1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

5

ἐπὶ τῆς καμίνου, ἣν ἐξανῆψεν αὐτὸς κατὰ τῶν ὁσίων παίδων, οὓς ἔδησεν καὶ ἐνέβαλεν. Ἦν μὲν οὖν καὶ τὸ σβέσαι τὴν φλόγα θαυμαστὸν καὶ παράδοξον· ὁ δὲ φιλάνθρωπος ὑπὲρ τοῦ μείζονα ἐνθεῖναι φόβον, καὶ πλείονα ποιῆσαι τὴν ἔκπληξιν, καὶ πᾶσαν αὐτοῦ λῦσαι τὴν πώρωσιν, τὸ τούτου μεῖζον ἐποίησεν καὶ παραδοξότερον. Ἀφεὶς γὰρ αὐτὴν ἐκκαυθῆναι τοσοῦτον ὅσον αὐτὸς ἠθέλησεν ἐκεῖνος, οὕτω τὴν οἰκείαν ἐνδείκνυται δύναμιν, οὐ καταλύων τὰ μηχανήματα τῶν ἐχθρῶν, ἀλλ' ἑστῶτα ἄκυρα ποιῶν. Ἵνα δὲ μή τις αὐτοὺς ἰδὼν περιγεγονότας τῆς φλογὸς φάντασμα εἶναι νομίσῃ, συνεχώρησεν καυθῆναι τοὺς ἐμβαλόντας αὐτούς, δεικνὺς ὅτι πῦρ μὲν ἦν ἀληθῶς τὸ ὁρώμενον· οὐ γὰρ ἂν νάφθαν καὶ πίσσαν καὶ κληματίδας καὶ τοσαῦτα κατέφαγεν σώματα· τῆς δὲ αὐτοῦ προσταγῆς ἰσχυρότερον οὐδὲν, ἀλλ' ἕπεται μὲν τῶν ἁπάντων ἡ φύσις τῷ ἐκ τοῦ μὴ ὄντος αὐτὴν εἰς τὸ εἶναι παραγαγόντι· ὅπερ οὖν καὶ τότε ἐδείκνυ. Τὰ γὰρ σώματα ἡ φλὸξ ἀπολαβοῦσα φθαρτά, καθάπερ ἀφθάρτων ἀπέσχετο καὶ σώαν τὴν παρακαταθήκην ἀπέδωκεν, καὶ μετὰ πολλῆς τῆς λαμπρότητος. Ὥσπερ γὰρ ἐκ βασιλείων τινῶν βασιλεῖς, οὕτως ἀπὸ τῆς καμίνου προῄεσαν οἱ παῖδες ἐκεῖνοι, οὐδενὸς εἰς τὸν βασιλέα ἀνεχομένου λοιπὸν ὁρᾶν, ἀλλὰ πάντων ἀπ' ἐκείνου τοὺς ὀφθαλμοὺς μεταθέντων ἐπὶ τὴν παράδοξον θεωρίαν, καὶ οὔτε τὸ διάδημα, οὔτε ἡ ἀλουργίς, οὔτε ἄλλο τι τῆς φαντασίας τῆς βασιλικῆς, οὕτω τοὺς ὄχλους ἐπέστρεφεν, ὡς ἡ θέα τῶν παίδων ἐκείνων, ἐγχρονισάντων μὲν τὸ πυρί, οὕτω δὲ ἐξελθόντων ἐκεῖθεν ὡς τοὺς ἐν ὀνείρῳ τοῦτο παθόντας εἶκος ἦν. Καὶ γὰρ ὃ πάντων εὐθραυστότερον ἦν τῶν ἐν ἡμῖν, ἡ τῶν τριχῶν φύσις, τοῦτο ἀδάμαντος ἰσχυρότερον ἐκράτει τῆς παμφάγου φλογός.

