ἀσφαλῶς τὰ τάγματα, ὤφθη τὰ τείχη τῶν ἐνόπλων κτισμάτων, καὶ συρραγέντων τῶν στρατευμάτων ὅλων ξίφος μὲν ἀσπὶς καὶ ξίφη τὰς ἀσπίδας ὤθουν βιαίοις πανταχοῦ συγκρούσμασι, καὶ με<σ>τὰ πολλῶν αἱμάτων τὰ φάσγανα ὁ σχηματισμὸς τῆς μάχης ἐδείκνυε, καὶ πάντα φρικτά, καὶ φόβος καὶ σύγχυσις, καὶ πρὸς φόνους σύννευσις αἱμάτων δίχα. δεῖξαι γὰρ αὐτοῖς ἐμφρόνως ἠπίστασο πρὸ τῆς ἀνάγκης τῆς ἀνάγκης τοὺς <τρ>όπους, ὅπως ἕκαστος τῆς ἀκινδύνου σφαγῆς λαβὼν ἀφορμὰς ἀσφαλέστερος μένοι. λέγειν μὲν οὖν ἕκαστα καὶ τὸ ποικίλον ἐκεῖνο καινούργημα τῆς τέχνης γράφειν ἐξασθενεῖ μου τῆς ἀτόλμου καρδίας ὁ νοῦς ἐναύλῳ τῷ φόβῳ κλονούμενος. ἀλλ' ὥσπερ εἰς ἄμπωτιν ἔκ τινος βίας πρόσω τὸ ῥεῦμα συντόνως ὠθούμενον, οὕτως ἐκεῖνα τοῦ στρατοῦ τὰ κύματα τῷ σῷ λόγῳ τρέχοντι συγκινούμενα ἢ πρὸς τὸ σὸν πρόσωπον ἢ τοὐναντίον ἀντιπροσώπῳ τῷ τάχει μετήρχετο. καὶ πρὸς τοσοῦτον οὐκ ἀπώκνησας κλόνον, ἀλλ' εἷλκες αὐτὸν καὶ μεθεῖλκες τοὺς τόνους, ἔταττες, ἀντέταττες, ἔνθα τῷ λόγῳ τῆς σῆς ῥοπῆς τὸ νεῦμα συμμετεστράφη. πῶς πρὸς τοσοῦτο πλῆθος ἡρμόσω μόνος; καὶ πῶς γένη τοσαῦτα καὶ πολυτρόπων ἠθῶν διαφορὰς καὶ φρενῶν διαστάσεις τοῦ σοῦ λόγου κρούοντος εὐρύθμῳ τόνῳ, οὐχ ὥσπερ ἄλλος μυθικὸς τὰ θηρία, πρὸς αὑτὸν εἷλκες, ἀλλὰ πρὸς γνώμην μίαν, γλωττῶν τοσούτων συγχύσεις μεθαρμόσας; πλὴν οὐκ ἀπεικὸς τοῦ παναγίου Πνεύματος καὶ νῦν ἐνεργήσαντος, οὐχὶ πυρφόρῳ γλωττῶν διαιρέσει τε καὶ θεωρίᾳ, γλώττῃ δὲ τῇ σῇ τὴν κατάλληλον χάριν στάξαντος αὐτοῦ καὶ πάλιν τοῦ Πνεύματος· οὕτως ἅπαντας τοὺς πρὶν ἠμελημένους θᾶττον διδάξας εἶχες ηὐτρεπισμένους. ἐγὼ δὲ καὶ πρόμαντις οὐκ ὤν, δέσποτα, φθάσας προεξήγγειλα τῷ πρώτῳ λόγῳ ὡς οὐδὲν ἠμέλησας, ἀλλὰ καὶ γράφων τοῖς σοῖς στρατηγοῖς πανταχοῦ τὸ συμφέρον ἥμαρτες οὐδέν, εἴπερ ἐν δέοντί γε τὸ σοὶ παραστὰν εὐθέως συνέδραμεν. ἔδειξεν ἡμᾶς οὐδαμῶς ἐψευσμένους ἡ πρακτική σου τῶν φρενῶν εὐβουλία. ἐντεῦθεν ἡμᾶς οὐ ταράττουσιν