1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

5

ὑπόθεσιν δεῖξαι προγεγραμμένην, ἐνῆν τῷ βουλομένῳ τοῦτον ἐκείνοις ἁρμόσαι τοῖς πράγμασι τὸν ψαλμόν· εἰ δὲ ὁ ἐπ' ἐκείνοις λεχθεὶς δῆλός ἐστιν, οὗτος δὲ ἑτέραν ἔχει τὴν ὑπόθεσιν, μὴ, παρακαλῶ, μὴ συγχέωμεν τὰ θεῖα, μηδὲ τῶν ὑπὸ Πνεύματος εἰρημένων δογμάτων κυριωτέρους εἶναι τοὺς ἡμετέρους ψηφιζώμεθα λογισμούς. Τίς οὖν ἐστιν ἡ ἐπιγραφή; Ὑπὲρ τῆς ὀγδόης, φησί. Τίς δέ ἐστιν ἡ ὀγδόη, ἀλλ' ἢ ἡ ἡμέρα τοῦ Κυρίου ἡ μεγάλη καὶ ἐπιφανὴς, ἡ ὡς κλίβανος καιομένη, ἡ καὶ τὰς ἄνω δυνάμεις τρέμειν παρασκευάζουσα Σεισθήσονται γὰρ, φησὶ, καὶ δυνάμεις τῶν οὐρανῶν, ἡ πῦρ δεικνύουσα προτρέχον τοῦ βασιλέως τότε ἐκείνου; Ὀγδόην δὲ αὐτὴν ἐκάλεσε, τὸ τῆς καταστάσεως ἐνηλλαγμένον ἐμφαίνων, καὶ τῆς μελλούσης ζωῆς τὴν ἀνανέωσιν. Ὁ μὲν γὰρ παρὼν βίος οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ἑβδομὰς μία, ἀρχόμενος μὲν ἀπὸ τῆς πρώτης ἡμέρας, τελευτῶν δὲ εἰς τὴν ἑβδόμην, καὶ πάλιν τοῖς αὐτοῖς ἀνακυκλούμενος διαστήμασι, καὶ εἰς τὴν αὐτὴν ἀνιὼν ἀρχὴν, καὶ καταβαίνων εἰς τὴν τελευτήν. ∆ιόπερ ὀγδόην ἡμέραν οὐκ ἄν τις εἴποι ποτὲ τὴν Κυριακὴν, ἀλλὰ πρώτην· οὐ γὰρ ἐκτείνεται εἰς ὄγδοον ἀριθμὸν ὁ τῆς ἑβδομάδος κύκλος. 47.416 Ὅταν δὲ ταῦτα πάντα παύσηται καὶ καταλυθῇ, τότε ὁ τῆς ὀγδοάδος δρόμος εἰς μέσον ἄγεται· οὐ γὰρ ἀνατρέχει πάλιν ἐπὶ τὴν ἀρχὴν, ἀλλὰ τῶν ἑξῆς ἔχεται διαστημάτων. Ὁ τοίνυν προφήτης ὑπὸ πολλῆς κατανύξεως ἐγγεγραμμένην τῆς κρίσεως τὴν μνήμην εἶχε διαπαντὸς, καὶ τὴν ἡμέραν ἐκείνην ἐν τοσαύτῃ θεραπείᾳ καὶ τρυφῇ διηνεκῶς ἔστρεφε παρ' ἑαυτῷ, ἣν ἐν ταῖς θλίψεσι μόλις ἡμεῖς εἰς μνήμην λαμβάνομεν· καὶ τὰ κρίματα αὐτοῦ συνεχῶς ἀναλογιζόμενος τοῦτον ἔγραψε τὸν ψαλμόν. Καὶ τί φησι; Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· θυμὸν καὶ ὀργὴν λέγων τὴν ἐπίτασιν τῆς τιμωρίας οἶδε γὰρ παντὸς πάθους τὸ Θεῖον ἀπηλλαγμένον, καίτοι γε ἑαυτῷ συνειδὼς οὐ κολάσεως οὐδὲ τιμωρίας, ἀλλὰ τιμῆς ἄξια καὶ στεφάνων. Ἥ τε γὰρ πίστις, δι' ἧς κατήνεγκε τὸν τῶν ἀλλοφύλων πύργον, καὶ τὸ πᾶν τῶν Ἰουδαίων ἔθνος ἐξ αὐτῶν ἥρπασε τῶν τοῦ θανάτου πυλῶν, ἥ τε εἰς τὸν ἠδικηκότα εὐεργεσία γενομένη καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, καὶ πρὸ τούτων ἡ τοῦ Θεοῦ περὶ αὐτοῦ ψῆφος ἐξενεχθεῖσα, πᾶσαν ἱκανὴ δεῖξαι τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ τῶν κατορθωμάτων μᾶλλον αὐτῶν. Τὰ μὲν γὰρ ἔργα, κἂν ᾖ μεγάλα καὶ θαυμαστὰ, ὅμως πονηρὰ ὑποπτευθῆναι δύναιτ' ἂν, εἰ καὶ τὰ μάλιστα πάσης ὑποψίας ἀπήλλακτο τοῦ δικαίου τὰ κατορθώματα· ὅταν δὲ ὁ Θεὸς ὁ μαρτυρῶν ᾖ, πάσης ἐκτὸς ὑποψίας ἡ ψῆφός ἐστιν· οὐ γὰρ, εἰ μὴ τὴν ἀκριβεστάτην βάσανον τῆς ἀρετῆς ἐπεδείξατο, τῆς ἐν τοῖς οὐρανοῖς ἀνακηρύξεως ἔτυχεν ἄν. Τί οὖν ὁ Θεός φησι περὶ αὐτοῦ; Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Ἀλλ' ὅμως μετὰ τὴν τοιαύτην κρίσιν καὶ τὰς τοσαύτας ἀνδραγαθίας, τὰ τῶν κατεγνωσμένων ἐφθέγγετο ῥήματα, καὶ οὐδεμίαν ἐχόντων παῤῥησίαν πρὸς τὸν Θεὸν, πληρῶν ἐκεῖνο τὸ εὐαγγελικὸν, τὸ, Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Τί τούτων πλέον ἐφθέγξατο ὁ ὄντως μυρίων γέμων κακῶν ὁ τελώνης ἐκεῖνος, ὁ μηδὲ ἀναβλέψαι εἰς τὸν οὐρανὸν ὑπομένων, μηδὲ μακρὸν κατατεῖναι λόγον, μηδὲ πλησίον στῆναι τοῦ Φαρισαίου τολμῶν; Ὁ μὲν γὰρ ὠνείδιζεν αὐτὸν λέγων, ὅτι Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοὶ, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· ὁ δὲ ὡς μηδὲν ἀκούσας δυσχερὲς καὶ κατεδέξατο τὸ λεχθὲν, καὶ οὐ μόνον οὐκ ἠγανάκτησεν, ἀλλὰ καὶ τὸν ὑβριστὴν ἐκεῖνον καὶ ἀλαζόνα τοσαύτῃ τετίμηκε τιμῇ, ὡς μηδὲ τῆς πατουμένης ὑπ' ἐκείνου γῆς ἄξιον εἶναι νομίζειν ἑαυτόν· καὶ ῥῆμα μὲν εἶπεν οὐδὲν, πλὴν ὅσον τὰς ἁμαρτίας ὁμολογῆσαι τὰς ἑαυτοῦ· τὰ δὲ στέρνα τύπτων