6
συναριθμεῖται δὲ τὰ μὴ ὁμοούσια· ὥστε ὑμεῖς μὲν οὐ φεύξεσθε τὸ λέγειν τρεῖς θεοὺς κατὰ τὸν λόγον τοῦτον· ἡμῖν δὲ οὐδὲ εἷς κίνδυνος· οὐ γὰρ ὁμοούσια λέγομεν. σὺ μὲν οὖν ἀπήλλαξας σεαυτὸν πραγμάτων μιᾷ φωνῇ, καὶ τὴν κακὴν νίκην νενίκηκας· ὅμοιόν τι ποιήσας τοῖς διὰ θανάτου φόβον ἀπαγχομένοις. ἵνα γὰρ μὴ κάμῃς τῇ μοναρχίᾳ συνιστάμενος, ἠρνήσω θεότητα, καὶ προδέδωκας τοῖς ἐχθροῖς τὸ ζητούμενον. ἐγὼ δὲ κἄν τι δέῃ καμεῖν, οὐ προήσομαι τὸ προσκυνούμενον. ἐνταῦθα δὲ οὐδὲ ὁρῶ τίς ὁ πόνος.
18 Συναριθμεῖται, φής, τὰ ὁμοούσια· τὰ δὲ οὐχ οὕτως ἔχοντα μοναδικὴν ἔχει τὴν δήλωσιν. πόθεν σοι τοῦτο, καὶ παρὰ τίνων δογματιστῶν καὶ μυθολόγων; ἢ ἀγνοεῖς, ὅτι πᾶς ἀριθμὸς τῆς ποσότητος τῶν ὑποκειμένων ἐστὶ δηλωτικός, οὐ τῆς φύσεως τῶν πραγμάτων; ἐγὼ δὲ οὕτως ἀρχαίως ἔχω, μᾶλλον δὲ ἀμαθῶς, ὥστε τρία μὲν ὀνομάζω τὰ τοσαῦτα τῷ ἀριθμῷ, κἂν διέστηκε τὴν φύσιν· ἓν δέ, καὶ ἕν, καὶ ἕν, ἄλλως τὰς τοσαύτας μονάδας, κἂν τῇ οὐσίᾳ συνάπτωνται, οὐ πρὸς τὰ πράγματα μᾶλλον ἀφορῶν, ἢ τὸ πόσον τῶν πραγμάτων, καθ' ὧν ἡ ἀρίθμησις. ἐπεὶ δὲ λίαν περιέχῃ τοῦ γράμματος, καίτοι γε πολεμῶν τῷ γράμματι, ἐκεῖθέν μοι λάβε τὰς ἀποδείξεις. τρία ἐν ταῖς παροιμίαις ἐστίν, ἃ εὐόδως πορεύεται, λέων, καὶ τράγος, καὶ ἀλεκτρυών· καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει τὸ τέταρτον· ἵνα μὴ λέγω τὰς ἄλλας ἐκεῖ τετράδας ἀριθμουμένας, τῇ δὲ φύσει διηρημένας. καὶ δύο τῷ Μωυσεῖ χερουβὶμ εὑρίσκω μοναδικῶς ἀριθμούμενα. πῶς οὖν ἢ ἐκεῖνα τρία, κατὰ τὴν σὴν τεχνολογίαν, τοσοῦτον ἀλλήλων ἀπερρηγμένα ταῖς φύσεσιν· ἢ ταῦτα μοναδικά, τοσοῦτον ἀλλήλοις ὁμοφυῆ καὶ συγκείμενα; εἰ γὰρ λέγοιμι θεὸν καὶ μαμωνᾶν δύο κυρίους εἰς ἓν ἀριθμουμένους, τοσούτῳ μακρὰν ὄντας ἀλλήλων, τάχα ἂν καὶ μᾶλλον γελασθείην τῆς συναριθμήσεως.
