6
ἄλλου τινὸς λειτουργοῦ, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ διαλέγεται πρὸς ἡμᾶς τοὺς ἀναξίους, πληρῶν τὴν προφητείαν Ἡσαΐου τοῦ προφήτου λέγοντος· Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἥξει καὶ σώσει ἡμᾶς. Ὁμοίως δὲ καὶ ∆αυῒδ περὶ τούτου προεκήρυξε λέγων, ὅτι Αὐτὸς ὁ Κύριος διηγήσεται ἐν γραφῇ λαῶν.
Ὅθεν ὁ ἱερὸς ἀπόστολος καθαπτόμενος ἡμῶν ἐντρεπτικώτερον ἔγραψε, λέγων· ∆ιὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν διὰ τὸν λαλοῦντα Κύριον. Εἰ γὰρ ὁ δι' ἀγγέλου λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη. ∆ιὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν. ∆ιὰ τί ἄρα, εἰπὲ, Παῦλε; ∆ιότι οὐ δι' ἀγγέλου οὐδὲ δι' ἄλλων τινῶν δυνάμεων διαλέγεται πρὸς ἡμᾶς, καθὼς καὶ πρὸς τοὺς ἀρχαίους, ἀλλ' αὐτὸς ὁ τῶν ἀγγέλων καὶ πάσης πνοῆς Κύριος διαλέγεται καὶ διηγεῖται καὶ διαγγέλλει τὸ πρόσταγμα τοῦ Πατρὸς, ὥσπερ τις πένης. Τίς οὐ φρίξει; τίς οὐ θαυμάσει; τίς δὲ οὐ κατανυγῇ ἐν τῇ τοσαύτῃ ἀγαθότητι καὶ συγκαταβάσει τοῦ φιλανθρώπου;
γʹ. Ἆρα ταῦτα λέγοντες πείσομεν ὑμᾶς, ἢ κἄν τινας ἐκ τοῦ πλήθους, περισσοτέρως προσέχειν τῷ λαλοῦντι Θεῷ; Πιστεύω εἶναι πολλοὺς ἐξ ὑμῶν προσέχοντας ἐμπόνως καὶ ἀμετεωρίστως· οἵτινες καὶ ἀκούσονται τοῦ Κυρίου πρὸς τὸν Πατέρα λέγοντος, ὅτι Καὶ οὗτοι ἐπίστευσαν, ὅτι σύ με ἀπέστειλας· Πάτερ, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου.
Οἱ δὲ μὴ πιστεύσαντες ἀκούσουσιν, Ὑμεῖς οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν· τὰ γὰρ ἐμὰ πρόβατα τῆς φωνῆς ἀκούει τῆς ἐμῆς. Ἆρα οὐκ ἐφρίξατε τοιαῦτα ἀκούοντες; ἕως πότε βαρυκάρδιοι; ἕως πότε νήπιοι ταῖς φρεσίν; ἕως πότε οὐ προσέχετε τῷ λαλοῦντι, καὶ στήκετε ὡς πρέπει Χριστιανοῖς, ἄνω τὰς καρδίας ἔχοντες, ἀλλ' ἐποιήσατε βουστάσιον καὶ πραιτώριον καὶ καπηλεῖον τὴν ἐκκλησίαν; Βλέπετε μή πως ἐφ' ὑμᾶς πληρωθῇ τὸ φοβερὸν τοῦ Ἀποστόλου ῥητὸν τὸ λέγον· Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς εἰς ἀκαθαρσίαν. Ἡμεῖς δὲ καταλιπόντες τοὺς τὴν καρδίαν ἀπολωλεκότας, περὶ ὧν ὁ Σολομὼν ὡς ἐκ προσώπου τοῦ Κυρίου ἔλεγεν, ὅτι Ἐλάλουν, καὶ οὐκ ἠκούετε, ἐξέτεινον λόγους, καὶ οὐ προσείχετε, ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, καὶ τῷ ἄμβωνι προσπελάσωμεν, καὶ ἀκούσωμεν τί λαλήσει ἐν ἡμῖν Κύριος ὁ Θεὸς, ὁ μέγας εὐαγγελιστὴς, ὁ τὸ οὐράνιον τοῦ Πατρὸς πρόσταγμα διαγγέλλων ἡμῖν ἐπὶ γῆς. ∆ῆλον δὲ, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, ὡς Θεὸς εἰρήνης· ἢ προσκαλεῖται πρὸς αὐτὸν ὡς ἀγαθὸς τοὺς καταπονουμένους, καὶ ἀντιλαμβάνεται ὡς βασιλεὺς δίκαιος τοὺς κλαίοντας εἰς μετάνοιαν μακαρίζει, ταλανίζει τοὺς ἐν ὑποκρίσει βιοῦντας, μακαρίζει τοὺς γρηγοροῦντας, καὶ ταλανίζει τοὺς ῥᾳθύμους· δοξάζει τοὺς εὐσπλάγχνους ὡς εὔσπλαγχνος, καὶ μακαρίζει τοὺς ἐλεήμονας ὡς ἐλεήμων Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθή60.687 σονται Ὡς δὲ ἀλλότριος τῆς ἀσπλαγχνίας καὶ ξένος τῆς ἀπηνείας, καὶ ἀμέτοχος πάσης κακίας, τὴν ἀσπλαγχνίαν ἀπωθεῖται καὶ ἐξορίζει, καὶ ἀποστρέφεται τοὺς ἀπηνεῖς καὶ ἀνελεήμονας καὶ ἀμεταδότους· καὶ συνερεῖ λόγον μετ' αὐτῶν, ποτὲ μὲν δι' ἑαυτοῦ, ποτὲ δὲ διὰ τοῦ πατριάρχου Ἀβραὰμ ἢ καὶ δι' ἑτέρων ἁγίων. Τοὺς μέλλοντας τότε ἐξ εὐωνύμων εὑρίσκεσθαι αὐτὸς ἐγκαλεῖ καὶ ὀνειδίζει, ὡς δυναμένους ἐλεῆσαι, καὶ μὴ ἐλεήσαντας. Οὐ γὰρ παρὰ ἀδυνάτων ἀπαιτεῖ ὁ κριτὴς τὸ χρέος τοῦ ἐλέους· οἱ γὰρ τοιοῦτοι ἄλλων ἐνδεεῖς τυγχάνουσιν· ἀλλὰ παρὰ τῶν ἀφθόνως τὰς τοῦ Θεοῦ δωρεὰς εἰληφότων, καὶ τοῦ δεδωκότος ἐπιλαθομένων, καὶ καυχωμένων ὡς μὴ λαβόντων, πρὸς τούτους