6
ἐπεσπάσατο τοῦ θεοῦ τὸν ἔλεον, ὡς πάντων αὐτὸν ἀπαλλάξαι τῶν ἐπηρτημένων κακῶν. Εἶπε γάρ, φησίν, ὁ θεὸς τῷ Ἠλίᾳ· «Ἑόρακας πῶς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου, ἀνθ' ὧν ὅτι ἔκλαυσεν ἀπὸ προσώπου μου, οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ.» Καὶ μετὰ τοῦτον πάλιν ὁ Μανασσῆς πάντας τῇ μανίᾳ παρελάσας καὶ τῇ τυραννίδι, καὶ τὴν νομικὴν ἀνατρέψας λατρείαν, καὶ τὸν ναὸν ἀποπλήσας τῶν εἰδώλων, καὶ τὴν πλάνην ποιήσας ἀνθεῖν, καὶ πάντων τῶν ἔμπροσθεν γενόμενος ἀσεβέστερος, ἐπειδὴ μετενόησεν ὕστερον, εἰς τοὺς τοῦ θεοῦ κατετάττετο φίλους. Εἰ δὲ εἰς τὸ μέγεθος ἀπιδὼν τῶν οἰκείων ἀνομιῶν, ἀπέγνω τὴν ἐπάνοδον καὶ τὴν μεταβολήν, πάντων ἂν ἐξέπεσεν ὧν μετὰ ταῦτα ἐπέτυχεν· νῦν δὲ ἀντὶ τῆς ὑπερβολῆς τῶν ἡμαρτημένων αὐτῷ, εἰς τὸ ἄπειρον τῆς εὐσπλαγχνίας ἰδὼν τοῦ θεοῦ καὶ τὰ δεσμὰ διαρρήξας τοῦ διαβόλου καὶ διανέστη καὶ διηγωνίσατο καὶ τὸν δρόμον ἐτέλεσε τὸν καλόν. Οὐ μόνον δὲ διὰ τῶν εἰς τούτους γεγενημένων, ἀλλὰ καὶ διὰ τῶν τοῦ προφήτου ῥημάτων ἐκκόπτει τοὺς τῆς ἀπογνώσεως λογισμοὺς ὁ θεός, οὑτωσὶ λέγων· «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.» Τὸ δὲ σήμερον ἐν παντὶ τῷ βίῳ λέγεσθαι δυνατόν, καὶ πρὸς αὐτῷ γε, εἰ βούλει, τῷ γήρᾳ· οὐ γὰρ χρόνου ποσότητι ἀλλὰ διαθέσει ψυχῆς μετάνοια κρίνεται. Καὶ γὰρ οἱ Νινευῖται οὐ πολλῶν ἐδεήθησαν ἡμερῶν, ὥστε ἐξαλεῖψαι τὴν ἁμαρτίαν ἐκείνην, ἀλλ' ἴσχυσε βραχύς τις ἡμέρας καιρὸς ἅπασαν ἀφανίσαι τὴν ἀνομίαν αὐτῶν· καὶ ὁ λῃστὴς δὲ οὐκ ἐν χρόνῳ μακρῷ τὴν εἰς τὸν παράδεισον εἴσοδον ἤνυσεν, ἀλλ' ὅσην ἄν τις ἀναλώσειεν ὥραν ῥῆμα φθεγγόμενος ἕν, ἐν τοσαύτῃ ῥοπῇ τὰ ἐν παντὶ τῷ βίῳ ἡμαρτημένα ἀπολυσάμενος καὶ πρὸ τῶν ἀποστόλων τὸ τῆς εὐδοκιμήσεως βραβεῖον ἐλάμβανεν. Ὁρῶμεν δὲ καὶ τοὺς μάρτυρας, οὐκ ἐν πολλοῖς ἔτεσιν, ἀλλ' ἐν ἡμέραις ὀλίγαις, πολλάκις δὲ καὶ ἐν μιᾷ μόνῃ τοὺς λαμπροὺς ἐπιτιθεμένους στεφάνους.
