5
μεταποίησιν, Πάσχα τὴν ἡμέραν προσηγορεύκασιν. Παραλαβοῦσα δὲ ἡ συνήθεια τὴν φωνὴν, ἰσχυροτέραν 36.637 ἐποίησε, προστρεχούσης τῆς τῶν πολλῶν ἀκοῆς, ὡς εὐσεβεστέρῳ τῷ ῥήματι.
ΙΑʹ. Πάντα μὲν οὖν τὸν νόμον, σκιὰν εἶναι τῶν μελλόντων καὶ νοουμένων, ὁ θεῖος Ἀπόστολος πρὸ ἡμῶν ἀπεφήνατο. Καὶ ὁ χρηματίσας πρὸ τούτου τῷ Μωϋσεῖ Θεὸς, ἡνίκα περὶ τούτων ἐνομοθέτει· Ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει· σκιαγραφίαν τινὰ καὶ προχάραγμα τῶν ἀοράτων παραδεικνὺς τὰ ὁρώμενα. Καὶ πείθομαι, μηδὲν εἰκῆ, μηδὲ ἀλογίστως, μηδὲ χα μερπῶς τούτων διατετάχθαι, μηδὲ ἀναξίως τῆς τοῦ Θεοῦ νομοθεσίας, καὶ τῆς Μωϋσέως ὑπουργίας· εἰ καὶ χαλεπὸν ἑκάστῃ τῶν σκιῶν, ἑκάστην ἐφευρεῖν θεωρίαν εἰς λεπτὸν καταβαίνοντα, ὅσα τε περὶ τῆς σκηνῆς αὐτῆς, καὶ μέτρων, καὶ ὕλης, καὶ τῶν αἰρόντων ταῦτα Λευϊτῶν τε καὶ λειτουργῶν, ὅσα τε περὶ θυσιῶν, καὶ καθαρσίων, καὶ ἀφαιρεμάτων νενομοθέτηται· καὶ μόνοις εἶναι θεωρητὰ τοῖς κατὰ Μωϋσέα τὴν ἀρετὴν, ἢ ὅτι ἐγγυτάτω τῆς ἐκείνου παιδεύσεως. Ἐπεὶ καὶ ἐν αὐτῷ τῷ ὄρει Θεὸς ἀνθρώ ποις φαντάζεται, τὸ μέν τι καταβαίνων αὐτὸς τῆς οἰκείας περιωπῆς, τὸ δὲ ἡμᾶς ἀνάγων ἐκ τῆς κάτωθεν ταπεινώσεως, ἵνα χωρηθῇ μετρίως γοῦν θνητῇ φύσει, καὶ ὅσον ἀσφαλὲς, ὁ ἀχώρητος. Οὐ γὰρ οἷόν τε ἄλλως ἐν περινοίᾳ Θεοῦ γενέσθαι σώμα τος ὑλικοῦ καὶ δεσμίου νοῦ πάχος μὴ βοηθούμενον. Τότε τοίνυν, οὐ πάντες τῆς αὐτῆς ἀξιωθέντες φαί νονται τάξεώς τε καὶ στάσεως· ἀλλ' ὁ μὲν τῆς, ὁ δὲ τῆς, πρὸς μέτρον, οἶμαι, τῆς ἑαυτοῦ καθάρσεως ἕκαστος· οἱ δὲ καὶ παντάπασιν ἀπεληλαμένοι, καὶ μόνης ἀκούειν τῆς ἄνωθεν φωνῆς συγχωρούμενοι, ὅσοι θηριώδεις τὸν τρόπον, καὶ θείων μυστηρίων ἀνάξιοι.
