5
ξένως; Καὶ μὴνἸούδας, ὁ προσελθὼν ἐν δόλῳ, φιλῶν μὲν ἔξω, μηνιῶν δὲ τοῖς ἔσω, ὤφθη μαθητὴς πεπρακὼς τὸν ∆εσπότην. Μηδεὶς παρίτω λοιπὸν ἐχθρωδῶς ἔχων, ξίφος κατ' αὐτοῦ πηγνύων τῇ καρδίᾳ, αἰώνιον πῦρ ἀντίδωρον λαμβάνων. Γνόντες τὰ τῇδε προσφιλῶς σχῶμεν πάνυ.
23 Εἰς ὁδίτην
Ἐλθὼν καθέζου πᾶς τις ὕβρεως δίχα· Θεοῦ γάρ ἐστιν οἶκος ἔνθάπερ, φίλε.
Κρούσας δὲ λέξον αἰτίαν, καθ' ἣν πάρει, πρὸς μικρὸν αὖτε μακροθυμῶν τὴν φάσιν. Εἴσω δὲ βαίνων σὺν φόβῳ τε καὶ πόθῳ τῷ ∆εσπότῃ σου τὰς προσευχάς σου δίδου. Μηδὲν δὲ φάσκε τῶν ματαίων τοῦ βίου, συντυγχάνων γε τοῖς φυγοῦσι τὸν βίον. Ἀλλ' εἴ τι σεμνόν, εἴ τι τερπνὸν ἐν λόγοις, ἀποκρίθητι, φράζε πρὸς πᾶν, ὃ πρέπει, ἵν' εὐαγῶς ἐνθένδε καὶ σωτηρίως παλινστροφήσῃς εἰς τὰ οἰκεῖα τρέχων.
24 Εἰς τοὺς παριόντασ
Πῶς σου πορεύῃ τὴν ὁδόν, φίλε, σκόπει· τὴν πρακτικὴν δὲ λεκτέον καὶ
γνωστέον. Κρημνοί, λόχοι, θήρατρα πολλὰ τοῦ Πλάνου, τὰ δέ· φθόνοι, γέλωτες, ὕβρεως κόροι, πορνεία, δόξα, χρημάτων ἔρως, φόνοι, μέθη, κλοπή, μοιχεία καὶ πᾶν ἄλλό τι. Μὴ προσπαρῇς που, μὴ πέσῃς πτῶμα ξένον· κἂν συμβέβηκεν, ἐξανάστα τῷ τάχει, ἐπεὶ πυρὸς δίκη σε παμφάγου μένει.
25 Ἐπίγραμμα εἰς τὴν μονήν
Προαύλιον πέφηνα ποίμνης αἰσίας, τοῦ προταγοῦς γάρ εἰμι φωτοπροδρόμου,
λείας λογικῶν θρεμμάτων πεπλησμένης, ὧν βίος ἄζυξ, ὧν πόλις ὕψους πόλος, ὧν πᾶς ἕκαστος καὶ καθ' εἷς ἅπας πόθῳ, ὧν οὗτινός τι, τοῦδε πάντων κτημάτων· κλῆρος γὰρ αὐτοῖς ἡ Θεοῦ σχέσις μόνη. Ὡς ἀσφαλής, ὡς ἐσθλὸς ἤνυσται δρόμος τῶν κοινοβικῶς πανταχῶς ἐζηκότων.
26 Εἰς τὸν πυλωρόν
Ἔσω παρεστὼς ἔνθάπερ, τέκνον, φόβῳ, πύλη γάρ ἐστι θείας εἰσοδ' ἐξόδου,
δίδου, δέχοιο τὰς φάσεις ἐν συγκρίσει· ἄγγελλε ταῦτα τῶν ὅσα πρέπον φάναι, σίγα δ' ἐκεῖνα τῶν ὅσα βλάβην φέρει· τοῖς ἔνδον, ἔξω, κἂν ἀδελφοῖς, κἂν ξένοις, κλείων, ἀνοίγων πρὸς δὲ καιρὸν, οἷς πρέπει, πτωχῷ τε χρείαν νεῖμον, εἰ δὲ μὴ, λόγον· οὕτως γὰρ ἕξεις μισθὸν ἐν παραστάσει.
27 Εἰς ἀπερχόμενον ἀδελφὸν εἰς διακονίαν
Πρὶν ἐκπορεύσῃ τὴν πύλην ταύτην, τέκος, σφραγίδα προσθεὶς εἰς ἅπαν
μέλους τόπον· ἴθι πρὸς ἅσπερ ἐξεπέμφθης φροντίδας, κάτω νενευκὼς [ἐξωθούμενος βλάβας], ψαλμόν, προσευχήν, ταῖν δυοῖν ἕν, προσλέγων, τὰς ἀστικώδεις ἐξωθούμενος βλάβας. Φεύγοις γυναιξὶ συντραφῆναι, κἂν τύχῃ· στραφεὶς δὲ τάχει τῆς μονῆς εἴσω μένε, μὴ ὥσπερ ἰχθὺς ἁλὸς ἔξωθεν θάνῃς.