«ἀγγέλοις». Κατάβα τῷ λόγῳ εἰς τὴν ἄβυσσον [καὶ ὡσαύτως]· κατέβη γὰρ κἀκεῖ. «Καταβὰς γὰρ αὐτός ἐστιν καὶ ὁ ἀναβάς, ἵνα πληρώσῃ τὰ πάντα», «ἵνα ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων». Ἴδε ταύτην τὴν δύναμιν· διέβη γὰρ ὅλον τὸν κόσμον· 6.40 διεληλυθότα γάρ φησι τοὺς οὐ ρανοὺς Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ. Ἐὰν οὖν ταῦτα ἴδῃς, ὄψει, ὅτι οὐχὶ ῥημάτιόν ἐστι τό· «ἔσται μέγας», ἀλλ' ἔργῳ δείκνυται, ὅτι «μέγας» ἐστὶν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ἀπὼν καὶ παρών. 7.41 Οἱ κρείττονες πρὸς τοὺς ἐλάτ τονας ἔρχονται, ἵνα αὐτοὺς εὐερ γετήσωσιν. Οὕτω καὶ ὁ σωτὴρ ἦλθεν πρὸς τὸν Ἰωάννην, ἵνα τὸ βάπτισμα αὐτοῦ ἁγιάσῃ· οὕτως ἡ Μαριὰμ ἀκούσασα τοῦ ἀγγέλου τέ ξεσθαι τὸν σωτῆρα καὶ μεμαθη κυῖα, ὅτι ἡ συγγενὴς αὐτῆς συνέ λαβεν Ἐλισάβετ, ἦλθεν πρὸς αὐτήν. Ὁ γὰρ ἐν αὐτῇ Ἰησοῦς ἤδη ἤμελλεν εὐεργετεῖν τὸν ἤδη ἐν τῇ Ἐλισάβετ Ἰωάννην. Καὶ τοῦτο δῆλον ἐκ τοῦ μὴ σκιρτᾶν μὲν τὸν Ἰωάννην, πρὶν ἔλθῃ Μαριὰμ καὶ τὴν Ἐλισάβετ ἀσπάσηται, ἅμα δὲ τῷ λόγῳ τοῦ ἀσπασμοῦ Μαρίας, ὃν ὑπέβαλεν ὁ λόγος τοῦ θεοῦ ὁ Χρι 7.42 στός, ἤκουσεν ὁ πρόδρομος τῇ ἐνεργείᾳ τοῦ ἁγίου πνεύματος κινούμενος τὸν ἀσπασμὸν τῆς Μαρίας καὶ «ἐσκίρτησεν ἐν ἀγαλ λιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ», καὶ οἱονεὶ ἤρξατο ἔκτοτε προφήτην αὐ τὸν ποιεῖν ὁ Ἰησοῦς. Ἔδει δὲ τὴν μακαρίαν ταύτην Μαρίαν μετὰ τὴν τοῦ Γαβριὴλ πρὸς αὐτὴν ἐπιδημίαν καὶ τὸν εὐαγγελισμὸν ἀναβαίνουσαν ἀναβῆναι «ἐπὶ τὴν ὀρεινήν», ἅτε δὲ τῇ σπουδῇ μὴ ὀκνηρὰν σπουδαίως πορευθῆναι· μετὰ σπουδῆς δὲ ἐπο ρεύετο ἀγομένη ὑπὸ τοῦ ἁγίου πνεύ ματος τοῦ ἐπελθόντος αὐτῇ καὶ ὑπὸ τῆς δυνάμεως τοῦ ὑψίστου τῆς ἐπι σκιασάσης αὐτῇ. 7.43 Οὐκοῦν ἐν τῷ ἀσπασμῷ «ἐπλήσθη» διὰ τὸν υἱὸν «πνεύματος ἁγίου ἡ Ἐλισάβετ»· οὐ γὰρ ἡ μήτηρ «ἐπλή σθη πνεύματος ἁγίου» πρῶτον, ἀλλὰ προηγουμένως πλησθέντος Ἰωάννου δευτέρως ἡ μήτηρ, ἅτε ἔχουσα τὸν πλησθέντα «πνεύματος ἁγίου». Οὐκ ὀκνητέον δὲ εἰπεῖν, ἵνα μὴ ἐξαπατηθῇ τις ὑπὸ τῶν πιθανότησι χρωμένων καὶ διδασκόντων ψευδῶς, ὅτι ἐτόλμησέ τις εἰπεῖν κατὰ τῆς Μαρίας, ὡς ἄρα ὁ σωτὴρ αὐτὴν ἠρνήσατο, ἐπεί, φησίν, συνήφθη μετὰ τὴν ἀπότεξιν τὴν τοῦ σωτῆρος τῷ Ἰωσήφ. 