κύριος οὔτε μείζων γίνεται οὔτε ἐλάττων, ἀλλ' ὅ ἐστιν, ἐστίν· πῶς οὖν δύναται ψυχὴ μεγαλῦναι τὸν κύριον; Ὅτι «εἰκών ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου», οὐ γενομένη εἰκών, ἀλλὰ «κατ' εἰκόνα» προυπάρχουσαν αὐτῆς, ἐὰν ἀξίως πολιτευώμεθα κατ' εἰκόνα τοῦ κτίσαντος ἡμᾶς καὶ ἐξο μοιωθῶμεν τῷ πρωτοτύπῳ κατὰ τὸ δυνατὸν δι' ἀγαθῶν ἔργων. Ἕκαστος δὲ ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν τελειῶν καὶ προάγων ἐπὶ μακαριότητα οἷον εἰκόνα τοῦ Χρι στοῦ ἀνατίθησιν, ἤτοι μιμουμένην τὸν πρωτότυπον, τὸν υἱὸν τοῦ θεοῦ, 8.49 τὴν εἰκόνα τοῦ θεοῦ. Ὅταν οὖν μεγάλην ποιήσω τὴν εἰκόνα τῆς εἰκόνος, λέγω δὲ αὐτὴν τὴν ψυχήν, μεγαλύνων λόγοις, ἔρ γοις, νοήμασιν, τότε μεγαλύνειν λέγεται. Ὥσπερ δὲ «μεγαλύνει ἡ ψυχὴ» τοῦ δικαίου «τὸν κύριον» κατὰ τὸ μέγεθος τοῦ βίου καὶ τοῦ λόγου, οὕτω καὶ σμικρύνει τις αὐτὸν ἀνα λόγως κατὰ τὴν κακίαν τὴν ἐνυπ άρχουσαν αὐτῷ. 8.50 Τῆς οὖν Μαρίας «ἡ ψυχὴ» ἐμεγά λυνε «τὸν κύριον», «τὸ» δὲ «πνεῦμα» αὐτῆς «ἠγαλλιάσατο ἐπὶ τῷ θεῷ τῷ σωτῆρι». Καλῶς δὲ ἀναβαίνει ταῖς προκοπαῖς τῶν ἔργων· πρῶτον ἐμε γάλυνεν ἡ ψυχὴ αὐτῆς, εἶτα ἠγαλ λιάσατο τὸ πνεῦμα αὐτῆς. Ἀγαλ λιᾷ γάρ τις πνεύματι ἐπὶ θεῷ σω τῆρι ἐν προκοπῇ βιῶν, ἀπὸ τοῦ με γαλύνειν ἐπὶ τοῦτο ἐρχόμενος. 8.51 «Ὅτι ἐπέβλεψε», φησίν, «ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ». Ἡ «ταπείνωσις» οὐδὲν διαφέρει τῆς ἀτυ φίας· ἐπεὶ οὖν πρέπον θεῷ ἐπιβλέ πειν ἐπὶ ταῖς ἀρεταῖς, ἀρετὴ δὲ ἡ ταπεινοφροσύνη, «ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ». 9.54 [ὅτι] πολλοῖς δοκεῖ περισσὸν εἶναι τό· «ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν καὶ ἐγέννησεν υἱόν». Ποία γὰρ γυνὴ δύναται τεκεῖν υἱόν, μὴ πληρωθέν τος τοῦ τῆς συλλήψεως χρόνου; Παρατηρήσασθαι δεῖ ἐν ὅλῃ τῇ παλαιᾷ καὶ τῇ καινῇ γραφῇ, εἴ που ἔστιν εὑρεῖν ἐπὶ ἁμαρτωλοῦ γενέ σεως εἰρημένον τό· «ἐπλήσθη ὁ χρό νος τοῦ τεκεῖν»· οὐκ ἂν γάρ τις εὕροι ὡς οἶμαι, ἀλλ' ὅπου ὠνόμασται τὸ τοιοῦτο, δίκαιός ἐστιν ὁ γεννώ μενος· πληροῦνται οὖν αἱ ἡμέραι τῆς γεννήσεως τοῦ δικαίου καὶ τῆς ἐπι δημίας αὐτοῦ. Καὶ πληρότητα μὲν ἡ τοῦ δικαίου, κενότητα δὲ ἡ τοῦ φαύλου ἐπιδημία ἔχει· οὕτω καὶ νῦν 9.55 εἴρηται, ὅτι «τῇ Ἐλισάβετ ὁ τοῦ τεκεῖν χρόνος ἐπλήσθη», ἐπειδὴ ἅγιον ἔτικτεν. Εἰς τιμὴν δὲ τοῦ πατρὸς βουλομέ νων τῶν συγγενῶν ὄνομα θέσθαι τῷ παιδὶ Ζαχαρίαν ἡ Ἐλισάβετ προ φῆτις οὖσα καὶ ὑπὸ πνεύματος ἁγίου κινουμένη, καίτοι τὴν γενομένην τῷ ἀνδρὶ τοῦ ὀνόματος τοῦ παιδὸς ἀπο κάλυψιν μὴ ἀκούσασα, τῷ πνεύ ματι ἔγνω τὴν παρὰ τοῦ ἀγγέλου ῥηθεῖσαν προσηγορίαν καὶ Ἰωάννην ἔφασκε τὸ παιδίον ὀνομάζεσθαι. Ὡς δὲ καὶ παρὰ τοῦ πατρὸς ἠξίουν μα θεῖν καὶ «διένευον» αὐτῷ ὡς μὴ ἀκούοντι ἢ λαλῆσαι δυναμένῳ, καὶ Ζαχαρίας δὲ τῇ χειρὶ καὶ τοῖς γράμ 9.56 μασι σύμφωνα ἐλάλησε τῇ γυναικί· λαβὼν δελτίον ἔγραψε τοῦ παιδὸς τὴν προσηγορίαν, ὡς πάντας ἐπὶ τοῦτο ἐκπλήττεσθαι καί· «τί τὸ παιδίον ἔσται» στοχάζεσθαι. Ἑρμηνεύεται δὲ Ἰωάννης «θεοῦ χάρις»· διὸ καὶ μετὰ τοῦ γράψαι τὸν Ζαχαρίαν ἐν δέλτῳ, ὅτι «Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ», εὐθέως τῇ τοῦ θεοῦ χάριτι «ἀνεῴχθη αὐτοῦ τὸ στόμα», «ἐλύθη» ἡ δεδεμένη φωνὴ καὶ ἀπέλαβε τὴν ἑαυτοῦ γλῶσσαν, οὐκέτι καθὰ πάλαι δεδεμένην τῇ ἀπι στίᾳ· ὅτε μὲν γὰρ ἐδέδετο τῇ ἀπι στίᾳ ἡ γλῶσσα, ἀνθρωπίνη ἦν, ὅτε 9.57 δὲ λέλυται, οὐκέτι· «λαλεῖ» γὰρ «εὐ λογῶν τὸν θεὸν» καὶ προφητεύων τὰ ἀναγεγραμμένα. 10.58 ∆ύο δὲ γενικὰς προφητείας προφη τεύει Ζαχαρίας, τὴν προηγουμένην περὶ Χριστοῦ, τὴν δὲ ἑξῆς περὶ Ἰωάννου· καὶ ἔστιν ἀπὸ τῶν λέξεων τηρῆσαι τῶν μὲν προτέρων, ὅτι περὶ Χριστοῦ ὡς ἤδη παρόντος καὶ ἐπιδε δημηκότος τῷ βίῳ, εἶθ' ὕστερον περὶ Ἰωάννου ὡς πρὸς παρόντα λέγει καὶ φησίν· «εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ». 10.59 Τάχα δὲ ἐν τοῖς τρισὶ μησίν, οἷς συνῆν αὐτῷ Μαρία, δι' ἀπορρήτου δυνά μεως ὠφελούμενος κατὰ βραχύ, ἦλθεν ἐπὶ τὸ πληρωθῆναι πνεύματος καὶ προφητεῦσαι τὰ ἀναγεγραμμένα. Ἐπεὶ γὰρ «ἐκ σπέρματος ∆αβὶδ γέ γονεν τὸ κατὰ σάρκα» ὁ Χριστὸς καὶ ἦν οὗτος ἀληθῶς «κέρας σωτη ρίας ἡμῖν ἐν οἴκῳ ∆αβὶδ παιδὸς αὐτοῦ», διὰ τοῦτο ταῦτα προφη τεύει. Ὅτι δὲ κέρας ὁ Χριστός,