φόβοι, οὐ φροντίδες χαυνοῦσι τὴν προθυμίαν, οὐ συμφοραὶ δάκνουσιν, οὐ θλίβει κόπος· ἔρως γὰρ ἡμᾶς εὐσεβὴς περιτρέχων εἰς τὰς ἀνάγκας καὶ περιστάσεις πλέον νευρῶν συνιστᾷ τοὺς τόνους τοῦ σαρκίου. ὡς οὖν σοφιστὴς τοῖς ἰατρικοῖς λόγοις πεῖραν συνάψας οὐκ ἀφῆκε τὴν νόσον κρυπτῶς ὑποσμύχουσαν εἰς βάθος βλάβης, ἀλλ' εὐθὺς ἐξέκοψε τῷ ξίφει τεμών, ἢ καυστικῶς ἔφλεξεν ἢ καθαρσίῳ τὰς ἔνδον αὐτῆς ἐκκαθαίρων αἰτίας ἐλευθεροῖ τὸ σῶμα δυσκόλου πάθους, οὕτω τὸ σῶμα τοῦ στρατεύματος τότε εὑρὼν κακωθὲν ἐκ φιλοβλαβοῦς νόσου ἐπέσχες αὐτοὺς τῆς κακῆς ἀπληστίας λόγῳ καθάρας τὰς ὀρέξεις τῆς βλάβης. κρατεῖν γὰρ ἔγνως ῥᾷστα τῶν ἐναντίων ἐν εὐσεβείᾳ τὸν στρατόν σου ῥυθμίσας. ἐντεῦθεν ὑμῖν εὐθὺς ἐπτερωμένη νίκη προσῆλθε Περσικῶν σκυλευμάτων πρὸ τῆς μάχης φέρουσα νικητήρια.
ἐπεὶ γὰρ εἶχες οὐδὲν ἠμελημένον, ἀλλ' ἐξέπεμπες ἐκδρομὰς εὐσυνθέτους ἱππεῖς ἐπ' ἄγραν πανταχοῦ ταχυδρόμους· παρῇσαν οἱ φέροντες ἐν βραχεῖ χρόνῳ οὐκ εὐκαταφρόνητα θηρίων γένη, ἀλλ' ἐξέχοντα καὶ κρατοῦντα τῷ θράσει καὶ πολλάκις βλάψαντα τὴν παροικίαν. ἀλλ' οὐδὲ ταῦτα, καίπερ ὄντα θηρία, τοῦ σοῦ παρῆκας μὴ μετασχεῖν ἡμέρου. ὅμως τὰ πολλὰ νῦν ἀφεὶς προειλόμην τὸ πλῆθος αὐτῶν ἐξ ἑνὸς διαγράφειν. παρῆν τις ἀρχίφυλος εὐτόλμου γένους τὸ τῶν Σαρακηνῶν τάγμα τῶν πολυτρίχων ἄγων σὺν αὑτῷ καὶ περισκοπῶν ὅπως λαθὼν ἐπέλθοι τῷ στρατῷ σου πρὸς βλάβην. πλὴν ὡς ἀπλήστῳ συμμαχῶν στρατηγίᾳ κλέψαι θελήσας αὐτὸς ἀντεκλέπτετο, καὶ τοῖς ποσίν σου τοῖς πανημέροις τάχος τὸν πρὶν στρατηγὸν εἰσάγουσι δέσμιον. ὡς δὲ προσήχθη τῷ κράτει σου, δέσποτα, ὁ τὴν πολυστένακτον αἰχμαλωσίαν λαβὼν ἐκεῖνος εἰς νομὴν ἐλευθέραν, ὁ δυστυχήσας εὐτυχῶς, εἰ δεῖ λέγειν σοὶ γὰρ προσελθὼν ἀνταμείβει τὴν τύχην, ῥίπτει τὰ δεσμά, τὰς δὲ συμφορὰς ὅλας ἔτρεψεν εὐθὺς εἰς χαρὰν μεθαρμόσας. πολλὴν δὲ θᾶττον τὴν ἐναλλαγὴν βλέπων ἀντιστροφὴν ἔκρινε τὴν σωτηρίαν, πάλιν στρατηγεῖν ἐλπίσας ὁ δέσμιος.