πνευματικῶς, ἐφύτευσε τὸν παράδεισον τῆς τρυφῆς, καὶ τὸν χει μάῤῥουν τῆς τρυφῆς ἐχαρίσατο. Οὐδεὶς δὲ δύναται καὶ σαρκὶ καὶ πνεύματι τρυφᾷν, Ἀλλ' εἰ μὲν σαρκὶ ἐτρύ φησεν, ὡς ὁ πλούσιος, στερηθήσεται τῆς μετὰ Ἀβραὰμ τρυφῆς· εἰ δὲ ἄρτον κακώσεως ἔφαγεν, ὡς ὁ πένης, ἐκεῖ τρυφᾷ καὶ ἀναπαύεται. Καὶ ἄλλως δέ. Ὁ Κύριος δικαιοσύνη ἐστὶν, ἀλή θεια, σοφία, ἁγιασμός· ἐὰν τρυφήσῃς οὖν καὶ ἐν τοῖς τῆς σοφίας θεωρήμασιν, ἐν ταῖς πράξεσι τῆς δικαιο σύνης, πεπλήρωται τό· Κατατρύφησον τοῦ Κυρίου. Τρυφὴ τοιγαροῦν, τὸ ἔνοικον ἔχειν τὸν πάντα ζωογο νοῦντα Θεὸν Λόγον, τὸν ἄρτον τῆς ζωῆς· καὶ αὐτὸν ἔχοντες ἐν ἑαυτοῖς, ληψόμεθα πάντα τὰ αἰτήματα, οὐχ ἁπλῶς, ἀλλὰ τὰ τῆς καρδίας. Νοήσεις δὲ τὸ λεγό μενον, ἐὰν προσωποποιήσῃς ἕκαστον τῶν μελῶν, καὶ ἴδῃς πῶς κατὰ φύσιν αἰτεῖ. Ὁ γοῦν ὀφθαλμὸς, εἰ εἶχε φωνὴν, ἔλεγεν ἄν σοι· Αἰτῶ φῶς, αἰτῶ χρώματα βλέπειν κατάλληλα ἐμοί. Ἡ ἀκοή· Αἰτῶ φωνὴν ἐμ μελῆ, ἡδεῖαν. Ἡ γεῦσις· Αἰτῶ γλυκέα, φεύγω τὰ πικρά. Ἡ ἁφή· Αἰτῶ ἅπτεσθαι λείων, τρυφερῶν, προσηνῶν· οὐ πυρὸς, οὐ τραχέων, οὐδὲ κεντούντων. Ὡς οὖν ἑκάστου τῶν αἰσθητηρίων ἐστὶν αἴτησις κατ άλληλος καὶ φυγή· καὶ ὀφθαλμὸς μὲν αἰτεῖ τὸ φῶς, ἡ ὄσφρησις δὲ τὸ εὐῶδες, ἡ ἀκοὴ τὸ ἐμμελὲς, καὶ τὰ λοιπὰ ὁμοίως· οὕτως ἡ καρδία τὰ νοήματα, ἅπερ λη ψόμεθα παρὰ Κυρίου, ἐὰν μηδὲν ἀλλότριον τῆς αὐτοῦ τρυφῆς ἔχωμεν ἐν ταῖς καρδίαις. Τότε δυνησόμεθα ἀποκαλύπτειν αὐτῷ τὴν ὁδὸν ἡμῶν. Ἐποπτεύει γὰρ ὁ τῶν ὅλων Θεὸς τὴν τῶν σεβομένων αὐτὸν εὐαγῆ πολιτείαν· ἀποστρέφεται δὲ τὴν τῶν οὐκ ὀρθῶς ζῇν ἑλομένων. Ὅθεν ἐπάγει· Στίχ. εʹ. Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπ' αὐτὸν, καὶ αὐτὸς ποιήσει. Στίχ. ʹ. Καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν. Ἔσο, φησὶν, φανερῶς τὴν ἀρέσκουσαν αὐτῷ βαδίζων ὁδὸν, τουτέστι, γυμνὴν καὶ ἀναμφίαστον τῷ Θεῷ τὴν σεαυτοῦ δεικνὺς πολιτείαν· καὶ ἔλπισον ἐπ' αὐτὸν, αὐτὸς δὲ ποιήσει. Ἐν τῷ μέλλοντι αἰῶνι ἐμ φανῶς καταστήσει, καὶ οἷον περίοπτον ἀποφανεῖ, λα θεῖν οὐκ ἐῶν τῆς σῆς εὐζωΐας τὸ κάλλος. Ἔσται γὰρ ἅπασιν ἐναργὴς ἡ δικαιοσύνη σου, δίκην φωτὸς ἀνα λάμπουσα μεσημβρινοῦ. 