ποικίλων πειρασμῶν, ἐπὰν δὲ γεννήσῃ, τουτέστι τελειωθῇ, χαίρει διηνεκῶς χαρᾷ ἀνεκλαλήτῳ, ὅτι ἐγεννήθη ἐπουράνιος καὶ καινὸς ἄνθρωπος εἰς τὸν ἄνω κόσμον. 52.4 καὶ ὥσπερ τὸ σῶμα λαβὼν ὁ Κύριος ἀνήνεγκε καὶ ἐκάθισεν ἄνω ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, οὕτως καὶ νῦν τὰς πιστευούσας ψυχὰς καὶ ἀξίας τοῦ θεοῦ μεθιστᾷ καὶ μεθίστησιν εἰς τὴν βασιλείαν αὐτοῦ, γεννήσας αὐτὰς ἄνωθεν ἐκ τοῦ ἰδίου πνεύματος, καθώς φησιν ὁ Κύριος Ὁ πιστεύων εἰς ἐμὲ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. οἱ γὰρ ἐν ἀληθείᾳ πιστοὶ καὶ ἐν τῇ γῇ μένοντες ἄνω ἐν τοῖς οὐρανοῖς δια κονοῦσι τῷ Κυρίῳ, καὶ αὐτὸς δὲ ἄνω καθεζόμενος εἰς τὸν θρόνον τῆς μεγαλωσύνης αὐτοῦ κάτω ταῖς τῶν ἁγίων ψυχαῖς ὡς ἐνθρόνοις ἐπανα παύεται· μέλη γὰρ καὶ σῶμα αὐτοῦ εἰσι, πᾶσα ἡ ἐκκλησία τῶν ἁγίων, αὐτὸς δὲ ἡ κεφαλὴ τῆς ἐκκλησίας τυγχάνει· ὥσπερ γὰρ μία ψυχὴ ἐν ὅλῳ τῷ σώματί ἐστι, καὶ ἕκαστον μέλος τοῦ σώματος ὑπὸ τῆς μιᾶς ψυχῆς διοικεῖται, οὕτω πάντες οἱ ἅγιοι εἰς τὸ πνεῦμα τῆς θεότητος ζῶσι καὶ ὑπ' αὐτοῦ διοικοῦνται, καὶ ἕκαστον μέλος ζῇ ἐν τῇ ὑποστάσει καὶ τῇ θεϊκῇ ψυχῇ. 52.5 καὶ ὡς τὸ σῶμα ἐὰν ᾖ παρὰ χεῖρα ἢ παρὰ πόδα ἢ παρ' ὀφθαλμόν, ἐπίμωμός ἐστιν ὁ ἄνθρωπος, οὕτως καὶ ἡ ψυχὴ χωρὶς τῆς ἐπουρανίου ψυχῆς καὶ τοῦ θεϊκοῦ πνεύματος ἀτελὴς καὶ ἐπίμωμός ἐστιν, ἀπόβλητος τῆς βασιλείας τυγχάνουσα· Ἐὰν μή τις γάρ, φησί, γεννηθῇ ἄνωθεν, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. δύο γὰρ χεῖρες καὶ δύο πόδες καὶ δύο ὦτα τέλειος ἄνθρωπός ἐστιν· ἀλλὰ καὶ δύο πτεροῖς τὸ ὄρνεον δύναται πετασθῆναι, ἑνὶ δὲ πτερῷ πετασθῆναι οὐ δύναται· ἀλλὰ καὶ δύο διαθῆκαι τοῖς ἀνθρώποις ἐδόθησαν, καὶ χωρὶς τῆς καινῆς ἡ μία ἀδύνατος ἦν· καὶ πάντα τὰ ζεύγη, δύο ὄντα, ἕν ἐστι, καὶ οὕτω τέλεια ἀποδείκνυνται. οὕτω καὶ τὸν ἀληθῆ χριστιανὸν εἶναι δεῖ· ὁ γὰρ Κύριος εὐδόκησεν αὐτὸν ἔχειν δύο ψυχάς, μίαν τὴν κτισθεῖσαν καὶ μίαν ἐπου ράνιον ἐκ τοῦ θεϊκοῦ πνεύματος, καὶ οὕτω δύνανται εἶναι τέλειοι καὶ χρήσιμοι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἱπτάμενοι καὶ κουφιζόμενοι ὑπὸ τῶν πτερύγων τοῦ πνεύματος. 