1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

5

εἰς τὰ ὀπίσω ἐπὶ τῷ ἰδίῳ καλῷ. 23 Κατὰ μὲν τὴν σωματικὴν διήγησιν τὸ λεγόμενον περὶ τῆς Ἱε ρουσαλὴμ νῦν τοιοῦτόν ἐστιν. ἐμπόδιόν ἐστιν ἡ ἀκαθαρσία τῆς Ἱερουσαλήμ· τίνος δὲ ἐμπόδιον, ἡμῖν καταλέλοιπε νοεῖν ὁ προφήτης. τάχα οὖν δηλοῖ ὅτι κωλυτική ἐστι τῆς πορείας αὐτῆς ἡ ἀκαθαρσία . ἀλλὰ καὶ τοιάδε τις οὖσα δηλοῖ ὅτι Ἱερουσαλὴμ τῶν ἐσχάτων αὐ τῆς οὐκ ἐμνημόνευσεν . ταῦτα δὲ ὁ ἔχων πρὸ ὀφθαλμῶν καὶ ὁρῶν τί διὰ τὰ ἁμαρτήματα ἀπαντήσεται, οὐχ ἁμαρτήσεται. διὰ ταύτην τοίνυν τὴν ἀκαθαρσίαν ἐμπόδιον αὐτῇ· καὶ διὰ τὸ μὴ μνη μονεύειν αὐτὴν τῶν ἐσχάτων αὐτῆς , τὰ θαυμαστὰ αὐτῆς καὶ τὰ μεγάλα, ἅτινα εἶχεν ὅτε ἀξία τοῦ ἐπισκοπεῖσθαι ἐτύγχανε, κατεβίβασε καὶ εἰς ταπεινότητα ἤνεγκε, πρότερον ὑπέρογκα ὄντα καὶ μείζονα παντὸς ἐπαίνου. ἀλλὰ καὶ μετὰ ταῦτα πάντα οὐκ ἦν ὁ παραμυ θούμενος τὴν τὰ μέγιστα αὐτῆς καταβιβάσασαν. ἐπὶ τούτοις δὲ κατανόησον τὴν ἐμοῦ τοῦ λέγοντος ταπείνωσιν, κύριε , ἐπει δήπερ ὁ ἐχθρὸς ἐπὶ τοῖς γενομένοις τῇ πατρίδι μου μεγαλύνεται . Καὶ μετ' ὀλίγα· Ζητητέον μέντοι κατὰ τοὺς τῆς ἀναγωγῆς νόμους, εἰ δυνατὸν ἔν τινι τυγχάνειν ἀκαθαρσίαν οὐκ αἰτίῳ ταύτης ὄντι. ἴδωμεν δὲ καὶ τὰ πρῶτα νοήματα τοῦ Θρήνου. ἡ τοιάδε ψυχὴ ἐκπεσοῦσα πάντως καὶ ἐν ἀκαθαρσίᾳ ἐστίν, ἥτις ἀκαθαρσία κωλύει τὴν ἁγίαν ὁδὸν ὁδεύειν. καὶ ὥσπερ τὰ ὑποδήματα κελεύεται ὑπὸ θεοῦ ὑπολύσασθαι ἁγίῳ τόπῳ ἐπιβαίνων ὁ ἱερὸς Μωσῆς καὶ ὁ διάδοχος αὐτοῦ Ἰησοῦς, οὐ καθήκοντος περικεῖσθαι νεκρὰν δορὰν ἐν ἱερῷ τόπῳ τοὺς πόδας, οὕτως εἰ μέλλοι τις ὁδεύειν ἀνεμποδίστως, τάχα οὐ μόνον ὑπολύσα σθαι, ἀλλὰ καὶ ἀποπλύνασθαι ὀφείλει τὴν ἀκαθαρσίαν τὴν γενομένην ἀπὸ τοῦ χοῦ περὶ τοὺς πόδας. καὶ οἰόμεθά γε τούτου σύμβολον εἶναι τὸ τὸν σωτῆρα βαλόντα ὕδωρ εἰς τὸν νιπτῆρα πεπλυκέναι τοὺς πόδας τῶν μαθητῶν, λέγοντα τῷ μηδέπω συνιέντι τὸ μυστή ριον καὶ διὰ τοῦτο κωλύοντι Πέτρῳ· «ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ' ἐμοῦ», καὶ «ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα». οὐκοῦν δεήσει περιαθροίσαν<τας> περὶ τούς, ἵν' οὕτως εἴπω, πόδας τῆς ψυχῆς ἀκαθαρσίαν [καὶ] δεηθῆναι τοῦ Ἰησοῦ, ὅπως αὐτὴν ἀποπλύνῃ καὶ δυνηθῶμεν μέρος ἔχειν μετ' αὐτοῦ. εἰ γὰρ παρα μένοι αὕτη, ἐμπόδιόν ἐστι τὴν κατὰ τὸν ὑγιῆ λόγον ἡμᾶς βαδίζειν ὁδόν, τὸν σωτῆρα τὸν εἰπόντα· «ἐγώ εἰμι ἡ ὁδός». 