ἀδικίας τοῦ οἴκου Ἰσραήλ. Καὶ τίς ἔλαβε τὰς ἀδικίας τῶν υἱῶν Ἰσραὴλ οὔσας δύο τὸν ἀριθμὸν, τήν τε εἰς Θεὸν καὶ τὴν εἰς τὰ λογικὰ, διὰ τῆς οἰκείας κοιμήσεως, ἢ ὁ Σωτὴρ ἡμῶν; Ἐχρῆν δὲ ὑπὲρ τῶν πλείονα ἡμαρτηκότων πλείονα αὐτὸν κοιμᾶσθαι χρόνον, οὐκ ἐπὶ τὸ δεξιὸν καὶ κρεῖττον, ἀλλ' ἐπὶ τὸ ἀριστερὸν μέρος· ὑπὲρ δὲ τῶν ἐλάττονα παραπεπτωκότων ἐπὶ τὸ δεξιὸν πλευρὸν ἐλάττονα χρόνον· τοῦτο ἐνδεικνυμένου τοῦ λόγου, ὡς πλεῖον ἔπαθεν ὁ Σωτὴρ ὑπὲρ τῶν πλείονος χρῃζόντων τῆς θεραπείας. Καὶ σὺ λάβε σεαυτῷ πυρούς. Ἐάν τις ζητῇ πῶς ὁ Κύριος ἡμῶν ὁ Υἱὸς τοῦ ἀνθρώπου οὕτως ἀκάθαρ τον ἄρτον ἐσθίει ἐν τοῖς ἔθνεσι, νοησάτω αὐτὸν ἐσθίοντα ἃ παρατιθέασιν αὐτῷ οἱ ἄνθρωποι· καὶ ὄψονται τίνα τρόπον καθαρὸν αὐτῷ ἄρτον οὐδεὶς δύ ναται παρατιθέναι. Ἕστηκε γὰρ ἐπὶ τὴν θύραν καὶ κρούει, καὶ ἐάν τις ἀνοίγῃ αὐτῷ, εἰσέρχεται πρὸς αὐτὸν, καὶ δειπνεῖ μετ' αὐτοῦ· οὐκ οἶμαι δὲ, ὅτι κα θαρὰ, ἀλλὰ τὸν ἐν βολβίτοις βοῶν γινόμενον κόπρον γινόμενον ἄρτον. Ἡμεῖς δὲ, ἐὰν ὕστερόν ποτε δει πνῶμεν μετ' αὐτοῦ, καθαρὰ ἀπ' αὐτοῦ, ἀνθ' ὧν οὐ πάνυ ἀκάθαρτα παρεθήκαμεν, ἀποληψόμεθα. ∆εδο μένοι δέ εἰσιν ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου δεσμοὶ εἰσ ελθόντα ἐν μέσῳ τῆς αἰχμαλωσίας ἡμῶν οἱ ὑλικοὶ 13.781 καὶ σωματικοί. Ὅτε γὰρ παρ' ἡμῖν γίνεται συμπά σχων ἡμῖν, καὶ συνδέδεται ἡμῖν, καὶ σὺν ἡμῖν ἐστιν ἐν τῇ φυγῇ τοῦ βίου τούτου, συμπεινῶν ἡμῖν καὶ συνδιψῶν, καὶ συνεσθίων καθαρὸν ἐσθίουσιν ἄρτον, καὶ συμπίνει τὸ ὕδωρ, πλὴν ἐν σταθμῷ καὶ μέτρῳ. Οὐ γὰρ ἐπιμεριεῖται ἐνταῦθα τυγχάνουσι τὸ πρὸς ἀξίαν. Ὅσον μὲν οὖν ἐχρῆν ἡμᾶς ἐπὶ τοῖς ἁμαρτή μασιν ἐν βολβίτοις τῆς κόπρου ἀνθρωπίνης ἐσθίειν τὸν τοιοῦτον ἄρτον· ὅσον δὲ ἔστι τεθαῤῥηκότι εἰπεῖν· Ἡ ψυχή μου οὐ μεμίανται, καὶ θηράματα οὐ βέβρωκα, καὶ τὰ λοιπά· συγχωρούμεθα τὸ τοιοῦτον, καὶ γηΐνοις μὲν καὶ κοπρώδεσί τισιν ἀναμέμικται ἡμῶν ἡ τροφὴ, οὐ μὴν ἐπὶ τοσοῦτον καὶ εἰς ὑπερβο λὴν ἀκαθάρτοις καὶ δυσώδεσιν. Οὐκ οἶδα δὲ ὁποῖαι τῆς ψυχῆς τροφαὶ πυρὸς ἂν λέγοιντο, καὶ αἱ ποδαπαὶ κριθὴ, καὶ τίνες κύαμοι, καὶ αἱ λοιπαί. Εἰς ὀστράκι