6
ποιεῖ καὶ ὁ Θεός. Ἐξομολόγησίν μοι δὸς καὶ δάκρυα καὶ μετάνοιαν, καὶ τὰ ἄλλα ἀπὸ τῆς ἐμῆς φιλανθρωπίας δωροῦμαί σοι. εʹ. Τοῦτο παρακαλεῖ καὶ ὁ ∆αυῒδ, τοῦ ἀποπλῦναι ταῦτα. Τί οὖν ἐποίησεν ὁ ∆αυΐδ; τί παρέσχεν ὁ ∆αυΐδ; Ἐλέησόν με· καὶ, Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. [Ἤδη γὰρ, φησὶ, διὰ Νάθαν τοῦ προφήτου τὴν ἄφεσιν δέδω κας, καὶ συμφορὰς δὲ παντοδαπὰς, οἷόν τινας καυτῆρας καὶ τομὰς, προσενήνοχάς μοι· ἀλλ' ἔτι δέομαι ῥυμμά των, πολλὴν τῆς ἁμαρτίας εἰσδεξάμενος τὴν δυσοσμίαν. Καὶ αὖθίς με τοίνυν ἀπόνιψον, ∆έσποτα, ἵνα πάντα τῆς ἁμαρτίας ἀποξύσῃς τὸν ῥύπον.] Τί οὖν ἐποίησεν ὁ ∆αυΐδ; τί δὲ παρέσχεν; Ἐποίησε μὲν οὖν φόνον, καὶ μοιχείαν· παρέσχε δὲ δάκρυα καὶ ἐξομολόγησιν, καὶ λέγει· Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Συν άλλαγμά ἐστι. ∆ίδωσιν ὁ Θεὸς, δίδωσιν ὁ σωζόμενος. Ἔδωκεν ὁ Θεὸς ἔλεος, ἔδωκεν ὁ σωζόμενος ἐξομολόγη σιν. Τί δίδως, ὦ ∆αυῒδ, ἵνα σωθῇς, ἵνα κεράσω τὸ φάρ μακον; Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Τοῦτο δίδως; Καὶ ἔστιν ἄνθρωπος ὁ μὴ γινώσκων τὴν ἁμαρ τίαν αὐτοῦ; Ναί. Πόσοι εἰσὶν ἁμαρτάνοντες, καὶ παῤ ῥησιαζόμενοι; πόσοι ἁρπάζουσι, καὶ οὐδὲ οἴδασιν ὅτι ἁρπάζουσι; πόσοι πλεονεκτοῦσι, καὶ οὐδὲ αἰσθάνονται; πόσοι γυμνοῦσι χήρας, καὶ ἄλλας περιεργάζονται; πόσοι θλίβουσιν ὀρφανοὺς, καὶ οὐδὲ πενθοῦσιν, οὐδὲ δακρύου σιν, οὐδὲ ἐξομολογοῦνται; Πῶς οὖν δύνανται σωθῆναι, μηδὲ εἰδότες ὅτι ἁμαρτάνουσιν; Εἶδες τὸν προφήτην βοῶντα καὶ λέγοντα, Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω; [Οὐδὲ γὰρ μετὰ τὴν ἀπὸ σοῦ γενομένην ἄφεσιν λήθην ἐδεξάμην τῆς ἁμαρτίας, ἀλλὰ διηνεκῶς ὁρῶ τῶν ἐμῶν κακῶν τὰς εἰκόνας καὶ τὰς τολμηθείσας παρανομίας, καὶ νύκτωρ ὀνειροπολῶ, καὶ μεθ' ἡμέραν φαντάζομαι,] Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Ὢ εὐγένεια ψυχῆς! Οὐ παρέδωκε τῇ λήθῃ τὴν μνήμην τῆς ἁμαρτίας, ἀλλὰ καὶ συγχωρηθεῖσαν αὐτὴν ἔγραψε. Καθάπερ ἐν εἰκόνι, τῷ συνειδότι καθ' ἑκάστην ἡμέραν ἔβλεπε τὴν μοιχευθεῖσαν, καθ' ἑκάστην ἡμέραν ἔβλεπε τὴν σηπεδόνα. Καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Ἐγὼ αὐτὴν βλέπω, σὺ αὐτὴν μὴ ἴδῃς· ἐγὼ γράφω, σὺ αὐτὴν ἐξάλειψον. Βλέπε γάρ τι γίνεται. Ἐὰν σὺ αὐτῆς μνημονεύσῃς, ὁ Θεὸς αὐτῆς οὐ μνημονεύσει· ἐὰν σὺ αὐτῆς ἐπιλάθῃ, ὁ Θεὸς αὐτῆς μνημονεύσει. [Ἐγὼ γάρ εἰμι, αὐτός φησι διὰ τοῦ προ φήτου, ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθῶ ἔτι· σὺ δὲ μνήσθητι.] ∆ιὰ τί ἐγὼ μνησθῶ; Ἵνα εὐγνώμων γένῃ, ἵνα ἐπίστασαι τί σοι συνεχώρησα. Ἐὰν γὰρ ἀεὶ μεμνημένος ᾖς τοῦ ὄγκου τῆς ἁμαρτίας, ἀεὶ καὶ τοῦ μεγέθους τῆς εὐεργεσίας μεμνημένος ἔσῃ. Συνεχώρησά σοι, φησὶν, ἀλλὰ μὴ ἐπιλάθῃ τῆς χάριτος, καὶ οὐ μὴ μνησθῶ τῆς ἁμαρτίας, σὺ δὲ μνήσθητι. Τοιοῦτοι ἦσαν οἱ ἅγιοι· τῶν κατορθωμάτων ἐπελανθά νοντο, καὶ τῶν ἁμαρτημάτων ἐμέμνηντο· οὐχ ὡς οἱ νῦν ἄνθρωποι τῶν ἁμαρτημάτων ἐπιλανθάνονται, ἐὰν δέ τι πράξωσι χρηστὸν, εἰς μέσον φέρουσιν αὐτό. Ἐποίησας ἀγαθόν; Λάθε, ἵνα ὁ ∆εσπότης σου αὐτὸ εἴπῃ. Ἐποίη 55.581 σας κακόν; Μνήσθητι, ἵνα ὁ ∆εσπότης σου αὐτὸ ἐπιλά θηται. Παραχώρησον τῷ ∆εσπότῃ σου. Μὴ γὰρ οὕτω λέγεις σὺ τὰ κατορθώματα, ὡς λέγει αὐτὰ ὁ ∆εσπότης σου; Σὺ ἐὰν εἴπῃς, ἐλαττοῖς αὐτά· ὁ ∆εσπότης σου ἐὰν εἴπῃ, αὔξει αὐτά. Πῶς, ἐγὼ λέγω· ∆ίδως πτωχῷ· καὶ ἐὰν εἴπῃς, ἐκεῖ ἐρωτώμενος, πῶς λέγεις; Εἶδον πτωχὸν πεινῶντα, καὶ ἔθρεψα αὐτόν. Αὐτὸς πῶς λέγει; Οὐ λέγει αὐτὰ οὕτως· ἀλλὰ πῶς; Πεινῶντά με εἴδετε καὶ ἐθρέψατε. Ἄφες ἐκείνῳ τῷ δυναμένῳ εἰπεῖν με γάλως· ἄφες εἰπεῖν αὐτὰ τῷ λέγοντι καὶ ἐξογκοῦντι· τὰ δὲ ἁμαρτήματά σου σὺ λέγε, ἵνα ἐξαλείψῃς αὐτά. Ἀλλ' αἰσχύνῃ