1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

6

ἀποτάξασθαι κακίας, ἀποτάξασθαι ὅλῳ τῷ κόσ μῳ, τουτέστι τῶν κοσμικῶν φροντίδων· εἰ δὲ δέοι, καὶ ἐγκρα τεύεσθαι βρωμάτων καὶ πάσης ἡδονῆς σαρκικῆς· καὶ ἵνα μὴ καθὲν λέγω, καὶ εἰ δεῖ παρθενίαν καὶ ἁγνείαν φυλάξαι, ἔξεστί μοι χριστιανῷ ὄντι καὶ φυλάσσοντί μοι τὴν πίστιν ἐποικοδομεῖν ταῦτα πάντα. Ἐὰν γὰρ ἀφέλω τὸν θεμέλιον τῆς πίστεως, ὅς ἐστιν Ἰησοῦς, ποῦ ἐποικοδομήσω τὸ πολίτευμα; Ταῦτα γὰρ ἑκάστην ἡμέραν ἀκούω ἐν τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ παρὰ τῶν πατέρων κηρυσσόμενα τῶν καὶ φωτισάντων με· πρὸς ὑμᾶς δὲ ἐρῶ· Ἀπόστητε ἀπ' ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· ἐάν τις ὑμῖν εὐαγγελίζηται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω «. Εἴποτε ἔνηψας, εἴποτε ἐγρηγόρησας, οὐκ ἂν ὑπεσύρης ὑπὸ τοῦ καθηγητοῦ τῶν αἱρέσεων, οὐκ ἂν ἐγεγόνεις ὄντως καταλύτης· οὐδὲ γάρ σε ἐπανελθόντα εἰς τὴν ἐκκλησίαν ἀναγκάσει τις ἐσθίειν καὶ πίνειν τὴν σαρκικὴν τροφήν, ἀλλ' οὐδὲ γαμεῖν ἢ ἐκγαμίζεσθαι, ἀλλ' εἰ δοκεῖ μήτε ἄρτον ἐσθίειν μήτε τι τῶν πιαινόντων τὸ σῶμα. Μόνον τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ ἑαυτὸν μὴ ἀποστερήσῃς μηδὲ τὰ κτίσματα τοῦ θεοῦ βδελύξῃ. Ὅτι ἀπὸ Σίμωνος τοῦ μάγου αὗται αἱ αἱρέσεισ Ἕκαστος τῶν ἀνθρώπων ἐξουσίαν ἔχει ἀποσχέσθαι μὲν τοῦ κακοῦ, προσελθεῖν δὲ τῷ ἀγαθῷ, καὶ τοσαύτην δέξασθαι ἐκ τοῦ ἀγαθοῦ δύναμιν καὶ χάριν ὅσην αὐτὸς βούλεται· οἷον γὰρ ἂν εὑρεθῇ τὸ σκεῦος, τοιαύτη δίδοται καὶ ἡ χάρις τῷ αἰτήσαντι, καθὼς ἡ γραφὴ λέγει περὶ πνευματικῶν καὶ ἁγίων ὅτι Ὁ πνευματικὸς ἀνακρίνει πάντα, αὐτὸς ὑπ' οὐδενὸς ἀνακρινόμενος. Καὶ τοῦτο μὲν μέγα, ὅτι τοσαύτην αὐθεντίαν ἔλαβεν παρὰ τοῦ θεοῦ πάντα ἀνακρίνειν, ὑπ' οὐδενὸς αὐτὸς ἀνακρινόμενος· ἀλλ' ἤδη ὑψηλότερος γενόμενος πάσης τῆς ἀνθρωπίνης φύσεως καὶ πρὸ τῆς ἀναστά σεως τὸ κρίνειν λαβὼν παρὰ τοῦ θεοῦ. Ἐκεῖνο δὲ πλέον ξενίζει τοὺς ἀκούοντας, ὅτι ἔστι προκοπὴ καὶ ὑπὲρ τοῦτο τὸ μέτρον· τὸ γὰρ εἰπεῖν Ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι καὶ οὐκ εἶπε· πνευματικός ἐστιν ἢ ἅγιός ἐστιν. ἀλλ' ἓν πνεῦμά ἐστι δηλοῖ, ὡς ὁ τοιοῦτος ἀνεκράθη τῇ θεότητι· ἓν ἐγένετο μετὰ τοῦ θεοῦ, χω ρισθῆναι οὐκέτι δύναται. Τῷ αὐτῷ λόγῳ καὶ ὁ ἄπιστος καὶ ὁ σαρκικὸς εἰς τὸ μέτρον τὸ ἴδιον ὅσον ἐκδίδωσιν ἑαυτὸν ταῖς σαρκικαῖς ἡδοναῖς καὶ τῇ ἀπιστίᾳ, τοσοῦτον εὑρίσκει ἐν ἑαυτῷ πληθυνομένην τὴν ἀνομίαν. Καὶ ἔστιν εὑρεῖν καὶ τοῦτο ἐν τῇ γραφῇ· τοῖς μὲν σαρκικοῖς λέγει· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Τοὺς δὲ εἰς ἐσχάτην κακίαν καταπεσόντας [οὐ] σαρκικοὺς καλεῖ ὡς μηκέτι ἔχειν ἀρχὴν κἂν τὴν τυχοῦσαν εἰς αὐτοὺς τὸ πνεῦμα τὸ ἅγιον· λέγει γὰρ οὕτως ἐν τῇ κτίσει· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Καὶ ἔδει περὶ τούτου παραθεῖναι πλείονας μαρτυρίας τῶν γραφῶν, ἀλλὰ περισσὸν ἡγησάμεθα φανερῶν ὄντων τῶν δύο προσώπων τοῦ πιστοῦ καὶ τοῦ ἀπίστου. Εὑρήσεις γὰρ εἰς τὸ πρῶτον μέτρον τῆς εὐσεβείας φθάσαντας τοὺς ἁγίους προφήτας καὶ ἀποστόλους καὶ μάρτυρας καὶ πολλὰ τέκνα τῆς ἐκκλησίας τοῦ Χριστοῦ, καὶ εἰς τὸ δεύτερον πρόσωπον πολλοὺς μὲν ἄλλους ἐν ταῖς γραφαῖς εὑρήσεις ἐργάτας τῆς ἀνομίας καὶ τέκνα διαβόλου καὶ πολλοῖς καὶ διαφόροις ὀνόμασιν ὠνομασμέ νους· εἷς δέ ἐστιν ἐξ αὐτῶν ὁ Σίμων, ὁ ἔξαρχος τούτων τῶν αἱρέσεων, ὃν δείξομεν πᾶσαν τοῦ διαβόλου τὴν κακίαν εἰς τὴν ἑαυτοῦ καρδίαν δεξάμενον. Οὗτος γὰρ προσελθὼν φιλίππῳ τῷ ἀποστόλῳ, κηρύσσον τι ἐν Σαμαρείᾳ, καὶ κατηχηθεὶς παρ' αὐτοῦ τὸν λόγον τῆς ἀληθείας καὶ ἀποταξάμενος τῷ διαβόλῳ καὶ ταξάμενος τῷ θεῷ καταξιοῦται καὶ τοῦ βαπτίσματος, ὃς καὶ ἦν παραμένων τῷ ἀποστόλῳ θεωρῶν τε τὰ σημεῖα καὶ τὰς δυνάμεις τὰς δι' αὐτοῦ ἐπιτελουμένας ἐξίστατο· οὐδὲ γὰρ ἁπλῶς ἐπήκουσε τοῦ κηρύγματος, ἀλλὰ καὶ μέχρι χρόνου δηλοῖ αὐτὸν ἡ γραφὴ παραμείναντα, ὥστε καὶ ὀφθαλμῷ καὶ ἀκοῇ αὐτὸν πληροφορηθῆναι. Καὶ ταῦτα μὲν ἡ φιλανθρωπία τοῦ θεοῦ εἰργάζετο, ἵνα αὐτὸν κερδήσῃ· καὶ εἰ ἠθέλησεν, ἔτυχεν ἂν τούτου, ἀλλ' ἀντὶ τούτου τὰ ἐναντία φρονεῖ. ∆ηλώσαντος γὰρ