ΙΒʹ. Ὅμως δὲ μέσην χωροῦντες ἡμεῖς τῶν τε πάντη παχυτέρων τὴν διάνοιαν, καὶ τῶν ἄγαν θεωρητικῶν τε καὶ ἀνηγμένων, ἵνα μήτε παντελῶς ἀργοὶ καὶ ἀκίνητοι μένωμεν, μήτε περιεργότεροι τοῦ δέοντος ὦμεν, καὶ τῶν προκειμένων ἔκπτωτοι καὶ ἀλλότριοι (τὸ μὲν γὰρ Ἰουδαϊκόν πως καὶ ταπεινὸν, τὸ δὲ ὀνειροκριτικὸν, καὶ ὁμοίως ἀμφότερα κατεγνω σμένα)· οὕτω περὶ τούτων διαλεξόμεθα, κατὰ τὸ ἡμῖν ἐφικτὸν, καὶ οὐ λίαν ἔκτοπον, οὐδὲ τοῖς πολλοῖς καταγέλαστον. Ἡγούμεθα γὰρ, ἐπειδὴ πεσόντας 36.640 ἡμᾶς ἐκ τῆς ἁμαρτίας τὸ ἀπ' ἀρχῆς, καὶ διὰ τῆς ἡδο νῆς κλαπέντας μέχρις εἰδωλολατρείας, καὶ τῶν ἀθέ σμων αἱμάτων, ἔδει πάλιν ἀνακληθῆναι, καὶ πρὸς τὸ ἀρχαῖον ἐπαναχθῆναι, διὰ σπλάγχνα ἐλέους Θεοῦ Πατρὸς ἡμῶν, οὐκ ἀνασχομένου ζημιωθῆναι τοσοῦτον ἔργον τῆς οἰκείας χειρὸς τὸν ἄνθρωπον. Πῶς οὖν ἀναπλασθῆναι, καὶ τί γενέσθαι; Τὸ μὲν σφοδρὸν τῆς ἰατρείας ἀποδοκιμασθῆναι, ὡς οὔτε πεῖσον, καὶ προσπλῆξαι δυνάμενον, διὰ τὴν ἐκ τοῦ χρόνου φυσίω σιν, τῷ δὲ ἡμέρῳ καὶ φιλανθρώπῳ τῆς θεραπείας οἰκονομηθῆναι πρὸς ἐπανόρθωσιν. Μηδὲ γὰρ ἂν πτόρθον λοξὸν ἐνεγκεῖν ἀθρόαν μετάκλισιν καὶ βίαν χειρὸς ἀπευθυνούσης (θᾶττον μέν τ' ἂν πληγῆ ναι, ἢ ὀρθωθῆναι), μήτε ἵππον θερμὸν καὶ ὑπερ ήλικα χαλινοῦ τυραννίδα, δίχα τινὸς κολακείας καὶ ποππυσμάτων. ∆ιὰ τοῦτο δίδοται νόμος ἡμῖν εἰς βοή θειαν, οἷόν τι διατείχισμα, μέσον Θεοῦ καὶ εἰδώλων, τῶν μὲν ἀπάγων ἡμᾶς, πρὸς δὲ τὸν ἐπανάγων. Καὶ συγχωρεῖ τι μικρὸν ἀπ' ἀρχῆς, ἵνα τὸ μεῖζον λάβῃ. Συγχωρεῖ τὰς θυσίας τέως, ἵν' ἐγκαταστήσῃ Θεόν· ἔπειτα, ἡνίκα καιρὸς, καταλύσῃ καὶ τὰς θυσίας, σοφῶς ὑπαλλάττων ἡμᾶς ταῖς κατὰ μικρὸν ὑφαιρέσεσι, καὶ μετάγων ἐπὶ τὸ Εὐαγγέλιον ἤδη γεγυμνασμένους πρὸς εὐπείθειαν.
ΙΓʹ. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα, εἱσῆλθεν ὁ γρα πτὸς νόμος, συνάγων ἡμᾶς εἰς Χριστὸν, καὶ οὗτος τῶν θυσιῶν ὁ λόγος, ὡς ὁ ἐμὸς λόγος. Ὡς ἂν δὲ τὸ τῆς σοφίας βάθος μὴ ἀγνοῇς, καὶ τὸν πλοῦτον τῶν ἀνεξιχνιάστων αὐτοῦ κριμάτων, οὐδὲ ταύτας παντε λῶς ἀνιέρους ἀφῆκεν, οὐδὲ ἀσυντελεῖς, οὐδὲ μέχρι ψιλοῦ προϊούσας τοῦ αἵματος· ἀλλὰ τὸ μέγα καὶ ἄθυτον ἱερεῖον, ἵν' οὕτως εἴπω, ὅσον ἐπὶ τῇ πρώτῃ φύσει,