1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

6

καὶ λόγος, καὶ πρᾶξις, καὶ διανόημα, τοῖς δικαίοις σταθμοῖς τοῦ Θεοῦ ταλαντεύεται· ὅταν ἀναστῇ κρῖναι τὴν γῆν, τὴν βουλὴν καὶ τὰ ἔργα συνάγων, καὶ γυμνῶν τὰ ἐσφραγισμένα παρ' αὐτῷ καὶ σωζόμενα. Ταῦτα πειθέτω σε καὶ λέγων καὶ πάσχων Ἰώβ· ὃς ἦν μὲν ἄνθρωπος ἀληθινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, καὶ ὅσα μεμαρτύρη ται· τοσαύταις δὲ πλήσσεται παρὰ τοῦ ἐξῃτηκότος ταῖς προσβολαῖς, καὶ οὕτως ἀλλεπαλλήλοις καὶ φιλοτίμοις, ὥστε πολλῶν πολλάκις ἐκ τοῦ παντὸς αἰῶνος κακοπαθησάντων, τῶν δὲ ὡς εἰκὸς καὶ τα λαιπωρησάντων, μηδένα εἶναι ταῖς ἐκείνου παρα βαλεῖν συμφοραῖς. Οὐ γὰρ μόνον χρήματα, κτήματα εὐτεκνίαν, πολυτεκνίαν, ἃ πᾶσιν ἀνθρώποις ἐστὶ περι σπούδαστα· οὐ ταῦτα ζημιοῦται μόνον, ὡς μηδὲ θρήνοις γενέσθαι χώραν διὰ τὸ συνεχὲς τῶν κακῶν· ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα τελευταῖον πληγεὶς πληγὴν ἀνίατόν τε καὶ δυσθεώρητον, εἶχε μὲν προσθήκην 35.1101 τῆς συμφορᾶς τὴν γυναῖκα παραμυθουμένην τοῖς χείροσι (πληγῆναι γὰρ ἐφιλονείκει, καὶ τὴν ψυχὴν πρὸς τῷ σώματι)· εἶχε δὲ καὶ τῶν φίλων τοὺς γνη σιωτάτους παρακλήτορας κακῶν, ὡς αὐτός φησιν, οὐ θεραπευτάς· οἳ τὸ μὲν πάθος ἑώρων, τὸ δὲ τοῦ πάθους ἀγνοοῦντες μυστήριον, οὐ βάσανον ἀρετῆς, ἀλλὰ κακίας εἴσπραξιν, τὴν πληγὴν ὑπελάμβανον. Καὶ οὐκ ἐνόμιζον μόνον, ἀλλ' οὐδὲ ᾐσχύνοντο τὸ δεινὸν ὀνειδίζοντες, ὁπότε καὶ εἰ διὰ κακίαν ἔπασχε, σοφίζεσθαι τὸ λυποῦν ἔδει παραμυθίας ῥήμασιν.

ΙΗʹ. Οὕτω μὲν οὖν ὁ Ἰὼβ, καὶ τὰ πρῶτα τῆς περὶ αὐτὸν πραγματείας. Ἀγὼν γὰρ ἦν ἀρετῆς καὶ φθόνου· τοῦ μὲν, ὅπως τοῦ καλοῦ κρατήσῃ, φιλονεικοῦντος· τῆς δὲ, ὅπως ἀήττητος διαμείνῃ, πάντα φερούσης· καὶ τοῦ μὲν, ὅπως εὐοδώσῃ κα κίαν, ἀγωνιζομένου, διὰ τῆς τῶν κατορθούντων κο λάσεως· τῆς δὲ, ὅπως κατάσχῃ τοὺς ἀγαθοὺς, κἀν ταῖς συμφοραῖς τὸ πλέον ἔχοντας. Τί δαὶ ὁ πρὸς αὐτὸν χρηματίζων διὰ λαίλαπος καὶ νεφῶν, ὁ βραδὺς εἰς κόλασιν, καὶ ταχὺς εἰς ἀντίληψιν, ὁ μὴ παντελῶς ἐπαφιεὶς ῥάβδον ἁμαρτωλῶν κλήρῳ δι καίων, ἵνα μὴ κακίαν δίκαιοι μάθωσιν; Ἐπὶ τέλει τῶν ἄθλων ἀναγορεύει τὸν ἀθλητὴν λαμπρῷ τῷ κηρύγματι, καὶ γυμνοῖ τῆς πληγῆς τὸ ἀπόῤῥητον, Οἴει με ἄλλως σοι κεχρηματικέναι, λέγων, ἢ ἵνα ἀναφανῇς δίκαιος; Τοῦτο τῶν τραυμάτων τὸ φάρμακον, οὗτος τῆς ἀγωνίας ὁ στέφανος, αὕτη τῆς ὑπομονῆς ἡ ἀντίδοσις. Τὰ γὰρ ἑξῆς ἴσως καὶ μικρὰ, κἂν μεγάλα τισὶ δοκῇ, καὶ μικρῶν ἕνεκεν οἰκονομηθέντα, καὶ εἰ διπλασίῳ τῶν ἀφῃρημένων ἀντιλαμβάνει.

