Φόβος δὲ Θεοῦ, ἀνθρώπων σωτήριος, σπάνιος δέ. Ὅθεν [οὐ] χρὴ θαυμάζειν ἀφορῶντα πρός τε πένητας συκοφαντουμένους, καὶ πρὸς δικαστὰς παρα λογιζομένους. Χρὴ δὲ ἐκτρέπεσθαι τὸ τῶν δυνατωτέρων μείζονας εἶναι δοκεῖν. Κἂν γὰρ ἐκγένηται τοῦτο, ἀλλ' οὖν τῶν ἐσομένων σοι φοβερῶν, οὐ ῥύσεταί σε ἡ καθ' αὑτὴν πονηρία. Ὥσπερ δὲ κτῆμα τὸ ἐξ ἁρπαγῆς βλα βερώτατον καὶ ἀνοσιώτατον, οὕτω καὶ ἀνδρὶ ἐπιθυμητῇ χρημάτων οὐκ ἐκγίνεται χόρος, οὔθ' ἡ παρὰ τῶν πέλας εὔνοια· κἂν ὁτιοῦν μάλιστα πάμπολυ ἀργύριον ἐπικτήσωνται. Τοῦτο μὲν γὰρ μάταιον. Ἀγαθότης δὲ τοὺς συνόντας αὐτῇ ὑπερευφραίνουσα, ἀνδρείους ἀπεργάζεται τοῦ καθορᾷν ἕκαστα τῶν πραγμάτων παρέχουσα τὴν δύναμιν. Μέγα δὲ καὶ τὸ μὴ προστετη κέναι τοιαύταις φροντίσιν· ὁ μέν γε πένης, κἂν δοῦ λος ᾖ, καὶ μὴ ὑπερεμπλήσας τὴν ἑαυτοῦ γαστέρα, προσηνοῦς μεταλαμβάνει τῆς διὰ τοῦ ὕπνου ἀνέσεως· πλούτου δὲ ἐπιθυμία σύνεστι ἀγρυπνίαις καὶ καμά τοις ψυχῆς. Τί δ' ἂν γένοιτο τούτου ἀτοπώτερον, ἢ τὸ μετὰ πολλῆς σπουδῆς καὶ ἐπιμελείας ἀποθησαυρί ζοντα τὸν πλοῦτον συντηρεῖν, μυρίων ἑαυτῷ φυλάσ σοντα κακῶν ἀφορμήν; Καὶ τὸν πλοῦτον ἐκεῖνον ἀνάγκη ἀπολέσθαι ποτὲ καὶ διαφθαρῆναι, εἴτε γένοιτο τῷ κτησαμένῳ τέκνα, εἴτε καὶ μή· αὐτόν τε εἰ καὶ μὴ βούλοιτο προσήκει τοιοῦτον εἰς τὴν γὴν πεσεῖν καὶ ἀπελθεῖν, οἷος καὶ ὁπότε εἰς τὸ εἶναι παρὼν ἐτύγχανε. Κεναῖς δὲ χερσὶν ἀπιέναι μέλλων, αὔξει τὴν ἑαυτοῦ κακίαν, ὥσπερ οὐκ ἐνθυμούμενος, ὅτι ἐπίκειται αὐτῷ τέλος τοῦ βίου τῇ γενέσει ὅμοιον, καὶ ὅτι ἀνόνητα μοχθεῖ, εἰς δέ τινα μᾶλλον ἀνέμου ὁρμὴν, ἤπερ τῇ ἑαυτοῦ σπουδῇ χαριζόμενος, καταναλώσας τὸν ἑαυτοῦ βίον σύμπαντα, ἔν τε ἐπιθυμίαις ἀνοσιωτάταις, καὶ ἐν ὁρμαῖς ἀλόγοις, ἔτι δὲ λύπαις καὶ ἀῤῥωστίαις. Καὶ συνελόντι φάναι, σκότος μέν εἰσι τῷ τοιούτῳ αἱ ἡμέ ραι· πένθος δὲ ἡ ζωή. Ἀγαθόν γε μὴν ἐκεῖνο καὶ οὐκ ἀπόβλητον· Θεοῦ γάρ ἐστι δῶρον, τὸ δυνηθῆναι ἀπο λαῦσαι ἄνθρωπον τῶν ἑαυτοῦ καματῶν ἐν εὐφροσύνῃ, θεόσδοτα, καὶ οὐχ ἁρπακτικὰ δεξάμενον κτήμα τα. Οὔτε γὰρ λύπαις οὖτός γε νοσεῖ, οὔτε ὡς ἐπὶ πολὺ ἐνθυμήσεσι πονηραῖς δουλεύει· συμμετρεῖται δὲ τὸν ἑαυτοῦ βίον εὐποιίαις τοῖς πᾶσιν εὐθυμούμενος, καὶ ἀγαλλιώμενος τῇ τοῦ Θεοῦ δωρεᾷ.