6 Καὶ οὐ τοῦτο μόνον ἦν τὸ θαυμαστόν, ὅτι εἰς μέσον ἀποληφθέντες ἔπαθον οὐδέν, ἀλλ' ὅτι καὶ διὰ τῶν ὕμνων φθεγγόμενοι διὰ παντός· ἴσασιν δὲ πάντες ὅσοι τοῖς καιομένοις παραγεγόνασιν, ὡς ἕως μὲν ἂν ἔχωσιν μεμυκότα τὰ χείλη, βραχὺ γοῦν ἀντέχουσι πρὸς τὸν ἔμπρησμον· εἰ συμβαίη δὲ διᾶραι τὸ στόμα αὐτούς, εὐθέως ἀφίπταται τοῦ σώματος ἡ ψυχή. Ἀλλ' ὅμως τοσούτων γενομένων θαυμάτων, καὶ πάντων καταπλαγέντων, καὶ τῶν παρόντων καὶ θεωμένων καὶ τῶν ἀπόντων καὶ διὰ γραμμάτων τοῦτο μεμαθηκότων, ὁ τοὺς ἄλλους διδάξας βασιλεὺς ἀδιόρθωτος ἔμενεν καὶ πάλιν ἐπὶ τὴν προτέραν ἐπάνεισι κακίαν. Καὶ οὐδὲ οὕτως αὐτὸν ἐκόλασεν, ἀλλ' ἐμακροθύμησεν ἔτι· καὶ δι' ὀνείρατος καὶ διὰ τοῦ προφήτου συμβουλεύων αὐτῷ. Ἐπειδὴ δὲ οὐδὲν οὐδενὶ τούτων βελτίων ἐγίνετο, τότε ἐπάγει τὴν τιμωρίαν αὐτῷ λοιπόν, οὐχ ὑπὲρ τῶν ἤδη γεγονότων ἀμυνόμενος, ἀλλὰ τὰ μέλλοντα ἐκκόπτων δεινά, καὶ τὴν εἰς τὸ ἔμπροσθεν ἀναστέλλων κακίαν, καὶ οὐδὲ τοῦτο εἰς τέλος, ἀλλ' ἐν ὀλίγοις αὐτὸν παιδεύσας ἔτεσιν τῇ προτέρᾳ πάλιν ἀπέδωκεν τιμῇ, ζημιωθέντα μὲν ἀπὸ τῆς κολάσεως οὐδέν, κερδάναντα δὲ τὸ πάντων μέγιστον τῶν ἀγαθῶν, τὸ στερρῶς τῆς εἰς τὸν Χριστὸν ἔχεσθαι πίστεως καὶ μεταγνῶναι ἐπὶ τοῖς πρότερον ἡμαρτημένοις αὐτῷ. Τοιαύτη γὰρ ἡ τοῦ θεοῦ φιλανθρωπία· οὐδέποτε μετάνοιαν γινομένην εἰλικρινῶς ἀποστρέφεται, ἀλλὰ κἂν πρὸς αὐτό τις ἐλάσῃ τῆς κακίας τὸ πέρας, κἀκεῖθεν ὑποστρέψαι πάλιν ἕληται πρὸς τὴν τῆς ἀρετῆς ὁδόν, καὶ δέχεται καὶ προσίεται τοῦτον, καὶ πάντα ποιεῖ ὥστε αὐτὸν εἰς τὴν προτέραν κατάστασιν ἐπαναγαγεῖν. Καὶ τὸ πολλῷ τούτου φιλανθρωπότερον· κἂν γὰρ μὴ πᾶσάν τις ἐπιδείξηται τὴν μετάνοιαν, οὐδὲ τὴν βραχεῖαν καὶ πρὸς ὀλίγον γεγενημένην παραπέμπεται, ἀλλὰ καὶ ταύτης πολὺν τίθησι τὸν μισθόν· καὶ τοῦτο δῆλον ἐξ ὧν Ἠσαίας ὁ προφήτης περὶ τοῦ τῶν Ἰουδαίων λαοῦ οὑτωσί πώς φησιν· «∆ι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτοῦ, καὶ ἐλυπήθη καὶ ἐπορεύθη στυγνός, καὶ ἰασάμην αὐτὸν καὶ παρε κάλεσα αὐτόν.» Καὶ μαρτυρήσειεν ἂν ἡμῖν καὶ ὁ ἀσεβέστατος βασιλεὺς ἐκεῖνος, ὁ γεγονὼς μὲν ἔκδοτος τοῖς ἁμαρτήμασιν ὑπὸ τῆς γυναικός, ἐπειδὴ δὲ μόνον ἐπένθησεν καὶ σάκκον περιεβάλετο καὶ κατέγνω τῶν πλημμεληθέντων αὐτῷ, οὕτως