ΙΘʹ. Οὐκοῦν οὐδὲ ἐνταῦθα θαυμαστὸν, εἰ Ἀθανασίου πλέον ἔσχε Γεώργιος· ἀλλ' ἐκεῖνό γε θαυμασιώτερον, εἰ μὴ ἐπυρώθη ταῖς ἐπηρείαις ὁ δίκαιος. Οὐδὲ τοῦτο θαυμαστὸν ἄγαν, ἀλλ' εἰ ἐπὶπλέον αἱ φλόγες ἤρκεσαν. Ἐντεῦθεν ὁ μὲν ἦν ἐκ ποδῶν, καὶ τὴν φυγαδείαν ὡς κάλλιστα διατίθεται. Τοῖς γὰρ ἱεροῖς καὶ θείοις τῶν κατ' Αἴγυ πτον φροντιστηρίοις φέρων ἑαυτὸν δίδωσιν· οἳ κόσμου χωρίζοντες ἑαυτοὺς, καὶ τὴν ἔρημον ἀσπαζόμενοι, ζῶσι Θεῷ, πάντων μᾶλλον τῶν στρε 35.1104 φομένων ἐν σώματι· οἱ μὲν τὸν πάντη μοναδικόν τε καὶ ἄμικτον διαθλοῦντες βίον, ἑαυτοῖς μόνοις προσ λαλοῦντες καὶ τῷ Θεῷ, καὶ τοῦτο μόνον κόσμον εἰ δότες, ὅσον ἐν τῇ ἐρημίᾳ γνωρίζουσιν· οἱ δὲ νόμον ἀγάπης τῇ κοινωνίᾳ στέργοντες, ἐρημικοί τε ὁμοῦ καὶ μιγάδες, τοῖς μὲν ἄλλοις τεθνηκότες ἀν θρώποις καὶ πράγμασιν, ὅσα ἐν μέσῳ περιφέρε ται, στροβοῦντά τε καὶ στροβούμενα, καὶ παίζοντα ἡμᾶς ταῖς ἀγχιστρόφοις μεταβολαῖς, ἀλλήλοις δὲ κόσμος ὄντες, καὶ τῇ παραθέσει τὴν ἀρετὴν θήγοντες. Τούτοις ὁμιλήσας ὁ μέγας Ἀθανάσιος, ὥσπερ τῶν ἄλλων ἁπάντων μεσίτης καὶ διαλλακτὴς ἦν, τὸν εἰρηνοποιήσαντα τῷ αἵματι τὰ διεστῶτα μιμούμενος· οὕτω καὶ τὸν ἐρημικὸν βίον τῷ κοινωνικῷ καταλλάττει· δεικνὺς, ὅτι ἔστι καὶ ἱερω σύνη φιλόσοφος, καὶ φιλοσοφία δεομένη μυστα γωγίας.

Κʹ. Οὕτω γὰρ ἀμφότερα συνηρμόσατο, καὶ εἰς ἓν ἤγαγε, καὶ πρᾶξιν ἡσύχιον, καὶ ἡσυχίαν ἔμπρακτον, ὥστε πεῖσαι τὸ μονάζειν ἐν τῇ εὐσταθείᾳ τοῦ τρόπου