7 Ὥστε προθυμίας ἡμῖν χρεία πανταχοῦ καὶ πολλῆς προαιρέσεως· κἂν οὕτω τὸ συνειδὸς παρασκευάσωμεν, ὥστε μετὰ τοσαύτης σφοδρότητος καὶ τὴν προτέραν μισῆσαι κακίαν, καὶ τὴν ἐναντίαν ἑλέσθαι ὁδόν, μεθ' ὅσης ὁ θεὸς βούλεται καὶ ἀπαιτεῖ, οὐδὲν ἀπὸ τῶν χρόνων ἔλαττον ἕξομεν· πολλοὶ γοῦν ἔσχατοι γενόμενοι τοὺς πρώτους οὕτως ὑπερηκόντισαν. Οὐδὲ γὰρ τὸ πεσεῖν χαλεπόν, ἀλλὰ τὸ πεσόντα κεῖσθαι καὶ μὴ ἀνίστασθαι, ἀλλ' ἐθελοκακοῦντα καὶ βλακεύοντα τοῖς τῆς ἀπογνώσεως λόγοις τὴν τῆς προαιρέσεως ἀποκρύπτειν ἀσθένειαν. Πρὸς οὓς καὶ ὁ προφήτης διαπυρούμενος ἔλεγεν· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;» Εἰ δέ τινας τῶν μετὰ τὸ πιστεῦσαι πάλιν ἐκπεσόντων ζητοίης παρ' ἡμῶν, καὶ ταῦτα μὲν ὑπὲρ τούτων εἴρηται· ὁ γὰρ πεσὼν τῶν ἑστώτων πρότερον ἦν, οὐ τῶν κειμένων· πῶς γὰρ ἂν ὁ τοιοῦτος πέσοι; εἰρήσεται δὲ καὶ ἕτερα, τὰ μὲν διὰ παραβολῶν, τὰ δὲ διὰ σαφεστέρων πράξεών τε καὶ λόγων. Καὶ γὰρ τὸ πρόβατον ἐκεῖνο, τὸ τῶν ἐννενήκοντα καὶ ἐννέα ἀποσχισθέν, εἶτα πάλιν ὑπὸ τοῦ καλοῦ ποιμένος ἐπαναχθέν, οὐδὲν ἕτερον ἡμῖν ἢ τὴν τῶν πιστῶν δείκνυσιν ἔκπτωσίν τε καὶ ἐπάνοδον· πρόβατον γὰρ ἦν, καὶ αὐτό, οὐχ ἑτέρας ποίμνης τινός, ἀλλὰ τοῦ τῶν λοιπῶν ἀριθμοῦ, καὶ ὑπὸ τῷ αὐτῷ ποιμένι πρότερον ἐνέμετο, καὶ ἐπλανήθη πλάνην οὐ τὴν τυχοῦσαν, ἀλλὰ ἐπὶ τὰ ὄρη καὶ τὰς νάπας, τοῦτ' ἔστι μακράν τινα ὁδὸν καὶ πολλῷ τῆς εὐθείας ἀπέχουσαν. Ἆρ' οὖν εἴασεν αὐτὸ πλανηθὲν ἀπολέσθαι; Οὐδαμῶς, ἀλλ' ἐπανήγαγεν οὐκ ἐλάσας, οὐδὲ μαστίξας, ἀλλ' ἐπὶ τῶν ὤμων ἀναλαβών. Καθάπερ γὰρ οἱ τῶν ἰατρῶν ἄριστοι τοὺς νοσοῦντας νόσον μακρὰν μετὰ πολλῆς τῆς θεραπείας ἐπὶ τὴν ὑγίειαν ἐπανάγουσιν, οὐ μόνον κατὰ τὸν τῆς ἰατρείας νόμον αὐτοὺς θεραπεύοντες, ἀλλ' ἔστιν ὅπου καὶ χαριζόμενοι· οὕτω καὶ ὁ θεὸς τοὺς σφόδρα διαφθαρέντας οὐ μετὰ πολλῆς ἄγει τῆς σφοδρότητος ἐπὶ τὴν ἀρετήν, ἀλλ' ἠρέμα καὶ κατὰ μικρὸν καὶ διαβαστάζων πανταχοῦ, ὥστε μὴ πλέον γενέσθαι τὸ σχίσμα, μηδὲ μακροτέραν τὴν πλάνην. Οὐχ αὕτη δὲ μόνον ἡμῖν ἡ παραβολὴ τοῦτο