6
τὸν ἔσω ἄνδρα. Τοιοῦτος ἦν ὁ Ἱερε μίας, ἤδη ἔχων τὴν χάριν ἀπὸ θεοῦ ἔτι ὢν ἐν τῇ τοῦ παι δίου ἡλικίᾳ κατὰ τὸ σῶμα· διό φησιν αὐτῷ ὁ κύριος· «Μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι», σημεῖον δὲ τοῦ μὴ εἶναι αὐτὸν νεώτερον, ἀλλ' «ἄνδρα τέλειον», τὸ «πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι λαλήσεις· μὴ φοβηθῇς ἀπὸ προσώ που αὐτῶν». Οἶδεν ὁ τοῦ θεοῦ λόγος ὅτι οἱ πρεσβεύοντες τὸν λόγον κινδυνεύουσιν ἐν τοῖς ἀκούουσιν· ἐλεγχόμενοι γὰρ μισοῦσιν αὐτούς, ἐπιπλησσόμενοι διώκουσι. Πᾶν ὁτιοῦν πάσχουσιν οἱ προφῆται· «Οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ ἰδίᾳ πατρίδι καὶ τῇ οἰκίᾳ αὐτοῦ», <οὗ> καὶ πρώην ἐμνημονεύομεν. Οἶδεν οὖν ὁ θεὸς πέμπων τὸν προφήτην, ὅσους κινδύνους ἀναδέξεται, καὶ λέγει αὐτῷ· «Μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει κύριος.» Ἃ πέπονθεν Ἱερεμίας, ἀναγέγραπται· εἰς λάκκον βορβόρου βέβληται, ἔμεινεν ἐκεῖ «ἕνα ἄρτον ἐσθίων τῆς ἡμέρας» καὶ ὕδωρ μόνον πίνων, καὶ ἄλλα δὲ μυρία ἃ πέπονθεν ἡ προφητεία αὐτοῦ δεδήλωκεν. «Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν;» εἴρηται πρὸς τοὺς Ἰουδαίους, καὶ ἀναγκαῖόν ἐστι «τοὺς θέλοντας ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ πάντως ὑπὸ δυνάμεων ἀντι κειμένων δι' ὧν εὑρίσκουσι σκευῶν διώκεσθαι». ∆ιὰ τοῦτο μὴ ξενιζόμενοι οἱ διωκόμενοι πάντα πραττέτωσαν, μόνον εὐχόμενοι, ἵνα ἀδίκως διώκωνται καὶ μὴ δικαίως, μὴ δι' ἀδικίαν, μὴ δι' ἁμαρτίαν, μὴ διὰ πλεονεξίαν· ἐὰν δὲ διώκηται ποτέ τις διὰ δικαιοσύνην, καὶ ἀκουέτω τοῦ «μακάριοί ἐστε ὅταν ὀνειδίζωσιν ὑμᾶς καὶ διώκωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν». 1.14 «Ὅτι μετὰ σοῦ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει κύριος. Καὶ ἐξέτεινε κύριος τὴν χεῖρα αὐτοῦ πρός με, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπε κύριος πρός με.» Τήρει διαφορὰς Ἱερεμίου καὶ Ἡσαΐου· ὁ Ἡσαΐας φησίν· «Ἀκάθαρτχείλη ἔχων ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλ μοῖς μου», καὶ ἐπεὶ ἐξωμολογήσατο οὐκ ἔχων ἔργα ἀκάθαρτα, ἀλλὰ μόνον ῥημάτια-μέχρι γὰρ τούτου ἁμαρ τωλὸς ἦν, -οὐκ «ἐξέτεινε κύριος τὴν χεῖρα αὐτοῦ», τὸ δὲ «ἓν τῶν Σεραφὶμ ἥψατο τῇ χειρὶ αὐτοῦ τῶν χειλέων αὐτοῦ, καὶ εἶπεν· ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου»· ἐπεὶ δὲ οὗτος ἡγιάσθη «ἐκ μήτρας», οὐ «λαβὶς» αὐτῷ πέμπεται οὐδὲ «ἀπὸ τοῦ θυσιαστηρίου ἄνθραξ», -οὐκ εἶχεν οὐδὲν ἄξιον τοῦ πυρός, -ἀλλ' αὐτὴ ἡ χεὶρ τοῦ κυρίου ἥψατο αὐτοῦ. ∆ιὸ λέγει· «Ἐξέτεινε κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν κύριος πρός με· ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου· ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν.» Τίς οὕτως μακάριός ἐστιν ὡς τὰς βασιλείας πολλὰς οὔσας, ἃς δείκνυ σιν ὁ διάβολος, βασιλείας οὔσας δυνάμεων ἀντικειμένων, βασιλείας κατὰ τὰς ἁμαρτίας, «ἐκριζοῦν» τοῖς διδομένοις ὑπὸ τοῦ θεοῦ λόγοις; γέγραπται γάρ· «Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου· ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, <ἐκριζοῦν>.» Ὥσπερ δὲ βασιλεῖαί εἰσιν, οὕτως καὶ ἔθνη· οἷον βασιλεία ἐστὶ τῆς πορνείας, ἔθνη τῆς πορνείας ἑκάστη πορνεία· μία βασιλεία ἐστὶν αὐτὸ <τὸ> γενικὸν ἁμάρτημα τῆς πλεονεξίας καὶ τῆς ἀποστερήσεως, καὶ εἰσὶ πολλαὶ βασιλεῖαι ἐν τοῖς πολλὰ εἴδη ἔχουσιν ἁμαρτημάτων, εἶτα καθ' ἕκαστον τῶν ἁμαρτω λῶν νόει μοι τὰ ἔθνη τὰ ὑπὸ τὴν βασιλείαν, ὡς εἰπεῖν, ὅτι ὁ δεῖνα ἔχει ἔθνη πολλὰ τῆς βασιλείας τῆς κατὰ τὴν πορνείαν, ὁ δεῖνα ἔχει ἔθνη πολλὰ τῆς βασιλείας τῆς κατὰ τὴν ἀπο στέρησιν, τῆς κατὰ τὴν καταλαλιάν, τῆς κατὰ τὴν ὀργήν. Ἔργον ἐστὶ τῶν λόγων τοῦ θεοῦ ἐπὶ «ἔθνη καὶ βασιλείας» ἐξαποσταλέντων «ἐκριζοῦν καὶ κατασκάπτειν», ἐκριζοῦν τίνα; Ἐδίδαξεν ὁ σωτὴρ λέγων· «Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται.» Ἔστι τινὰ ἔνδον <ἐν> ταῖς ψυχαῖς, ἃ «οὐκ ἐφύτευσεν ὁ πατὴρ ὁ οὐράνιος»· πάντες γὰρ οἱ «διαλογισμοὶ οἱ πονηροί, φόνοι, μοιχεῖαι, <πορνεῖαι>,