17.124 Μεσημβρία γε μὴν ὀνομάζεται τῆς ἡμέρας αὐτὸ τὸ μεσαίτατον. Καί σε κρινεῖ ἄξιον εἶναι φωτὸς ἐκεῖ. Ἐπειδὴ οὖν πᾶς ὁ φαῦλα πράσσων, οἷον ὁ πορ νεύων, μισεῖ τὸ φῶς, καὶ τὸ ὅσον ἐφ' ἑαυτῷ, κρύπτει ἃ ποιεῖ, ἵνα μὴ ἐλεγχθῇ· θέλει γὰρ μὴ γνωσθῆναι τὴν πορνείαν αὐτοῦ· διὸ καὶ ἐπικρύπτει τὴν ὁδὸν αὐ τοῦ, ἣν ὥδευσεν· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, οἷον ὁ σωφρονῶν, θέλει αὐτὴν φανερῶσαι, οὐκ ἀνθρώποις, ἵνα μὴ ἀπέχῃ τὸν μισθὸν ἀπὸ τῶν ἀνθρώπων, ἀλλὰ τῷ Θεῷ· διὰ τοῦτο εἴρηται· Ἀποκάλυψον πρὸς Κύ ριον τὴν ὁδόν σου, τουτέστι, δεῖξον αὐτῷ τὸν σὸν ἐπίμωμον βίον, καὶ αὐτὸς θεραπεύσει σε ἀπὸ τῶν τραυμάτων, καὶ ποιήσει τὸν ῥυπαρὸν καθαρόν. Κἂν γένῃ καλὸς καὶ ἀγαθὸς, ἐγκαυχήσεταί σοι· καὶ ἐπεὶ μὴ ὢν κενόδοξος ἔκρυπτες τὴν δικαιοσύνην σου, αὐτὸς φανερὸν ποιήσει, καὶ οὕτως ἐπιφανῇ, ὥσπερ ἥλιον ἐν μεσημβρίᾳ. Τότε γὰρ, φησὶν, οἱ δίκαιοι λάμψουσιν ὡς ἥλιος. Στίχ. ζʹ. Ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν. Ὑποταγὴν οὖν ἐνταῦθα λέγει τὴν τῶν κακῶν ἀναχώρησιν. Οὐδεὶς γὰρ ἁμαρτάνων ὑποτέτακται τῷ Κυρίῳ. Ἔστω, φησὶν, ὅτι ἤδη ὑπετάχθην· τί ποιῶ περὶ τῶν προτέρων; Ἱκέτευσον αὐτὸν, λέγων· Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. Ὥστε οὐ δεῖ πρό τερον περὶ ἁμαρτίας ἱκετεύειν, ἢ ὑποταγέντα τῷ Κυ ρίῳ, τουτέστιν ἐκστάντα τῆς ἁμαρτίας. Ἔτι γὰρ ὄντα ἐν ἁμαρτίαις ἄφεσιν ἁμαρτιῶν αἰτεῖν, πάνυ ἄλο γόν ἐστι. Στίχ. ζʹ. Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανο μίαν. Μὴ μιμήσῃ, φησὶν, εὐδαιμονίαν ἐκ παρανομίας συγ κροτουμένην· μηδὲ εἰς κακίαν ἐρεθίζου, κἂν ὁρᾷς τὸ κακὸν εὐοδούμενον, δέον λογίσασθαι, ὅτι ὁ αἰὼν οὗτος τούτων ἐστὶ τῶν μὴ ἐχόντων ἄλλην ἐλπίδα. Εὐτυχείτωσαν ἐν αὐτῷ, καὶ ἐχέτωσαν τὰ νομιζόμενα ἀγαθά. Ἡμεῖς δὲ εἰς ἄλλον αἰῶνα βλέπομεν ζωῆς· καὶ ἡ ἐλπὶς ἡμῶν, ἑξῆς τούτῳ τῷ αἰῶνί ἐστιν. Οὐχ οἷόν τέ ἐστι τὰ ἀγαθὰ ἐν τούτῳ τῷ αἰῶνι ἔχειν καὶ