1.20 Ἐντεῦθεν οὐ τέλος τῷ Βασιλείῳ ἡ μετάστασις γίνεται τῶν κακῶν, ἀλλ' ἀρχὴ καὶ ὑπόθεσις· εὐθὺς γὰρ ἀναλύσας ταῖς ἐννοίαις ὁ βασιλεὺς ἐς τὴν πρώτην αὐτῷ τῆς αὐτοκρατορίας ἀρχὴν, ἀφ' ἧς διοικεῖν ὁ παρακοιμώ μενος ἤρξατο, κατέδραμε τὴν ἐκεῖθεν ἐκείνου προμήθειαν, καὶ τῶν δρωμένων ὁπόσα μὲν αὐτῷ τε καὶ τῷ δημοσίῳ συντε λοῦντα ἐτύγχανεν οὐκ ἠξίου παραποιεῖν, τὸ δ' ὅσον εἰς εὐεργετημάτων καὶ ἀξιωμάτων ὄγκον ἔβλεπεν, ἀναλύειν ἐπειρᾶτο, ἐκεῖνα μὲν συνειδέναι, ταῦτα δὲ ἀγνοεῖν διϊσχυ ριζόμενος, καὶ πάντα τρόπον ὁπόσα εἰς κάκωσιν ἐκείνῳ καὶ συμφορὰν ἐμηχανᾶτο ποιεῖν. Ἀμέλει καὶ ἣν ἐκεῖνος ἐδεί ματο λαμπροτάτην μονὴν Βασιλείῳ τῷ πάνυ ἀναθέμενος, ἐπώνυμον τῆς ἑαυτοῦ κλήσεως, μεγαλοπρεπῶς μὲν κατεσ κευασμένην καὶ πολλῇ δαπάνῃ χειρὸς τὸ ποικίλον μετὰ τοῦ καλοῦ ἔχουσαν, ἀφθόνοις δὲ χορηγίαις τὸ πλέον τοῦ αὐτάρ κους ἀποκληρωσαμένην, ἐβούλετο μὲν ἐκ θεμελίων καθαι ρήσειν, τὸ δὲ τῆς πράξεως ἀναιδὲς εὐλαβούμενος, τὸ μὲν ἐκεῖθεν ὑφῄρει, τὸ δὲ κατέσειεν, τὰ ἔπιπλα, τὰς ἐφηρμοσ μένας λίθους, τὸ δ' ἄλλο τι ποιῶν τοιουτότροπον, οὐκ ἀνίει ἄχρις οὗ φροντιστήριον ἰδεῖν, χαριεντισάμενος εἰπὼν, τὸ μοναστήριον δέδρακε, διὰ φροντίδος τιθεμένων τῶν ἐν αὐτῷ, ὅπως ἂν ἑαυτοῖς τὰ ἀναγκαῖα πορίσαιντο. 1.21 Τοιούτοις οὖν ὁ παρακοιμώμενος καθ' ἑκάστην τοξεύμασιν βαλλόμενος ὡς εἰπεῖν, ἀθυμίας τε ἐνεπίμπλατο, καὶ οὐκ εἶχεν ὅπως ἂν ἑαυτῷ τὰς ἀλγηδόνας ἰάσαιτο· παρη γόρει γὰρ αὐτὸν τῶν ὅλων οὐδέν· ὅθεν ἅπαξ ποτὲ ἀθρόον κατασεισθεὶς ὁ ὑπερμεγέθης ἐκεῖνος καὶ νέφους τὴν κεφα λὴν πληρωθεὶς, ἀκρατὴς ἑαυτοῦ ἐγεγόνει, καὶ τὰ μέλη παραλυθεὶς καὶ νεκρὸς ἔμψυχος γεγονὼς, μετὰ βραχὺ καὶ αὐτὴν ἀπέρρηξε τὴν ψυχὴν, καὶ γέγονεν ὡς ἀληθῶς στήλη τῷ βίῳ καὶ διήγημα μέγα, μᾶλλον δὲ παράδειγμα τῆς τῶν ἐν γενέσει εὐμεταβόλου συγχύσεως. Ὁ μὲν οὖν τὴν ἀποκεκληρωμένην ἐπικλώσας ζωὴν ἀπελήλυθε. 