1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

5

με. 13a.t ιγ ὅτι χωρὶς πατρὸς ἐπὶ γῆς καὶ μιξέως- 13a.1 Ιερεμιας λέγει· οἴμοι ἐγὼ μῆτερ· ὡς τίνα με τέτοκας ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ. 13a.2 Καὶ ∆αυιδ λέγει ἐν τῷ κα ψαλμῷ· Ὁ Θεὸς ὁ Θεός μου πρόσχες μοι. Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ. 13a.3 Καὶ ∆ανιηλ. Ἐθεώρει ἕως οὗ ἀπεσχίθη λίθος ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα. 13b.t Καὶ ὅτι λίθος, Ησαϊας λέγει· 13b.1a Ἰδοὺ τίθημι λίθον προσκόμματος ἐν Σιων, καὶ πέτραν σκανδάλου. Καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται. 13b.2 Καὶ Ζαχαριας λέγει· Ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν, ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. 14.t ιδ ὅτι παιδίον- 14.1 Ησαϊας μαρτυρεῖ λέγων· Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος. 14.2 Καὶ πάλιν ὁ αὐτὸς λέγει· Πρὶν γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα αὐτοῦ, ἔλαβε τὴν δύναμιν ∆αμασκοῦ. 14.3 Καὶ πάλιν· Παιδίον μικρὸν γράψει αὐτούς. 15.t ιε ὅτι ἐν Βηθλεεμ τεχθήσεται- 15.1 Ησαϊας λέγει· Οἰκήσει ἐν ὑψηλῷ τόπῳ ἐπὶ πέτρας ὀχυράς. 16.t ι ὅτι προσκυνήσουσιν οἱ μάγοι- 16.1 ∆αυιδ ἐν τῷ οα ψαλμῷ λέγει· Βασιλεῖς θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς Ἀράβων καὶ Σαβα δῶρα προσάξουσι· καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς. 16.2 Καὶ Ησαϊας λέγει· Ἥξουσιν ἐκ Σαβα φέροντες χρυσίον καὶ λίβανον καὶ σμύρναν, καὶ εὐαγγελιοῦνται τὸ σωτήριον τοῦ Κυρίου. 17.t ιζ ὅτι ἀνατελεῖ ὁ ἀστήρ- 17.1 Βαλααμ λέγει· Ἀνατελεῖ ἄστρον ἐξ Ιακωβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ισραηλ. Καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ. 18.t ιη ὅτι τὰ βρέφη ἀναιρεθήσονται- 18.1 Ιερεμιας οὕτως θρηνεῖ λέγων· Οὕτως εἶπε Κύριος, φωνὴ ἐν Ραμα ἠκούσθη θρῆνος καὶ οὐαὶ καὶ κλαυθμὸς καὶ ὀδυρμός· Ραχηλ ἀποκλαιομένη οὐκ ἠθέλησε παύσασθαι ἐπὶ τῶν υἱῶν, ὅτι οὐκ εἰσίν. οὕτως εἶπε Κύριος, διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου ὅτι ὁ μισθὸς τοῖς σοῖς ἔργοις, καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχθρῶν, μονίμοις τοῖς σοῖς τέκνοις. 19.t ιθ ὅτι ταραχθήσεται Ηρῳδης καὶ οἱ μετ' αὐτοῦ πάντες- 19.1 Ιερεμιας λέγει· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως καὶ ἡ καρδίαν τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προφῆται θαυμάσονται. 20.t κ ὅτι ὑποκρίσει ζητήσει προσκυνῆσαι- 20.1 ∆αυιδ λέγει ἐν τῷ ξε ψαλμῷ· Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονται οἱ ἐχθροί σου. 21.t κα ὅτι θυμωθήσεται ἀπατηθείς- 21.1 ∆αυιδ ἐν τῷ ρια ψαλμῷ λέγει· Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται. 22.t κβ ὅτι ἐρευνήσει καὶ ἀναζητήσει- 22.1 ∆αυιδ λέγει ἐν τῷ ξγ ψαλμῷ· Εἶπαν τίς ὄψεται αὐτούς, ἣ διηγήσεται τοῦ κρύψαι παγίδας; ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει. 23.t κγ ὅτι ἀνελεῖ τὰ βρέφη- 23.1 Ἐρρέθη ἐν τῷ ιη κεφαλαίῳ. 24.t κδ ὅτι οὐκ ἀνελεῖ τὸν Χριστόν- 24.1 ∆αυιδ λέγει ἐν τῷ λ ψαλμῷ· Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον τοῦ ἀπολέσαι αὐτόν, ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλείπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ. 24.2 Καὶ πάλιν ἐν τῷ ρια ψαλμῷ· Ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται. 25.t κε ὅτι εἰς Αἴγυπτον καταβήσεται ὁ Χριστός- 25.1 Ησαϊας λέγει· Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσονται πάντα τὰ χειροποίητα Αἰγύπτου. 25.2 Καὶ πάλιν· Γνωσθήσεται Κύριος τοῖς Αἰγυπτίοις, καὶ φοβηθήσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 26.t κ ὅτι ἐξ Αἰγύπτου κληθήσεται- 26.1 Ιωηλ λέγει· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. 26.2 Καὶ Βαλααμ λέγει· Ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξαν μονοκέρωτος αὐτοῦ. 27.t κζ ὅτι βαπτιζόμενος ἁγιάσει τὰ ὕδατα- 27.1 Ιεζεκιηλ λέγει ἰδών· Ἰδοὺ ὕδωρ καταφερόμενον ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ· καὶ ἐγένετο καθὼς ἔξοδος ἀνδρὸς ἡ ἔξοδος αὐτοῦ. καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἀφέσεως. Καὶ εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, τοῦτο τὸ ὕδωρ τὸ πορευόμενον ἐπὶ γῆν Γαλιλαίαν ἁγιάσει τὰ ὕδατα· καὶ ἔσται πᾶσα ψυχὴ ἐφ' ἧ ἂν ἐπέλθῃ τὸ ὕδωρ τοῦτο ζησέται καὶ ἰαθήσεται. 28.t κη ὅτι ἐνδόξως ἀπὸ τοῦ βαπτίσματος ἀναβήσεται-