ΚΕΦΑΛ. ς 1 Παρέξομαι δὲ τῷ λόγῳ, τὴν μάλιστα ἐπιπολά ζουσαν ἀνθρώποις
κακοπραγίαν. Ὅταν Θεὸς μὲν τὰ 1004 καταθύμια αὐτῶν ἅπαντα ἐπιχορηγήσας. μηδένος οὐτινοσοῦν τῶν εεἰς ἐπιθυμίαν ἐλθόντων αὐτὸν ἀφέ ληται, μὴ περιουσίας, μὴ πολυδοξίας, μὴ τῶν λοι πῶν περὶ ὅσα ἄνθρωποι ἐπτόηνται· ὁ δὲ τοῖς πᾶσιν εὐθηνούμενος, ὥσπερ τούτῳ μόνῳ θεηλάτῳ κακῷ συνεχόμενος, τῷ μὴ ἀπολαύειν, ἑταίρῳ τῷ αὐτοῦ ταμιεύσεται, πεσὼν ἄκαρπος καὶ ἑαυτῷ, καὶ τοῖς πλησίον. Τοῦτο μέγα τεκμήριον καὶ ἔλεγχον περιφανῆ ὑπερβαλλούσης ἐγὼ τίθεμαι πονηρίας· ἄνδρα τε ἐκεῖνον, ὃς πλείστων πατὴρ ὀνομασθεὶς τέκνων ἀσινῶς, βιοὺς δὲ χρόνον μακρὸν, οὐκ ἐπλήσθη χρηστότητος τὴν ψυχὴν ἐπὶ τοσοῦτον, θάνατον πεῖραν οὐ λαβών· τοῦτον ἔγωγε, οὔτε τῆς πολυπαι δίας, οὔτε τῆς πολυημερίας ζηλώσαιμ' ἄν· καὶ προ κρίνω δὲ αὐτοῦ ἄωρον γαστρὸς μητρῴας ἐκπεσὸν ἔμβρυον. Ἐκεῖνο γὰρ ὥσπερ ἦλθε ματαίως, οὕτως ἄπεισι καὶ λαθραίως ἐν ἀμνηστίᾳ, οὐχ ἁψάμενον κα κῶν, οὐδὲ προσβλέψαν ἡλίῳ. Τοῦτο κουφότερον, ἤπερ τῷ πονηρῷ, κἂν χιλίοις ἔτεσι τὴν ἑαυτοῦ ζωὴν ἀνα μετρησαμένῳ ἀγαθότητα μὴ ἐπιγνῷ. Τέλος δὲ ἀμφοῖν θάνατος. Ἐλεγχομένου ἄφρονος, μάλιστα τῷ πλησμονὴν μηδεμιᾶς λαμβάνειν ἐπιθυμίας. Ὁ δὲ σώφρων, τούτοις οὐκ ἐνίσχεται τοῖς πάθεσιν. Ὡς δ' ἐπὶ τὸ πλεῖστον εὐθύτης ζωῆς ἄνθρωπον τῇ πε νίᾳ ὁδηγεῖ. Ἐξίστησι δὲ πολλοὺς ὀφθαλμῶν λίχνων θεάματα, τὴν ψυχὴν ἐρεθίζοντα, ἐπ' ἀνόνητον σπου δὴν ἕλκοντα, διὰ τῆς τοῦ ὀφθῆναι κενῆς ἐπιθυμίας. Τὰ μέν τοι νῦν γεγεννημένα ἤδη ἔγνωσται· καὶ σα φὲς τυγχάνει, ὡς τοῖς