νον δὲ ἐμβάλλονται ἄγγος, εἰς τὸ ληφθὲν καὶ πλασθὲν ἀπὸ τῆς γῆς σῶμα. Ἐσθίειν δὲ κʹ σίκλους κελεύεται. Οὐκ ἐχρῆν γὰρ τὸν οὕτως ἀκάθαρτον βρωθησόμενον ἄρτον ἐν ἁγίῳ παραλαμβάνεσθαι ἀριθμῷ, ὁποῖός ἐστιν ὁ τῆς δεκάδος, καὶ ἑβδομάδος, ἢ τριακάδος, ὀγδοάδος, ἤ τινος τῶν ὁμοίων ἀριθμῶν· ἀλλ' ἐν ἀριθμῷ δὲ τοῦ Κυρίου, ὃς διὰ τὴν δυάδα καὶ σχίσιν περιέχειν ἀκα θάρτων ἐστὶ συγγενής· ὡς δῆλόν ἐστιν ἐκ τῶν ἐν τῇ κιβωτῷ γινομένων ζώων ἀκαθάρτων καὶ τῶν ἀπο στελλομένων τῷ Ἠσαῦ παρὰ τοῦ Ἰακώβ. Τὰ γὰρ πλεῖστα αὐτῶν τῷ κʹ ἀριθμῷ ἀναπέμπεται πρὸς αὐ τόν. Καὶ ὁ ἓξ ἀριθμὸς εἰς τὸ μέτρον τοῦ ποτοῦ παρα λαμβάνεται, καὶ ἀπὸ ἓξ ἀριθμοῦ ὁ ἄρτος γίνεται πυ ροῦ καὶ κριθῆς, καὶ κυάμου καὶ τῶν λοιπῶν· ἐπεί περ ἐστὶν ὁ ἀριθμὸς οὗτος πάθους σύμβολον καὶ κα κώσεως τοῦ Σωτῆρος τῇ ἕκτῃ ἡμέρᾳ πεπονθότος, καὶ ἐν τῇ Ἀποκαλύψει Ἰωάννου τοῦ ὀνόματος τοῦ θηρίου τὸν χξʹ ἔχοντος ἀριθμόν. Οὐκ ἀγνοοῦμεν δέ τινα τῶν ἀντιγράφων ἔχειν ρʹ καὶ νʹ ἡμέρας· καὶ ἄλλα ʹ καὶ ρʹ ἡμέρας· καὶ τὰ πλείονα δὲ ʹ καὶ ρʹ ἡμέρας. Ἀλλ' ἐπισκεψάμενοι τὰς λοιπὰς ἐκδόσεις, εὕρομεν τʹ εἶναι καὶ ʹ ἡμέρας. Ταῦτα δὲ πάντα γίνεται τὰ προειρημένα, ἵνα ἐντακῇ ἕκαστος ἐν ταῖς ἀδικίαις αὐτοῦ τῶν ἠδικηκότων, καὶ τῷ ἄδικος εἶναι ἀποθα νῆται. Ἰδοὺ δέδωκά σοι βόλβιτα βοῶν. Οὐκοῦν αἰνίττε ταί τι μυστικὸν περὶ τῆς ψυχῆς τῆς αἰχμαλωτισθεί σης ὁ προφήτης, οὐ δυνάμενος τροφὴν πάντη ἀκα θαρσίας ἀπηλλαγμένην λαμβάνειν. Ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου. ∆ιὰ τοῦτο ὑγιὴς καὶ ἀσύντριπτος ἄρτος οὐχ εὑρίσκεται, οὐδὲ στήριγμά ἐστιν ἄρτου τοῖς ἐν αἰχμαλωσίᾳ νηπίοις, οἷς καὶ διακλᾶσθαι δεῖ τὸν ἄρτον. ΚΕΦ. Εʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος. Ἐπέτρεπεν, ὅπου μὲν τὸ κρῖμα, μὴ λέγειν· Ἔσται κρῖμα ἐν μέσῳ, ἀλλὰ, Ποιήσω κρῖμα ἐν μέσῳ σου· καὶ διὰ τὸ με μιαγκέναι αὐτοὺς τὰ ἅγια τοῦ Θεοῦ, λέγεται τὸ, Κἀγὼ ἀπώσομαί σε· ὅπου δὲ πατέρες υἱοὺς ἤσθιον, Οὐχὶ ποιήσω, ἵν' οἱ πατέρες φάγωσι τέκνα ἢ τέκνα τοὺς 13.784 πατέρας· ἐπεὶ οὐκ ἦν ἁμάρτημα τῶν πατέρων τὸ ἐσθίεσθαι ὑπὲρ αὐτῶν τοὺς υἱούς.