24 ∆ῆλον δὲ ὅτι ἡ μὲν ὑγιαίνουσα ψυχὴ ἢ κἂν τοιαύτη γε εἶναι βουλομένη ταῦτα πράττει, οὐ τοσοῦτον τὸ παρὸν μόνον σκοποῦσα, ὅσον προορωμένη τί καὶ εἰς τὰ μέλλοντα ἐκ τῶν ἐπιτελουμένων ἀπαντηθήσεται. καὶ ἐὰν μὲν χρηστοῦ τινος νομιζομένου ἐπὶ τοῦ παρόντος γίνεσθαι προθεωρῇ τὸ ἐν τῷ μέλλοντι πικρόν, παραπεμψα μένη τὸ δοκοῦν εἶναι ἡδὺ τὸ ἐναντίον πράττει, ὑπὲρ τοῦ μὴ μετὰ ταῦτα χαλεπῷ τινι περιπεσεῖν· ἐὰν δὲ ἐπιπόνου τυγχάνοντος τοῦ παρόντος ἀγαθαὶ ἐλπίδες διαδέχωνται τὸ φαινόμενον σκληρόν, ἑκου σίως αὑτὴν ἐπιδώσει τῇ τραχύτητι τοῦ δόξαντος ἂν εἶναι δεινοῦ παρά τισιν, ἐπὶ τῷ τυχεῖν τῶν διὰ τὸ ὑπομεμενηκέναι ταῦτα δια δεχομένων γλυκέων τὰ σκληρά. 25 Ταῦτα δὲ πάντα, φησί, παθοῦσα ἡ τροπικώτερον καλουμένη Ἱε ρουσαλὴμ οὐδὲ τοῦ παραμυθουμένου εὐπόρησεν· ἀποστραφεῖσα γὰρ τὸν ἐν αὐτῇ λόγον καὶ ὅλη τοῦ πάθους γεγενημένη, τὸν βοηθὸν ἀπολώλεκε, τὸν ἀεὶ κατὰ τῶν πόνων ὁπλίζοντα καὶ τῶν νομιζο μένων δεινῶν τὴν προσέχουσαν αὐτῷ διάθεσιν. ἐπὶ τούτοις δ' ἐμοῦ τοῦ πολίτου τὴν ταπείνωσιν ἴδε · ὡς ἂν λέγοι συγγενὴς ψυχῆς· τὸ τοῦ πολίτου μου πάθος, δι' ἣν ἐδιδάχθην φιλανθρωπίαν, ἐμή ἐστι συμφορά. κατανόησον οὖν, ὦ κύριε , καὶ μὴ τέλεον καταλίπῃς τὴν τὰ προειρημένα πεπονθυῖαν· μὴ ὑπερίδῃς τὸν ἐχθρὸν αὐτῇ, λέγω δὴ τὴν κακίαν μεγαλυνθεῖσαν καὶ κεχυμένην κατ' αὐτῆς. δύνα ται δὲ τροπικώτερον λέγεσθαι τὸ ἴδε, κύριε, τὴν ταπείνωσίν μου ὑπὸ τοῦ ἐνυπάρχοντος τῇ ψυχῇ λόγου, ἀτιμασθέντος καὶ τετα πεινωμένου καί, ἵν' οὕτως εἴπω, τὸ ἴδιον βασίλειον ἀπολωλεκότος. 26 Ἐπιθυμήματα τοίνυν τῆς Ἱερουσαλὴμ νοητέον τὰ ἐν τῷ ναῷ, καὶ τὰ ἅγια τῶν ἁγίων ἀποκείμενα εἰς τὴν ἱερατικὴν λειτουργίαν εὔθετα, καὶ τὰ ἄλλως παρὰ τὸ ἐναποκεῖσθαι τῷ ναῷ θεῖα εἶναι πεπιστευμένα, οἷον τὴν