19 Ἀλλ' ἐμοί, φησιν, ἐκεῖνα συναριθμούμενα λέγεται, καὶ τῆς αὐτῆς οὐσίας, οἷς συνεκφωνεῖται καταλλήλως καὶ τὰ ὀνόματα· οἷον, ἄνθρωποι τρεῖς, καὶ θεοὶ τρεῖς, οὐχὶ τρία τάδε καὶ τάδε. τίς γὰρ ἡ ἀντίδοσις; τοῦτο νομοθετοῦντός ἐστι τοῖς ὀνόμασιν, οὐκ ἀληθεύοντος. ἐπεὶ κἀμοὶ Πέτρος, καὶ Παῦλος, καὶ Ἰωάννης, οὐ τρεῖς, οὐδὲ ὁμοούσιοι, ἕως ἂν μὴ τρεῖς Πέτροι, καὶ τρεῖς Παῦλοι, καὶ Ἰωάνναι τοσοῦτοι λέγονται. ὃ γὰρ σὺ τετήρηκας ἐπὶ τῶν γενι κωτέρων ὀνομάτων, τοῦτο καὶ ἡμεῖς ἀπαιτήσομεν ἐπὶ τῶν εἰδικω τέρων κατὰ τὴν σὴν ἀνάπλασιν. ἢ ἀδικήσεις, μὴ διδοὺς ὅπερ εἴληφας; τί δὲ ὁ Ἰωάννης, τρεῖς εἶναι τοὺς μαρτυροῦντας λέγων ἐν ταῖς καθολικαῖς, τὸ πνεῦμα, τὸ ὕδωρ, τὸ αἷμα; ἆρά σοι ληρεῖν φαίνεται, πρῶτον μὲν ὅτι τὰ μὴ ὁμοούσια συναριθμῆσαι τετόλ μηκεν, ὃ τοῖς ὁμοουσίοις σὺ δίδως, -τίς γὰρ ἂν εἴποι ταῦτα μιᾶς οὐσίας; -δεύτερον δὲ ὅτι μὴ καταλλήλως ἔχων ἀπήντησεν, ἀλλὰ τὸ τρεῖς ἀρρενικῶς προθείς, τὰ τρία οὐδετέρως ἐπήνεγκε, παρὰ τοὺς σοὺς καὶ τῆς σῆς γραμματικῆς ὅρους καὶ νόμους; καίτοι τί διαφέρει, ἢ τρεῖς προθέντα ἓν καὶ ἓν καὶ ἓν ἐπενεγκεῖν, ἢ ἕνα καὶ ἕνα καὶ ἕνα λέγοντα μὴ τρεῖς ἀλλὰ τρία προσαγορεύειν; ὅπερ αὐτὸς ἀπαξιοῖς ἐπὶ τῆς θεότητος. τί δέ σοι ὁ καρκίνος, τό τε ζῶον, τό τε ὄργανον, ὅ τε ἀστήρ; τί δὲ ὁ κύων, ὅ τε χερσαῖος, καὶ ὁ ἔνυδρος, καὶ ὁ οὐράνιος; οὐ τρεῖς λέγεσθαί σοι δοκοῦσι καρκίνοι καὶ κύνες; πάντως γε. ἆρα οὖν παρὰ τοῦτο καὶ ὁμοούσιοι; τίς φήσει τῶν νοῦν ἐχόντων; ὁρᾷς ὅπως σοι διαπέπτωκεν ὁ περὶ τῆς συναριθμήσεως λόγος, τοσούτοις ἐληλεγμένος; εἰ γὰρ μήτε τὰ ὁμοούσια πάντως συναριθμεῖται, καὶ συναριθμεῖται τὰ μὴ ὁμοούσια, ἥ τε τῶν ὀνο μάτων συνεκφώνησις ἐπ' ἀμφοῖν, τί σοι πλέον ὧν ἐδογμάτισας;
20 Σκοπῶ δὲ κἀκεῖνο, καὶ ἴσως οὐκ ἔξω λόγου. τὸ ἓν καὶ τὸ ἓν οὐκ εἰς δύο συντίθεται; τὰ δύο δὲ οὐκ εἰς ἓν καὶ ἓν ἀναλύεται; δῆλον ὅτι. εἰ οὖν ὁμοούσια μὲν τὰ συντιθέμενα κατὰ τὸν σὸν λόγον, ἑτεροούσια δὲ τὰ τεμνόμενα, τί συμβαίνει; τὰ αὐτὰ ὁμοούσιά τε εἶναι καὶ ἑτεροούσια. γελῶ σου καὶ τὰς προαριθμήσεις, καὶ τὰς