1.22 Ὁ δὲ βασιλεὺς Βασίλειος τὴν τῆς βασιλείας ἐπιγνοὺς ποικιλίαν, καὶ ὡς οὐκ εὐχερὲς πρᾶγμα καὶ ῥᾴδιον τηλίκην ἀρχὴν διοικεῖν, γλυκυθυμίας μὲν πάσης ἀπείχετο, ἔτι γε μὴν καὶ τῶν περὶ τὸ σῶμα κόσμων καταπεφρονήκει καὶ οὔτε στρεπτοῖς ἐκόσμει τὴν δέρην, οὔτε τιάραις τὴν κεφαλὴν, ἀλλ' οὔτε περιπορφύροις χλαμύσι κατελαμπρύνετο· ἀπεδύσατο δὲ καὶ τοὺς περιττοὺς δακτυλίους, ναὶ μὴν καὶ τὰς ποικίλας τῶν ἐσθημάτων βαφάς· σύννους δὲ ἀεὶ καὶ πεφροντικὼς ἦν, ὅπως ἂν τὰ τῆς ἀρχῆς εἰς ἁρμονίαν βασιλικὴν συμβιβάσειεν. Ὑπεροπτικῶς δὲ εἶχεν οὐ τῶν ἄλλων μόνων, ἀλλ' ἤδη καὶ τοῦ ἀδελφοῦ, ᾧ δὲ καὶ βραχεῖάν τινα δορυφορίαν περιποιησάμενος, τῆς ὑψηλοτέρας καὶ λαμπροτέρας ὥσπερ ἐφθόνει παρασκευῆς· ἑαυτὸν γὰρ πρῶ τον ἀποστενώσας, ὡς εἰπεῖν, καὶ τῆς ὑπερόγκου ἀποστε ρήσας κατασκευῆς, εὐκόλως καὶ τὸν ἀδελφὸν ἐχειροῦτο διὰ τῆς βραχὺ παραλλαττούσης εἰς τὸ χεῖρον ἀρχῆς. Καὶ τοῦτον μὲν χαίρειν ἀφεὶς ἀγρῶν τε χάρισι καὶ λουτρῶν ἀπολαύσεσι καὶ κυνηγεσίοις, ὧν ἐκεῖνος ἐφρόντιζεν, ἑαυτὸν ἐπὶ τὰ δυστυχοῦντα τῶν ὁρίων ἀφῆκεν, ἀνακαθᾶραι τοὺς πέριξ βαρβάρους αἱρούμενος, ὁπόσοι τάς τε ἑῴους ἡμῖν λήξεις καὶ τὰς ἑσπερίους περιστοιχίζονται. 1.23τ Περὶ τῆς τοῦ Σκληροῦ μετὰ τὴν τοῦ Φωκᾶ σφαγὴν δευτέρας ἀποστασίας. Ἀλλὰ ταῦτα μὲν ἐς ὕστερον ἔμελλε κατεργά σασθαι· τὸ γοῦν παρὸν ὁ Σκληρὸς αὐτὸν ἀνεῖργε τῆς κατὰ τῶν βαρβάρων στρατείας, ἐφ' ἑαυτὸν ἐκεῖνον ἀσχολῶν. Ἀναιρεθέντος γὰρ τοῦ Φωκᾶ, τὸ μὲν ἄλλο μέρος τῆς παρα τάξεως, ὅσον ἐκείνῳ καὶ πρὸ τῆς συμμίξεως ὑπέστρωτο τοῦ Σκληροῦ, τὰς ἐπ' ἐκείνῳ ἐλπίδας ἀπολωλεκότες διέσ τησάν τε ἀπ' ἀλλήλων καὶ τὸν συνασπισμὸν πάντα διαλελύ κασιν· ὁ δέ γε Σκληρὸς καὶ ὅσοι σὺν