1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

5

δὲ ἐναντίωσίν τινα οὐ ποιεῖ, οὐδὲ μάχην. Καὶ πῶς οὐκ ἔστιν ἐναντίον, φησὶ, τὸ βαστάζειν τῷ μὴ βαστάζειν; Ὅτι ἀμφότερα γέγονε. Καὶ ἐξελθόντων μὲν ἐκ τοῦ πραιτωρίου, ὁ Χριστὸς ἐβάσταζε· προϊόντων δὲ, ὁ Σίμων ἔλαβεν ἀπ' αὐτοῦ καὶ ἔφερε. Πάλιν ἐπὶ τῶν λῃστῶν, ὁ μέν φησιν, ὅτι οἱ δύο αὐτὸν 51.54 ἐβλασφήμουν· ὁ δὲ ὅτι ὁ εἷς ἐπεστόμιζε τὸν κατηγοροῦντα. Ἀλλ' οὐδὲ τοῦτο πάλιν ἐναντίον. ∆ιατί; Ὅτι καὶ ἐνταῦθα ἀμφότερα γέγονε καὶ παρὰ μὲν τὴν ἀρχὴν ἀμφότεροι ἦσαν οἱ πονηρευόμενοι· μετὰ δὲ ταῦτα σημείων γενομένων καὶ τῆς γῆς κλονουμένης, καὶ τῶν πετρῶν σχιζομένων, καὶ ἡλίου κρυπτομένου, θάτερος αὐτῶν μετεβλήθη, καὶ σωφρονέστερος γέγονε, καὶ τὸν ἐσταυρωμένον ἐπέγνω, καὶ τὴν βασιλείαν ὡμολόγησε τὴν ἐκείνου. Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι ἀνάγκῃ τινὶ καὶ βίᾳ τινὸς ἔνδοθεν ὠθοῦντος αὐτὸν τοῦτο γίνεται, μηδὲ διαπορῇς, δείκνυσί σοι καὶ ἐν τῷ σταυρῷ τὴν πονηρίαν αὐτοῦ ἔτι διατηροῦντα τὴν προτέραν, ἵνα εἰδῇς, ὅτι οἴκοθεν καὶ παρ' ἑαυτοῦ μεταβαλόμενος, καὶ τῆς τοῦ Θεοῦ χάριτος ἀπολαύσας, οὕτω βελτίων ἐγένετο. δʹ. Καὶ ἕτερα πολλὰ τοιαῦτα ἔστιν ἐκ τῶν Εὐαγγελίων ἀναλέγεσθαι, ἃ δοκεῖ μὲν ἐναντιώσεως ὑποψίαν ἔχειν, οὐκ ἔστι δὲ ἐναντίωσις, ἀλλὰ καὶ τὰ παρὰ τούτου καὶ τὰ παρ' ἐκείνου εἰρημένα γεγένηται· εἰ δὲ μὴ κατὰ τὴν αὐτὴν ὥραν, καὶ ὁ μὲν πρότερον, ὁ δὲ τὸ δεύτερον εἴρηκεν· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν· ἀλλὰ τὸ πλῆθος τῶν εἰρημένων σημείων δείκνυσι καὶ τοῖς ὁπωσοῦν προσέχουσιν, ὅτι ἕτερος μὲν αὐτὸς ἦν, ἕτερος δὲ ἐκεῖνος. Οὐ μικρὰ δὲ καὶ αὕτη γένοιτ' ἂν ἀπόδειξις πρὸς τὸ δεῖξαι τοὺς εὐαγγελιστὰς συμφωνοῦντας ἀλλήλοις, καὶ οὐ μαχομένους. Ἂν μὲν γὰρ αὐτὸς ᾖ, πολλὴ ἡ μάχη· ἂν δὲ ἕτερος ἐκεῖνος, πᾶσα ἀμφισβήτησις λέλυται. Φέρε οὖν αὐτὰς τὰς αἰτίας εἴπωμεν, δι' ἃς οὔ φαμεν τοῦτον εἶναι ἐκεῖνον. Τίνες οὖν εἰσιν αὗται; Ὁ μὲν ἐν Ἱεροσολύμοις θεραπεύεται, οὗτος δὲ ἐν Καπερναοὺμ, καὶ ὁ μὲν παρὰ τὴν κολυμβήθραν τῶν ὑδάτων, οὗτος δὲ ἐν οἰκίσκῳ τινί· ἰδοὺ ἀπὸ τοῦ τόπου· κἀκεῖνος μὲν ἐν ἑορτῇ· ἰδοὺ ἀπὸ τοῦ καιροῦ κἀκεῖνος μὲν τριάκοντα καὶ ὀκτὼ ἔτη εἶχεν ἐν τῇ ἀσθενείᾳ· περὶ τούτου δὲ οὐδὲν τοιοῦτον ὁ εὐαγγελιστής· ἰδοὺ καὶ ἀπὸ τοῦ χρόνου· κἀκεῖνος μὲν ἐθεραπεύθη ἐν σαββάτῳ· ἰδοὺ καὶ ἀπὸ ἡμέρας· εἰ γὰρ ἐν σαββάτῳ ἐθεραπεύθη καὶ οὗτος, οὐδ' ἂν τοῦτο παρεσιώπησεν ὁ Ματθαῖος, οὐδ' ἂν ἡσύχασαν οἱ παρόντες Ἰουδαῖοι· οἱ γὰρ καὶ μὴ ἐν σαββάτῳ θεραπευθέντος αὐτοῦ δυσχεράναντες δι' ἄλλην αἰτίαν, πολλῷ μᾶλλον εἰ καὶ τὴν ἀπὸ τοῦ καιροῦ λαβὴν ἔσχον, οὐκ ἂν ἐφείσαντο τῶν ἐγκλημάτων τῶν κατὰ τοῦ Χριστοῦ. Καὶ οὗτος μὲν πρὸς τὸν Χριστὸν φέρεται· πρὸς ἐκεῖνον δὲ αὐτὸς ὁ Χριστὸς παραγίνεται, κἀκείνῳ μὲν οὐδεὶς ἄνθρωπος ἦν ὁ βοηθήσων· Κύριε γὰρ, φησὶν, ἄνθρωπον οὐκ ἔχω· οὗτος δὲ πολλοὺς εἶχε τοὺς προσήκοντας, οἳ καὶ διὰ τοῦ στέγους αὐτὸν ἐχάλασαν. Κἀκείνου μὲν πρὸ τῆς ψυχῆς τὸ σῶμα διώρθωσε· πρότερον γὰρ αὐτοῦ τὴν παράλυσιν σφίγξας, τότε φησίν· Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πρότερον αὐτοῦ τὴν ψυχὴν ἰασάμενος (φησὶ γὰρ αὐτῷ· Θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου), τότε τὴν παράλυσιν διώρθωσεν. Ὅτι μὲν οὖν οὐκ ἔστιν οὗτος ἐκεῖνος, ἀπὸ τούτων ἡμῖν σαφῶς ἀποδέδεικται, δεῖ δὲ λοιπὸν ἐπὶ τὴν ἀρχὴν τοῦ διηγήματος ἐλθόντας ἰδεῖν, πῶς μὲν τοῦτον, πῶς δὲ ἐκεῖνον ἐθεράπευσεν ὁ Χριστὸς, καὶ διὰ τί διαφόρως· διὰ τί τὸν μὲν ἐν σαββάτῳ, ἐκεῖνον δὲ οὐκ ἐν σαββάτῳ, καὶ πρὸς ἐκεῖνον μὲν αὐτὸς ἦλθε, τοῦτον 51.55 δὲ ἀνέμεινε πρὸς αὐτὸν κομισθῆναι, καὶ διὰ τί ἐκείνου μὲν τὸ σῶμα πρότερον, τούτου δὲ τὴν ψυχὴν πρότερον ἰᾶται. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ ταῦτα ποιεῖ, σοφὸς ὢν καὶ προνοητικός. Προσέχωμεν τοίνυν, καὶ ἴδωμεν αὐτὸν θεραπεύοντα. Εἰ γὰρ ἐπὶ τῶν ἰατρῶν, ἐπειδὰν τέμνωσιν, ἢ καίωσιν, ἢ καὶ ἄλλῳ τρόπῳ πεπηρωμένον καὶ ἐξησθενηκότα ἀνατέμνωνται, καὶ κατατέμνωσι μέλος, πολλοὶ περιστοιχίζονται τόν τε ἄῤῥωστον καὶ τὸν ταῦτα ποιοῦντα ἰατρὸν, πολλῷ μᾶλλον ἡμᾶς ἐνταῦθα τοῦτο ποιεῖν χρὴ, ὅσῳ καὶ ἰατρὸς μείζων, καὶ τὸ νόσημα χαλεπώτερον, οὐκ ἀνθρωπίνῃ τέχνῃ, ἀλλὰ θείᾳ