διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν", ὥς φησιν ὁ ἀπόστολος, "ὑπὸ τῶν ὄφεων ἐδά κνοντο".

50.1 Ἔλεγεν πρεσβύτης ζῷον εἶναι τὸ κατὰ γαστρός. εἰσιοῦσαν γὰρ τὴν

ψυχὴν εἰς τὴν μήτραν ἀπὸ τῆς καθάρσεως ηὐτρεπισμένην εἰς σύλληψιν καὶ εἰσκριθεῖσαν ὑπό τινος τῶν τῇ γενέσει ἐφεστώτων ἀγγέλων προγινώσκοντος τὸν καιρὸν τῆς συλλήψεως κινεῖν πρὸς συνουσίαν τὴν γυναῖκα, καταβληθέντος δὲ τοῦ σπέρματος ὡς εἰπεῖν ἐξοικειοῦσθαι τὸ ἐν τῷ σπέρματι πνεῦμα καὶ οὕτως συλλαμβάνεσθαι 50.2 τῇ πλάσει. † μαρτύριον ὠνόμασεν πᾶσιν. καὶ ὁπηνίκα ἂν εὐαγγελίζων ται οἱ ἄγγελοι τὰς στείρας, οἷον προεισκρίνουσι τῆς συλλήψεως τὰς ψυχάς· καὶ ἐν <τῷ εὐ>αγγελίῳ "τὸ βρέφος ἐσκίρτησεν" ὡς ἔμψυχον. 50.3 * * καὶ αἱ στεῖραι διὰ τοῦτό εἰσι στεῖραι, ὡς ἂν μὴ εἰσκρινομένης τῆς ψυχῆς τὴν τοῦ σπέρματος καταβολὴν συναγούσης εἰς κατοχὴν συλλήψεως καὶ γεννήσεως.

51.1 "Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ." οἱ οὐρανοὶ λέγονται πολλαχῶς, καὶ

οἱ κατὰ διάστημα καὶ περίοδον καὶ ἡ κατὰ δια θήκην τῶν πρωτοκτίστων ἀγγέλων ἐνέργεια προσεχής· κυριω τέρᾳ γὰρ παρουσίᾳ ἀγγέλων αἱ διαθῆκαι ἐνηργήθησαν ἡ ἐπὶ Ἀδάμ, 51.2 ἡ ἐπὶ Νῶε, ἡ ἐπὶ Ἀβραάμ, ἡ ἐπὶ Μωυσέως. διὰ γὰρ τοῦ κυρίου κινηθέντες <οἱ> πρωτόκτιστοι ἄγγελοι ἐνήργουν εἰς τοὺς προσ εχεῖς τοῖς προφήταις ἀγγέλους <δι>ηγούμενοι "δόξαν θεοῦ", τὰς δια θήκας. ἀλλὰ καὶ τὰ ἔργα τὰ κατὰ τὴν γῆν γενόμενα ὑπ' ἀγγέλων 52.1 διὰ τῶν πρωτοκτίστων ἀγγέλων ἐγένοντο εἰς "δόξαν θεοῦ". καλοῦν ται δὲ οὐρανοὶ κυρίως μὲν ὁ κύριος, ἔπειτα δὲ καὶ οἱ