1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

5

γραφὴ πάνυ διαλεκτικώτατα οὐκ εἶπεν ὅτι πρὸ τοῦ με ποιῆσαί σε ἐν κοιλίᾳ ἐπίσταμαί σε· ὅτε μὲν γὰρ ὁ «κατ' εἰκόνα» ἐκτί ζετο, «εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν», οὐκ εἶπεν· πλάσωμεν, ὅτε δὲ ἔλαβε «χοῦν ἀπὸ τῆς γῆς», οὐ πεποίηκε τὸν ἄνθρωπον, ἀλλ' «ἔπλασε τὸν ἄνθρωπον» καὶ «ἔθετο ἐν τῷ παρα δείσῳ τὸν ἄνθρωπον ὃν ἔπλασεν, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν». Εἰ δύνασαι, ὅρα διαφορὰν ποιήσεως <καὶ πλά σεως> ὅτι ὁ λέγων κύριος εἴτε πρὸς τὸν Ἱερεμίαν εἴτε πρὸς τὸν σωτῆρα οὐκ εἶπεν· πρὸ τοῦ με ποιῆσαί σε ἐν κοιλίᾳ ἐπίσταμαί σε· τὸ γὰρ ποιούμενον οὐκ ἐν κοιλίᾳ γίγνεται, ἀλλὰ τὸ πλασσόμενον ἀπὸ τοῦ χοῦ τῆς γῆς τοῦτο ἐν κοιλίᾳ κτίζεται. «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε.» Εἰ πάντας ἠπίστατο ὁ κύριος-λεκτέον γὰρ πρὸς τὸ <τοιοῦτον τὸ> «οὐκ ἐπίσταμαι λαλεῖν»-, οὐκ ἂν ὡς ἐξαίρετον ἔλεγε τῷ Ἱερεμίᾳ τὸ καὶ «ἐπίσταμαί σε». Οὐκοῦν τοὺς διαφέροντας ἐπίσταται ὁ θεός, τοὺς ἀξίους τῆς γνώσεως αὐτοῦ ἐπίσταται ὁ θεός, καὶ «ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ», τοὺς δὲ ἀναξίους οὐκ ἐπίστα ται ὁ θεός, ὡς οὐδὲ ὁ σωτὴρ λέγων· «Οὐδέποτε ἔγνων ὑμᾶς». Ἡμεῖς ἄνθρωποι ὄντες, ὅσον προκόπτομεν, κρίνομέν τινα ἄξια ὄντα τοῦ ἐπίστασθαι ἡμᾶς αὐτά· καί τινα οὐδὲ ἀκούειν θέλομεν, ἵνα μὴ αὐτὰ ἐπιστώμεθα μηδὲ εἰδῶμεν, τινὰ δὲ θέλομεν ἐπίστασθαι. Τί δέ; ὁ τῶν ὅλων θεὸς θέλει ἐπίστασθαι τὸν Φαραώ, θέλει ἐπίστασθαι τοὺς Αἰγυπτίους, οὐκ εἰσὶ δὲ ἄξιοι τῆς ἐπιστήμης τοῦ θεοῦ· Μωσῆς δὲ ἄξιος, καὶ ἕκαστος τῶν προφητῶν τηλικοῦτος. Πολλά σε δεῖ κατορθῶσαι, ἵνα ὁ θεὸς ἄρξηταί σε ἐπίστα σθαι· τὸν μὲν γὰρ Ἱερεμίαν «πρὸ τοῦ πλάσαι ἐν κοιλίᾳ» ἠπίστατο, ἄλλον δὲ ἄρχεται ἐπίστασθαι τριάκοντα ἔτη γεγονότα, τεσσαράκοντα ἔτη γεγονότα. Λόγοι εἰσὶν ἀπόρρητοι, περὶ μὲν οὖν τοῦ σωτῆρος οὐ ζητούμενοι, περὶ δὲ τοῦ Ἱερεμίου «τοῖς ὦτα ἔχουσιν» 1.11 ἐπιστάσεως δεόμενοι. Πῶς λέγει· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε»; Ὁ θεὸς ἑαυτῷ ἁγιάζει τινάς· τοῦτον