Eclogae propheticae

 7.1 Αὐτίκα δι' ὕδατος καὶ πνεύματος ἡ ἀναγέννησις, καθάπερ καὶ 7.2 ἡ

 ἐμβληθῇ, τὸ προενοικῆσαν ἀκάθαρ 12.9 τον πνεῦμα, συμπαραλαμβάνον ἄλλα ἑπτὰ ἀκάθαρτα πνεύματα. διὸ κενώσαντας τῶν κακῶν δεῖ πληρῶσαι τὴν ψυχὴν τοῦ ἀγαθ

 αἰδούμενος ἤδη δι' ἀγάπην ὃν ἐφο 19.2 βεῖτο πρότερον· οὐ γὰρ ἔτι διὰ φόβον ἀπέχεται τῶν ἀφεκτέων, ἀλλὰ δι' ἀγάπην ἔχεται τῶν ἐντολῶν. αὐτό, φησί, τ

 διαχωριστικὴν ἔχει δύναμιν 25.3 ἐνεργειῶν ὑλικῶν. ἐπεὶ δὲ τὰ μὲν ἐξ ἀγεννήτου καὶ ἀφθάρτου γέγονεν, τὰ σπερματικὰ ζωῆς, <συνάγεται ὡς> ὁ πυρὸς καὶ ἀπο

 ἀγρεύει τοὺς ἰχθῦς, καὶ ὡς ἡ γῆ κοινή, ἀλλ' ὃ μὲν ὁδεύει, ὃ δὲ ἀροῖ, θηρᾷ δὲ ἕτερος, καί τις ἄλλος μέταλλα ἐρευνᾷ, ὃ δὲ οἰκο δομεῖ, οὕτως καὶ τῆς γραφ

 34.1 * * ἣν τόποι μὲν καθαροὶ καὶ λειμῶνες ἐδέξαντο, φωνὰς καί τινας ὄψεις ἁγίων φασμάτων <ἔχοντες>, ἄνθρωπος δὲ ὁ ἀκριβῶς κεκαθαρμένος ἅπας διδασκαλί

 ἐδούλευσέν μοι· κατὰ διαθήκην οὐκ ἔγνων. 43.2 Υἱοὶ ἀλλότριοι· τὰ τοῦ ἄλλου ἐζηλωκότες.

 πρωτόκτιστοι, μεθ' οὓς καὶ οἱ ἅγιοι πρὸ νόμου ἄνθρωποι, ὡς οἱ πατριάρχαι, καὶ Μωυσῆς καὶ οἱ προφῆται, εἶτα καὶ οἱ ἀπόστολοι.

 ἐκεῖνος ὁ ἐπὶ τοῦ ἡλίου ἐπὶ τὸ μεῖζον <ἐλεύσεται>, ἐφ' ὃ μετῆλθεν <ὁ> πρὸ α<ὐ>το<ῦ> ἐν τῷ αὐτῷ. καὶ πάλιν ἐπαναβησόμενοι 56.7 κ<ατὰ> προκοπὴν ἀφίξοντα

ἀγρεύει τοὺς ἰχθῦς, καὶ ὡς ἡ γῆ κοινή, ἀλλ' ὃ μὲν ὁδεύει, ὃ δὲ ἀροῖ, θηρᾷ δὲ ἕτερος, καί τις ἄλλος μέταλλα ἐρευνᾷ, ὃ δὲ οἰκο δομεῖ, οὕτως καὶ τῆς γραφῆς ἀναγινωσκομένης ὃ μὲν εἰς πίστιν, ὃ δὲ εἰς ἦθος ὠφελεῖται, ἀφαιρεῖται δὲ ἄλλος δεισιδαιμονίαν διὰ τῆς ἐπιγνώσεως 28.2 τῶν πραγμάτων· ὁ δὲ ἀθλητής, γνωρίσας τὸ στάδιον τὸ Ὀλυμπιακόν, ἐπαποδύεται τῇ διδασκαλίᾳ καὶ ἀγωνίζεται καὶ νικηφόρος γίνεται, τοὺς ἀντιπάλους καὶ κατατρέχοντας τῆς γνωστικῆς ὁδοῦ παρακρουσά 28.3 μενος καὶ καταγωνισάμενος. ἀναγκαία γὰρ ἡ γνῶσις καὶ πρὸς ψυχῆς γυμνασίαν καὶ πρὸς σεμνότητα ἤθους, ἀξιεντρεπτοτέρους ποιοῦσα τοὺς πιστοὺς καὶ τῶν πραγμάτων ἀκριβεῖς θεατάς. ὡς γὰρ οὐκ ἔστι πιστεῦσαι ἄνευ κατηχήσεως, οὕτως οὐδὲ καταλαβέσθαι ἄνευ γνώσεως.

