οὕτως ὁ νοῦς σου ποικίλως ὁπλίζεται καὶ τοῖς λογισμοῖς πολλάκις στρατεύεται, φειδοῖ δὲ μᾶλλον ἢ ξίφει κεχρημένος καὶ τοὺς ἀπίστους βαρβάρους ἐφέλκεται. καὶ ταῦτα μέν σοι σωφρόνως ἐπράττετο· τῷ δὲ στρατηγῷ τῆς πλάνης τἀναντία, ὃς ἔργον εἶχεν ὀργάνων καὶ κυμβάλων ἄσεμνον ἦχον καὶ γυναικῶν ἔκτοπον ὄρχησιν εἰς γύμνωσιν ἠρεθισμένων. σὺ δέ, στρατηγὲ τῆς σοφῆς πανοπλίας, ψαλμοῖς ἐτέρπου μυστικῶν ἐξ ὀργάνων τὸν θεῖον ἦχον ἐντιθεὶς τῇ καρδίᾳ, εἶχες δὲ σεμνὰ παρθένων σκιρτήματα τῶν σῶν λογισμῶν τὰς ἀπόρνους ἐλπίδας. ἐκεῖνος εἶχε τὴν σελήνην ἐλπίδα, τοῦ σοῦ δὲ θᾶττον προσβαλόντος ἡλίου ἔκλειψιν αὐτὸς ὀξέως ὑφίστατο. τὸ πῦρ ἐκεῖνος εἶχε προσκυνούμενον, ὑψούμενον δὲ σύ, κράτιστε, τὸ ξύλον. τούτου δὲ δῆλον ὡς πρὸς ὕψος ἠρμένου τὸ Περσικὸν πῦρ εἰς μάτην ἀνήπτετο. ἐπεὶ γὰρ εἰς χειμῶνα πρὸς τὸ Πόντιον κλίμα διατρίψας συντόμως ὁ βάρβαρος τὰς εἰσβολὰς κατέσχε τῆς ὁδοῦ φθάσας, ὁ δὲ στρατός σου δυσχερεῖς τὰς εἰσβάσεις ἅπαξ προληφθεὶς εἶχε τὰς πρὸς ἥλιον, ἀντιστροφὴν ἐνταῦθα συντομωτάτην καὶ σχηματισμὸν ἐπαινετῆς πλαστουργίας ἐξεῦρες, ὦ κράτιστε, τοῖς μὲν βαρβάροις δείξας πρόσωπον ἐκδρομῆς ἐψευσμένης, θήγων δὲ τὸν νοῦν ὥστε καὶ τὴν αἰτίαν [...] <! ! ! ! !> τὸν σόν, ὡς εὐμηχάνως στραφεὶς ἐκείνοις τὰς ὁδοὺς ὑφαρπάσῃς. τοῦ δυσσεβοῦς δὲ θᾶττον ἠπατημένου τρίβοις τε λοξαῖς καὶ παρεκτετραμμέναις ὡς πρὸς τὸ σὸν πρόσωπον ἐξωρμηκότος, ἀντιστρέφεις σὺ διπροσώπῳ σχήματι καὶ πρῶτος εὐθὺς εὑρέθης ὁ δεύτερος· οὕτω νομίζων εὐτυχῶς προεκτρέχειν ἐκ σοῦ σκελισθεὶς δυστυχῶς ὑποστρέφει. οὕτω στρατηγῶν καὶ σοφὴν πλαστουργίαν μόνος κατορθοῖς καὶ σοφὴν ὑπόκρισιν· καὶ τοῦτο μᾶλλον τοῦ σκοποῦ τὸ ποικίλον τοὺς βαρβάρους ἐνῆκεν εἰς ῥαθυμίαν. οὐ γάρ τις οὕτως ἀγρίως θυμούμενον ἀντιστρόφῳ παρῆλθε θηρίον δρόμῳ, οὐδ' ἄλλος ἵππους ἡνιοχῶν τὰς ἡνίας λοξὰς προδεικνὺς ὀρθίως παρέρχεται, ὡς σὺ κρατήσας τοῦ στρατοῦ τὰς ἡνίας ὑποτρέχων παρῆλθες ἐξ ἀντιστρόφου, καὶ τὸν παραβάτην παραβαλὼν πλασμῷ ξένῳ πρὸ τῆς μάχης ἀφῆκας εἰς ἀντιστάδην. ἕκτης δὲ λοιπὸν ἐκδραμούσης ἡμέρας, τὰ τῶν ἑαυτοῦ συμφορῶν μηνύματα ἀπροσδοκήτων εἶχεν ἐξ ἀκουσμάτων. πολλὴ δὲ φροντὶς τῶν φρενῶν κλονουμένων κατεῖχεν αὐτόν, καὶ λογισμῶν συγχύσεις τὸν νοῦν ἐπεγνόφωσαν ἐσκοτισμένον. οὐ γάρ τι μικρόν ἐστιν ἀλλὰ καίριον εἰ καί τι μικρὸν ὁ στρατὸς παρεκτρέχει, πολλῶν μεταξὺ δυσχερῶν κινουμένων τοῖς ἀλλοφύλοις εἰκότως στρατεύμασι.
