Eclogae propheticae

 7.1 Αὐτίκα δι' ὕδατος καὶ πνεύματος ἡ ἀναγέννησις, καθάπερ καὶ 7.2 ἡ

 ἐμβληθῇ, τὸ προενοικῆσαν ἀκάθαρ 12.9 τον πνεῦμα, συμπαραλαμβάνον ἄλλα ἑπτὰ ἀκάθαρτα πνεύματα. διὸ κενώσαντας τῶν κακῶν δεῖ πληρῶσαι τὴν ψυχὴν τοῦ ἀγαθ

 αἰδούμενος ἤδη δι' ἀγάπην ὃν ἐφο 19.2 βεῖτο πρότερον· οὐ γὰρ ἔτι διὰ φόβον ἀπέχεται τῶν ἀφεκτέων, ἀλλὰ δι' ἀγάπην ἔχεται τῶν ἐντολῶν. αὐτό, φησί, τ

 διαχωριστικὴν ἔχει δύναμιν 25.3 ἐνεργειῶν ὑλικῶν. ἐπεὶ δὲ τὰ μὲν ἐξ ἀγεννήτου καὶ ἀφθάρτου γέγονεν, τὰ σπερματικὰ ζωῆς, <συνάγεται ὡς> ὁ πυρὸς καὶ ἀπο

 ἀγρεύει τοὺς ἰχθῦς, καὶ ὡς ἡ γῆ κοινή, ἀλλ' ὃ μὲν ὁδεύει, ὃ δὲ ἀροῖ, θηρᾷ δὲ ἕτερος, καί τις ἄλλος μέταλλα ἐρευνᾷ, ὃ δὲ οἰκο δομεῖ, οὕτως καὶ τῆς γραφ

 34.1 * * ἣν τόποι μὲν καθαροὶ καὶ λειμῶνες ἐδέξαντο, φωνὰς καί τινας ὄψεις ἁγίων φασμάτων <ἔχοντες>, ἄνθρωπος δὲ ὁ ἀκριβῶς κεκαθαρμένος ἅπας διδασκαλί

 ἐδούλευσέν μοι· κατὰ διαθήκην οὐκ ἔγνων. 43.2 Υἱοὶ ἀλλότριοι· τὰ τοῦ ἄλλου ἐζηλωκότες.

 πρωτόκτιστοι, μεθ' οὓς καὶ οἱ ἅγιοι πρὸ νόμου ἄνθρωποι, ὡς οἱ πατριάρχαι, καὶ Μωυσῆς καὶ οἱ προφῆται, εἶτα καὶ οἱ ἀπόστολοι.

 ἐκεῖνος ὁ ἐπὶ τοῦ ἡλίου ἐπὶ τὸ μεῖζον <ἐλεύσεται>, ἐφ' ὃ μετῆλθεν <ὁ> πρὸ α<ὐ>το<ῦ> ἐν τῷ αὐτῷ. καὶ πάλιν ἐπαναβησόμενοι 56.7 κ<ατὰ> προκοπὴν ἀφίξοντα

ἐκεῖνος ὁ ἐπὶ τοῦ ἡλίου ἐπὶ τὸ μεῖζον <ἐλεύσεται>, ἐφ' ὃ μετῆλθεν <ὁ> πρὸ α<ὐ>το<ῦ> ἐν τῷ αὐτῷ. καὶ πάλιν ἐπαναβησόμενοι 56.7 κ<ατὰ> προκοπὴν ἀφίξονται ἐπὶ τὴν πρώτην μονήν. <ἀλλὰ> κατὰ τὸν παρῳχηκότα "ἔθετο" τοὺς [τε] πρωτοκτίστους ἀγγέλους εἰς τὸ μηκέτι κατὰ τὴν πρόνοιαν τῷ ὡρισμένῳ λειτουργεῖν, ἀλλ' εἶναι ἐν ἀναπαύσει καὶ πρὸς μόνῃ τῇ θεωρίᾳ τοῦ θεοῦ· οἱ δὲ προσεχέστεροι τούτοις προκόψουσιν εἰς ἣν ἐκεῖνοι ἀπολελοίπασι τάξιν, καὶ οὕτως οἱ ὑποβεβηκότες ἀναλόγως. 57.1 Εἰσὶν οὖν κατὰ τὸν ἀπόστολον οἱ ἐν τῇ ἄκρᾳ ἀποκαταστάσει πρωτόκτιστοι· "θρόνοι" δ' ἂν εἶεν, καίτοι δυνάμεις ὄντες, οἱ πρω τόκτιστοι διὰ τὸ ἀναπαύεσθαι ἐν αὐτοῖς τὸν θεόν, ὡς καὶ ἐν τοῖς 57.2 πιστεύουσιν. ἕκαστος γὰρ κατὰ τὴν ἰδίαν προκοπὴν οἰκείαν ἔχει τὴν περὶ θεοῦ γνῶσιν, ἐφ' ᾗ γνώσει ἀναπαύεται ὁ θεός, ἀιδίων γενο 57.3 μένων διὰ τῆς γνώσεως τῶν ἐγνωκότων. καὶ μή τι τὸ "ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ" οὕτως ἐξακούεται· ἐν τῷ ἡλίῳ ἔθετο, τουτέστιν ἐν [τῷ θεῷ,] τῷ ἢλ ἤγουν θεῷ, ὡς ἐν τῷ εὐαγγελίῳ "ἠλὶ 57.4 ἠλὶ" ἀντὶ τοῦ "θεέ μου, θεέ μου". καὶ τὸ "ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου" οἱ τελειωθέντες εἰσὶν ἐξ ἀνθρώπων, ἀγγέλων, ἀρχαγγέλων εἰς τὴν πρω 57.5 τόκτιστον τῶν ἀγγέλων φύσιν. οἱ γὰρ ἐξ ἀνθρώπων εἰς ἀγγέλους μεταστάντες χίλια ἔτη μαθητεύονται ὑπὸ τῶν ἀγγέλων, εἰς τελειό τητα ἀποκαθιστάμενοι· εἶτα οἱ μὲν διδάξαντες μετατίθενται εἰς ἀρχαγγελικὴν ἐξουσίαν, οἱ μαθόντες δὲ τοὺς ἐξ ἀνθρώπων αὖθις μεθισταμένους εἰς ἀγγέλους μαθητεύουσιν, ἔπειτα οὕτως περιόδοις ῥηταῖς ἀποκαθίστανται τῇ οἰκεία τοῦ σώματος ἀγγελοθεσία.