οὐ περιέμεινεν, ἵνα ἐλθόντα εἰς γένεσιν ἁγιάσῃ, ἀλλὰ πρὶν ἐξελθεῖν ἐκ μήτρας ἤδη ἡγίασεν. Ἐὰν ἐπὶ τὸν σωτῆρα ἀναφέρῃς, οὐ χαλεπὸν εἰπεῖν, ὅτι πρὶν ἐξελθεῖν ἐκ μήτρας ἡγίασται· ἐπὶ τὸν σωτῆρα ἐὰν ἀναφέρῃς, οὐ μόνον πρὶν ἐξελθεῖν ἡγίασται, ἀλλὰ καὶ ἔτι πρότερον ἡγίασται· οὗτος δὲ ὁ Ἱερεμίας πρὶν ἐξελθεῖν ἐκ μήτρας ἡγίασται. 1.12 «Προφήτην εἰς ἔθνη τέθεικά σε.» Ἐπὶ τοῦ Ἱερεμίου ἐὰν ἀναζητήσῃς τὸ «προφήτην εἰς ἔθνη τέθεικά σε», τήρησον ἐν τοῖς ἑξῆς, ὅτι κελεύεται προφητεῦσαι «ἐπὶ πάντα τὰ ἔθνη», καὶ ἔστι προγραφή· «Ἃ προεφήτευσεν Ἱερεμίας ἐπὶ πάντα τὰ ἔθνη» τῇ «Αἰλὰμ», «τῇ ∆α μασκῷ», «τῇ Μωάβ», καὶ ἔχομεν, ὅτι «προεφή τευσεν ἐπὶ πάντα τὰ ἔθνη», ὡς πρὸς τὸ ῥητὸν ὅτι «προ φήτην εἰς ἔθνη τέθεικά σε» πρὸς ἐκεῖνον· ἐὰν δὲ πρὸς ἀναγωγήν, ἐὰν μὲν ἐπὶ τοῦ Ἱερεμίου, προειρήκαμεν, ἐὰν δὲ ἐπὶ τοῦ σωτῆρος, τί δεῖ καὶ λέγειν; Οὗτος ἀληθῶς «ἐπὶ πάντα τὰ ἔθνη προεφήτευσεν»· ἔστι γὰρ ὥσπερ ἄλλα μυρία οὕτως καὶ προφήτης· ὥς ἐστιν «ἀρχιερεύς», ὥς ἐστι σωτήρ, ὥς ἐστιν ἰατρός, οὕτως καὶ προφήτης. Μωσῆς γοῦν προφητεύων περὶ αὐτοῦ οὐχὶ προφήτην μόνον, ἀλλὰ καὶ ἐξαιρέτως εἶπεν εἰπών· «Προφήτην ἐκ τῶν ἀδελφῶν <ὑμῶν> ἀναστήσει ὑμῖν κύριος ὁ θεὸς ὡς ἐμέ, αὐτοῦ ἀκούσετε. Καὶ ἔσται, ὃς ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολο θρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ.» Οὗτος οὖν ἐστιν ὁ καὶ προφήτης «εἰς ἔθνη» τεθειμένος καὶ ἔλαβε «χάριν» ἀπὸ θεοῦ «ἐκχυθεῖσαν ἐν τοῖς χείλεσιν αὐτοῦ», ἵνα μὴ μόνον, ὅτε παρῆν τῷ σώματι, ἀλλὰ καὶ νῦν, ὅτε πάρεστι δυνάμει καὶ τῷ πνεύματι, προφητεύῃ «ἐπὶ πάντα τὰ ἔθνη», ὥστε ἀπὸ πάντων τῶν ἐθνῶν ἀνύειν αὐτοῦ τὴν προφητείαν καὶ ἕλκειν ἀνθρώπους ἐπὶ σωτηρίαν. 1.13 «Καὶ εἶπα· ὁ ὢν δέσποτα κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι. Καὶ εἶπε κύριος πρός με· μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας οὓς <ἐὰν> ἐξαποστείλω σε πορεύσῃ.» Πολλάκις εἴπομεν, ὅτι ἔστι κατὰ τὸν ἔσω ἄνθρωπον εἶναι παιδίον, κἂν ἐν γεροντικῇ τις ᾖ ἡλικίᾳ σώματος· ἔστι δέ ποτε κατὰ τὸν ἔξω ἄνθρωπον εἶναι παιδίον, κατὰ δὲ