λιμοῦ γὰρ αὐτοῖς καὶ φθορᾶς πολυτρόπου καὶ τῶν ἀδήλων εἰς βλάβην ἐγκρυμμάτων καὶ τῶν ἀρίστων εἰς μάχην προλημμάτων ἐντεῦθεν ἦν κίνδυνος· ἀλλ' ἔτι πλέον ἔδακνεν αὐτοὺς τὸ βλέπειν τὸν ἥλιον, ὃν προσκυνοῦσιν ὡς θεὸν τῆς Περσίδος, ἐν τῇ παρατάξει τῆς μάχης ἐναντίον. Ξέρξην μὲν οὖν λέγουσι λυσσώδει τρόπῳ μῖξαι θέλοντα τὰς διεστώσας φύσεις ὕδωρ πετρῶσαι καὶ θαλαττῶσαι χθόνα. καί μοι δοκεῖ τις οὗτος εὐηθέστατος, ὃς ταῖς ἀτάκτοις μεταβολαῖς τὰς οὐσίας τρέπειν νομίζων συγχύσεις εἰργάζετο, ὃς ἐκφοβῆσαι τοὺς Λάκωνας ἠρμένος, ὡς θαυματουργὸς τῶν ἐναντιώσεων, χερσοῖ τὰ ῥεῖθρα, ῥευματοῖ δὲ τοὺς λίθους, κυκῶν τε πάντα καὶ στρέφων κἀντιστρέφων ἔτικτεν οὐκ ἔκπληξιν ἀλλ' ἐμπληξίαν· ὃς τῶν τεθέντων καὶ πεπηγμένων ὅρων ἀνθοροθετῆσαι τὰς βάσεις ἠπείγετο· ὃς πρὸς τοσαύτην ἦλθεν ἐκτροπὴν ὅτι τὸ σεπτὸν αὑτῷ καὶ φίλον καὶ πάτριον ὕδωρ ἐμαστίγωσεν, οὐκ ἔχων ὅθεν τὴν λύτταν αὑτοῦ τὴν ἀνᾴττουσαν σβέσοι. καὶ ταῦτα ποίας αὐτὸν ὠθούσης βίας; ὕδωρ ὅπως τέμνοιτο χερσαίῳ δρόμῳ καὶ γῆ περῷτο τῷ θαλαττίῳ πόρῳ, ὅπως γε θᾶττον εὐκολωτέραν τότε ὁδὸν διελθὼν τοὺς ἐναντίους φθάσοι· πόνου δὲ σμικροῦ ῥᾳδίου τε πράγματος πόνους τοσούτους εἰς μάτην ἠλλάξατο. σὺ δέ, κράτιστε, μὴ ταράξας τὰς φύσεις, μηδ' αὖ σαλεύσας τοὺς πεπηγμένους ὅρους, βαίνων ἀμόχθως καὶ βαδίζων ἠρέμα τοὺς σοὺς παρῆλθες εὐχερῶς ἐναντίους. οὐδεὶς δὲ λοιπὸν εὔπορος τῷ βαρβάρῳ ἐν ταῖς μερίμναις τῆς