52.6 ὥσπερ γὰρ ὁ οὐρανὸς ἀρρενικῶς ὀνομάζεται ἡ δὲ γῆ θηλυκῶς, οὕτω νυμφίος ὁ οὐράνιος Χριστός, καὶ νύμφη αὐτοῦ ἡ ὡραία ψυχὴ καὶ ἀπαθής· καὶ ἄνωθεν μὲν ὄμβρος ἐκ τοῦ θεοῦ κατέρχεται, αὕτη δὲ ὡς γῆ καλλίστη δεχομένη τοὺς καρποὺς τοῦ πνεύματος ἀποδίδωσιν· ὥσπερ γὰρ ἡ Εὔα χωρὶς τῆς τοῦ Ἀδὰμ συναφείας στεῖρα καὶ ἄκαρπος ἦν, οὕτω καὶ ψυχὴ χωρὶς τῆς τοῦ πνεύματος συναφείας καὶ συγκράσεως τοῦ ἐπου ρανίου νυμφίου Χριστοῦ χήρα καὶ ἄκαρπος καὶ στεῖρα τυγχάνει τῇ βασιλείᾳ τῶν οὐρανῶν. ἀλλὰ καὶ ὁ ἐπουράνιος νυμφίος ἄνευ τῆς σπουδῆς τοῦ ἀνθρώπου καὶ τοῦ θελήματος οὔτε οἰκεῖ εἰς αὐτὸν οὔτε κιρνᾶται· ὥσπερ γὰρ οἶνος κιρνώμενος ὕδατι πόσιμος καὶ ἡδύς ἐστιν, οὕτω καὶ ἡ θεότης ἑαυτὴν κεράσασα τῇ ἀνθρωπότητι ἦλθεν ἵνα πάντας τοὺς θέλοντας καὶ πιστεύοντας κεράσῃ τῷ ἰδίῳ πνεύματι, καὶ οὕτως εἰς ἡδυτάτην καὶ εὔνοστον μεταβληθῶσι προαίρεσιν. ὥσπερ δὲ βαφὲν ἔριον ἐν πορφύρᾳ ἓν γέγονεν, οὕτω καὶ τελείως βαπτιζόμεναι ψυχαὶ τῷ πνεύματι πορφύρα πνευματικὴ ἀποτελοῦνται κατὰ τὸ γεγραμμένον Τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν· ὥσπερ καὶ σῶμα τοῦ Κυρίου κερασθὲν τῇ θεότητι θεός ἐστιν· ὥσπερ δὲ σίδηρος βληθεὶς εἰς πῦρ πῦρ ἐστι, καὶ οὐδὲν δύναται αὐτοῦ ἅψασθαι ἢ ἐγγίσαι, ἐπεὶ ἀφανί ζεται καὶ ἀναλίσκεται, εἰ μὴ μόνον τὸ πῦρ μετὰ τοῦ πυρὸς ἢ ἄνθρακες πυρὸς μετὰ ἀνθράκων δύνανται εἶναι ἀβλαβεῖς, οὕτω καὶ πᾶσα ψυχὴ διὰ τοῦ πυρὸς τοῦ πνεύματος καθαρισθεῖσα καὶ πῦρ καὶ πνεῦμα γενομένη δύναται εἶναι μετὰ τοῦ ἀχράντου σώματος τοῦ Χριστοῦ. ψυχὴν δὲ ἀμύητον τούτου τοῦ πνεύματος ἀδύνατον ἐκεῖ προσεγγίσαι, ἢ ἀποβλέ ψαι εἰς τὴν θείαν ἐκείνην ἀστραπήν, καὶ ζῆν ἐν αὐτῇ. ἕκαστον γὰρ πρᾶγμα ἐκεῖ ἐστι καὶ ἐκεῖ ζῇ, ὅθεν ἐγεννήθη· τὰ ζῷα τὰ ἐν τῷ ὕδατι διὰ τὸ ἐκεῖ γεννηθῆναι ἐκεῖ ζῶσι·