58.1 "Ὁ νόμος τοῦ θεοῦ ἄμωμος, ἐπιστρέφων ψυχάς." "νόμος καὶ λόγος"

αὐτὸς ὁ σωτὴρ λέγεται, ὡς Πέτρος ἐν Κηρύγματι καὶ ὁ προ φήτης· "ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερου σαλήμ." "Ἡ μαρτυρία κυρίου πιστή, σοφίζουσα νήπια", ἡ διαθήκη κυρίου ἀληθής, σοφίζουσα νηπίους, τοὺς ἀκάκους τούς τε ἀποστόλους, ἔπειτα 59.2 καὶ ἡμᾶς. ἀλλὰ καὶ ἡ αὐτοῦ τοῦ κυρίου μαρτυρία, καθ' ἣν παθὼν ἀνέστη, ἀληθὴς γενομένη κατὰ τὸ ἔργον αὐτό, εἰς βεβαίωσιν πίστεως ἤγαγεν τὴν ἐκκλησίαν. 60.1 "Ὁ φόβος κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος." τοὺς ἐκ φόβου εἰς πίστιν ἐπιστραφέντας καὶ δικαιοσύνην εἰς αἰῶνα παρα 60.2 μένειν λέγει. "τὰ κρίματα κυρίου ἀληθινά", βέβαια καὶ ἀμετακίνητα, κατ' ἀξίαν ἀπονεμητικὰ καὶ "εἰς τὴν ἑνότητα τῆς πίστεως" ἀποκα 60.3 θιστάντα τοὺς δικαίους. τοῦτο γὰρ σημαίνει τὸ "δεδικαιωμένα ἐπὶ τὸ αὐτό". τὰ τοιαῦτα "ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον".

61.1 "Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά·" οὐχ ὅτι δοῦλος οἷον ∆αβίδ, ἀλλὰ

πᾶς ὁ λαὸς ὁ σῳζόμενος, δοῦλος θεοῦ δι' ὑπακοὴν ἐντο λῆς κεκλημένος. "Ἐκ τῶν κρυφίων μου καθάρισόν με·" τῶν ἐννοιῶν τῶν παρὰ τὸν ὀρθὸν λόγον, τῶν ἐγκαταλειμμάτων. ταῦτα γὰρ "ἀλλότρια" λέγει δικαίου. "Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι." ἐπ' ἴσης τῷ· ἐὰν μή μου κατακυριεύσωσιν οἱ διώκοντές με ὥσπερ τὸν κύριον, οὐκ ἔσομαι ἄμωμος· οὐ γὰρ μάρτυς γίνεταί τις, ἐὰν μὴ διωχθῇ, οὐδὲ δίκαιος φαίνεται, ἐὰν μὴ ἀδικηθεὶς μὴ ἀνταδικήσῃ, οὐδὲ μὴν ἀνεξί κακος, * * * * "Κύριε, σῶσον τὸν βασιλέα", τουτέστι τὸν εἰς βασιλείαν κεχρι σμένον λαόν· οὐ γὰρ μόνον τὸν ∆αβίδ· διὸ καὶ ἐπάγει· "καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε." Τὸ ἀναβῆναι ἐπὶ τὴν καρδίαν τὸ καλὸν ὑπὸ τῆς γραφῆς λέγεται τὸ νικῆσαι τὴν καλὴν βουλήν.