29.1 <Ὄν>των γὰρ εὐχρήστων καὶ ἀναγκαίων εἰς σωτηρίαν, οἷον πατρὸς καὶ

υἱοῦ καὶ ἁγίου πνεύματος, ἀλλὰ καὶ τῆς ἡμετέρας ψυχῆς, δεῖ πάντως καὶ τὸν περὶ αὐτῶν λόγον, ὅς ἐστι γνωστικός, εὔχρηστον 29.2 ὁμοῦ καὶ ἀναγκαῖον τυγχάνειν. τοῖς δὲ καὶ τὴν προστασίαν ἐπανῃ ρημένοις τοῦ ὠφελεῖν εὔχρηστος ἡ πολυπειρία πρὸς τὸ μὴ διαλαθεῖν τι τῶν δοκούντων παρ' ἄλλοις ἀναγκαίως καὶ πολυμαθῶς ἐπεγνῶσθαι. 29.3 φέρει δὲ καὶ ἄλλως συγγυμνασίαν ψυχῆς ζητητικῆς ἡ τῆς ἑτεροδόξου διδασκαλίας ἔκθεσις, καὶ ἀνεξαπάτητον τῆς ἀληθοῦς τηρεῖ τὸν μαθη τήν, περισαλπίζεσθαι πάντοθεν ἤδη προμεμελετηκότα τοῖς πολεμι κοῖς ὀργάνοις.

30.1 Τοῦ γνωστικοῦ μόνου, καθάπερ λέγουσι τὴν Κρήτην ἄγονον εἶναι

θηρίων ὀλεθρίων, ὁ βίος καθαρὸς ἀπὸ παντὸς πονηροῦ ἔργου τε καὶ νοήματος καὶ λόγου, οὐδὲ ἐχθρὸν ἔχοντος τὸ παράπαν, ἀλλὰ καὶ φθόνου καὶ μίσους καὶ βλασφημίας πάσης καὶ διαβολῆς ἐκτὸς ὄντος. Ἐν πολλῷ δὲ τῷ βίῳ μακαριστὸς οὐ διὰ τὸ μακρὸν [γενόμενος] ζῆν, ᾧ γε καὶ διὰ τὸ ζῆσαι εὖ ὑπῆρξεν ἀξίῳ τοῦ ζῆν ἀεὶ γενέσθαι. 31.2 οὐδένα λελύπηκεν, ὅτι μὴ τῷ λόγῳ παιδεύων τοὺς ἡλκωμένους τὴν καρδίαν, καθάπερ μέλιτι σωτηρίῳ, γλυκεῖ τε ὄντι καὶ δηκτικῷ. ὥστε παντὸς μᾶλλον ὁ γνωστικὸς τὸ πρέπον ἂν μετὰ τοῦ κατὰ λόγον 31.3 φυλάσσοι. τοῦ γὰρ ἐμπαθοῦς παντὸς περιτμηθέντος καὶ περιαι ρεθέντος ἁπάσης τῆς ψυχῆς τῷ κρατίστῳ, καθαρῷ γενομένῳ καὶ ἠλευθερωμένῳ εἰς υἱοθεσίαν, τοῦ λοιποῦ σύνεστίν τε καὶ βιοῖ.

32.1 Πυθαγόρας ἠξίου μὴ μόνον λογιώτατον, ἀλλὰ καὶ πρεσβύτατον 32.2

ἡγεῖσθαι τῶν σοφῶν τὸν θέμενον τὰ ὀνόματα τοῖς πράγμασι. δεῖ τοίνυν τὰς γραφὰς ἀκριβῶς διερευνωμένους, ἐπειδὴ ἐν παραβολαῖς εἰρῆσθαι ἀνωμολόγηνται, ἀπὸ τῶν ὀνομάτων θηρᾶσθαι τὰς δόξας, ἃς τὸ ἅγιον πνεῦμα περὶ τῶν πραγμάτων ἔχον, εἰς τὰς λέξεις ὡς εἰπεῖν τὴν αὑτοῦ διάνοιαν ἐκτυπωσάμενον, διδάσκει, ἵνα ἡμῖν ἀκρι βῶς ἐξεταζόμενα διαπτύσσηται μὲν τὰ ὀνόματα πολυσήμως εἰρημένα, τὸ δ' ἐγκεκρυμμένον ἐν πολλοῖς τοῖς σκέπουσι ψηλαφώμενον καὶ 32.3 καταμανθανόμενον ἐκφαίνηται καὶ ἀναλάμψῃ. [οὕτ]ὡς γὰρ καὶ ὁ μόλιβδος τοῖς τρίβουσιν ἐξανθεῖ λευκὸν ἐκ μέλανος, τὸ ψιμύθιον, οὕτως καὶ ἡ γνῶσις, φέγγος καὶ λαμπρότητα καταχέουσα τῶν πρα γμάτων, ἡ τῷ ὄντι θεία σοφία εἴη ἄν, τὸ φῶς τὸ εἰλικρινές, τὸ φωτίζον τοὺς καθαροὺς τῶν ἀνθρώπων ὡς κόρην ὀφθαλμοῦ εἰς ὄψιν καὶ κατάληψιν τῆς ἀληθείας βεβαίαν.

33.1 Ἀναψάμενοι τοίνυν τῆς ἀρχῆς τοῦ φωτὸς ἐκείνου ἐκ τοῦ πόθου τοῦ περὶ

αὐτὸ <αὐτῷ> ὡς ἔνι μάλιστα ἐξομοιοῦσθαι πειρώμενοι, 33.2 φωτὸς ἔμπλεοι, φῶτες Ἰσραηλῖται τῷ ὄντι γινόμεθα. φίλους γὰρ εἶπεν καὶ ἀδελφοὺς τοὺς ἐχομένους τῆς πρὸς τὸ θεῖον ἀφομοιώσεως κατὰ ἐπιθυμίαν καὶ δίωξιν.