7.44 Εἴ ποτε οὖν τοιοῦτοι λόγοι ὑπὸ αἱρετικῶν προαχθῶσιν, οὕτως ἀπο κριτέον, ὅτι «πνεύματος ἁγίου» πλη σθεῖσα ἡ Ἐλισάβετ φησίν· «εὐλογη μένη σὺ ἐν γυναιξίν». Εἰ δὲ εὐλόγη ται ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου, πῶς ἠρνήσατο αὐτὴν ὁ σωτήρ; Ἀλλ' οὐδὲ ἔχουσιν αὐτὴν ἀποδεῖξαι, ὅτι συνουσίᾳ ἐχρήσατο μετὰ τὴν ἀπό τεξιν τοῦ σωτῆρος· οἱ γὰρ υἱοὶ Ἰω σὴφ οὐκ ἦσαν ἀπὸ τῆς Μαρίας, οὐδὲ ἔχει τις τοῦτο παραστῆσαι ἀπὸ τῆς γραφῆς. Τὸ δέ· «πόθεν μοι τοῦτο;» οὐκ ἀγνοοῦσα λέγει ἡ Ἐλισάβετ ἡ πνεύ ματος πλησθεῖσα ἁγίου, ὅτι· οὐκ οἶδα, ὅτι ἀπὸ θεοῦ γεγένηται τὸ ἐλθεῖν τὴν μητέρα «τοῦ κυρίου μου πρός με», ἀλλὰ τό· «πόθεν μοι τοῦ το» τοιοῦτόν ἐστιν· τί γάρ μοι, φη σίν, τηλικοῦτον πέπρακται ἀγαθόν, «ἵνα ἡ μήτηρ τοῦ κυρίου μου ἔλθῃ πρός με»; πόθεν, ἀπὸ ποίας δικαιο 7.45 σύνης ἢ πράξεων ἀγαθῶν ἐπέτυχον τούτου; «ἰδοὺ γὰρ ἐσκίρτησε τὸ βρέ φος ἐν τῇ κοιλίᾳ μου». Τεράστιος ἦν ἡ ψυχὴ τοῦ Ἰωάν νου, καὶ ἔτι ἐν τῇ μήτρᾳ τῆς μητρὸς ὑπάρχουσα καὶ μέλλουσα εἰς γένεσιν ἥκειν ἔγνω, ὃν οὐκ ἔγνω Ἰσραήλ. Οὐχ ἁπλῶς δὲ «ἐσκίρτησεν», ἀλλ' «ἐν ἀγαλλιάσει»· ᾔσθετο γάρ, ὅτι κύριος ἦλθεν ἐν τῇ μητρί, ἵνα αὐτὸν προλαβὼν ἁγιάσῃ. 7.46 Ἐπειδὴ «τοῖς λελαλημένοις» ἐπίστευ σας, μακαρία εἶ· διὰ τί; Ἔσται γὰρ τελείωσις αὐτῶν, καὶ οὐ μάτην παρὰ τοῦ ἀγγέλου λελάληνται. 8.47 Πρὸ Ἰωάννου Ἐλισάβετ προφητεύει, πρὸ τῆς γενέσεως τοῦ σω τῆρος ἡμῶν ἡ Μαρία προφητεύει. Καὶ ὥσπερ ἤρξατο ἡ ἁμαρτία «ἀπὸ τῆς γυναικὸς» καὶ μετὰ τοῦτο ἔφθασεν ἐπὶ τὸν ἄνδρα, οὕτω καὶ τὰ ἀγαθὰ ἀπὸ τῶν γυναικῶν ἤρξατο, ἵνα προ τραπῶσιν αἱ γυναῖκες, τὴν ἀσθένειαν καὶ τὰ γυναικεῖα ἀποθέμεναι, ζηλῶ σαι τοὺς βίους τῶν μακαρίων τού των. Ἴδωμεν λοιπὸν τὴν προφητείαν τὴν παρθενικήν, ἥ φησιν· «Μεγα λύνει ἡ ψυχή μου τὸν κύριον», οὐ μό νον τὸ σῶμα, ἀλλὰ καὶ «ἡ ψυχή μου». 8.48 Πῶς «ἡ ψυχὴ μεγαλύνει τὸν κύ ριον», κατανοητέον. Ἐρεῖ γάρ τις· ὁ