ὑπὲρ αὐτὸν ἄνθρωπος ἀντι τάσσεσθαι οὐχ οἷός τε. Φλυαρίαι γε μὴν κατὰ ἀνθρώ πους στρέφονται, τὴν τῶν χρωμένων ἄνοιαν ἐπαυξά νουσαι.
ΚΕΦΑΛ. Ζʹ. 1 Μηδαμῶς γὰρ πλέοντι ὠφελουμένου τοῦ γινώσκον τος τὰ αὐτῷ
συμβησόμενα παρὰ τὸν βίον καταθύμια· θῶμεν γὰρ τοῦτο· ὅμως δὲ καὶ τῶν ἀνθρώπων περιεργίᾳ ἐπιτεχνᾶται, ὡς καὶ τὰ μετὰ θάνατόν τινος ἑκάστου ἐσόμενα, πολυπραγμονεῖν τε καὶ δοκεῖν εἰδέναι. Μνήμη δὲ ἀγαθὴ ψυχῇ προσηνεστέρα, ἤπερ σώματι ἔλαιον· καὶ βίου ἔξοδος, ἀμείνων γενέσεως· καὶ αἱρετώτερον πενθεῖν, ἢ κωμάζειν, καὶ τὸ παρ εῖναι τοῖς λυπουμένοις, ἢ τοῖς μεθυσκομένοις. Ἔστι γὰρ οὕτω, λαβόντα τινὰ τοῦ βίου τέλος μὴ εὐλαβη θῆναι περὶ τῶν ἀμφ' αὐτόν. Γέλωτος δὲ θυμὸς ἔμ φρων προτιμότερος· αὐστηρᾷ γὰρ διαθέσει προσώ που, κατορθοῦται ψυχή. Αἱ μὲν τοίνυν τῶν σοφῶν ψυχαὶ, σκυθρωπάζουσι καὶ συστέλλονται, αἱ δὲ τῶν ἀφρόνων ἐπαιρόμεναι διαχέονται. Πολὺ δέ ἐστιν εὐκταιότερον ἐπίπληξιν σοφοῦ ἑνὸς δέξασθαι, ἢ ὅλου 1005 χοροῦ ἀνθρώπων φαύλων καὶ δυστήνων ᾀδόντων γε νέσθαι ἀκροατήν. Τῶν γὰρ ἀφρόνων ἀνθρώπων ὁ γέλως, ἀκανθῶν πολλῶν λάβρῳ πυρὶ καιομένων ἤχῳ προσέοικεν. Ἄθλιον δὲ καὶ τοῦτο, κακόν γε μὴν μέ γιστον ἡ συκοφαντία· αὕτη γὰρ σοφῶν ἐπιβουλεύει ψυχαῖς, καὶ ἐπιχειρεῖ διαφθείρειν τὴν γενναίαν ἔν στασιν τῶν ἀγαθῶν. Λόγων δὲ οὐκ ἀρχόμενον, ἀλλὰ παυόμενον ἐπαινεῖν προσήκει, καὶ τὸ μέτριον ἦθος ἀποδέχεσθαι, καὶ μὴ τὸ μετεωριζόμενον καὶ τετυφωμένον. Πάνυ δὲ χρὴ θυμοῦ φείδεσθαι, καὶ μὴ εἰς ὀργὴν προχείρως καταφέρεσθαι, ᾗτινι ἄφρονες δουλεύουσιν. Ἁμαρτάνουσι δὲ οἱ λέγοντες τοῖς προ τέροις ἀμείνονα δεδόσθαι βίον, καὶ οὐ συνιᾶσιν, ὅτι πάμπολυ διαφέρει σοφία τῆς τῶν χρημάτων περιου σίας· καὶ τοσοῦτόν ἐστι φανερωτέρα, ὅσον ἄρ γυρος λαμπρότερος φαίνεται τῆς ἑαυτοῦ σκιᾶς. Ζωὴ γὰρ ἀνθρώπου, οὐκ ἐξ ἐπικήρου πλούτου κτήσεως, ἀλλ' ἐκ σοφίας περιγίνεται. Τίς δὲ καὶ δυνήσεται, εἰπέ μοι, τὴν τοσαύτην καὶ οὕτω χρηστὴν τοῦ Θεοῦ πρόνοιαν ἐξειπεῖν; ἢ τίς ἀνακαλέσασθαι τὰ δο κοῦντα παρημελῆσθαι ὑπὸ Θεοῦ δικαίως; Πράττων δὲ οὐκ ὀρθῶς πρότερον ἔγωγε κατενόησα τὰ σύμπαν τα, καὶ δίκαιον ἐμμένοντα τῇ δικαιοσύνῃ, καὶ μέχρι θανάτου μὴ ἐξιστάμενον, ἀλλὰ καὶ δι' αὐτὴν ἐπιβου λευόμενον, καὶ ἀσεβῆ συναποθνήσκοντα τῇ ἑαυτοῦ κακία. Χρὴ δὲ δίκαιον ὄντα μὴ πάνυ τοιοῦτον εἶναι δοκεῖν, μηδὲ ἄγαν σοφὸν καὶ ὑπερμέτρως· ὅπως μή τι πταίσας, πολλαπλασίονα ἁμαρτήσῃ. Καὶ μὴ ἔσο τολμηρὸς καὶ προπετὴς, μή σε θάνατος ἁρπάσῃ ἄκαιρος. Μέγιστον δὲ ἀγαθὸν ἀντιλαμβάνεσθαι Θεοῦ, καὶ ἐν τούτῳ ὄντα μηδὲν ἁμαρτάνειν. Τῶν γὰρ ἀμιάντων χειρὶ ἀνάγνῳ ψαύειν, μυσαρόν. Ὁ δὲ μετὰ φόβου Θεοῦ ὑπείκων ἅπαντα διαφεύγει τἀναντία. Σοφία δὲ βοηθείας, στίφους ἀνδρῶν τῶν δυνατωτά των ἐν πόλει μείζονα δύναται, ἢ καὶ συγγινώσκει δικαίως πολλάκις τῶν δεόντων ἀποτυγχάνουσιν. Ἄπταιστος γάρ ἐστιν οὐδὲ εἷς. Ἀσεβῶν δὲ λόγοις, οὐδ' ὁπωσοῦν τι χρὴ προσιέναι, ὅπως μὴ τῶν κατὰ σοῦ λόγων αὐτήκοος γενόμενος, ὥσπερ δούλου πονη ροῦ φλυαρίας· ἔπειτα δηχθεὶς τὴν καρδίαν, ὕστερον ἐν πολλαῖς πράξεσιν εἰς τὸ ἀντικαταράσασθαι καὶ σὺ ἐκτραπῇς. Ἔγνων δὲ ταῦτα ἐγὼ ἅπαντα, σοφίαν ἐκ Θεοῦ λαβὼν, ἣν ὕστερον ἀποβαλὼν, οὐκέτι οἷός τε ἤμην ὅμοιος εἶναι. Ἔφυγε γὰρ ἀπ' ἐμοῦ σοφία εἰς μῆκος ἄπειρον, καὶ εἰς βάθος ἀμέτρητον, ὡς μὴ εἶναι αὐτῆς λαβέσθαι μηκέτι. Ὥστε ὕστερον καὶ τοῦ ἐπιζητεῖν αὐτὴν, τέλειον ἀπεσχόμην· καὶ οὔτε ἐνεθυμούμην ἔτι τοῦ κατανοεῖν τὰς τῶν ἀσεβῶν ἀφροσύνας καὶ βουλὰς ματαίας, καὶ ἀλύοντα βίον. Οὕτω δὲ διακείμενος, εἰς αὐτὰ διηνέχθην, καὶ ἐπιθυμίᾳ συσχεθεὶς θανατηφόρῳ, ἔγνων τὴν γυναῖκα, γῆν τινα, ἢ εἴ τι ἕτερον τοιοῦτον ὑπάρχουσαν. 1008 Καρδία μὲν γὰρ αὐτῆς σαγηνεύει τοὺς παριόντας, χειρὶ δὲ χεῖρα συνάψασα μόνον, κατέχει ἢ εἰ δεσμοῖς περιβάλλουσα εἷλκε. Μόνος δ' ἂν ἀπ' αὐτῆς ῥυσθείης,