Ἀλλ' οὐδὲ οἰκεῖον Θεῷ τὸ ταῦτα ἐνεργῆσαι. Οὕτω γὰρ καὶ ὁ τῶν Ἑβραίων διδάσκαλος ἐξηγήσατο τό· Τοὺς δοξάζον τάς με δοξάσω, οἱ δὲ ἐξουθενοῦντές με ἀτιμα σθήσονται, ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν κείμενον. Ἐχρῆν γὰρ Θεοῦ μὲν ἔργον εἶναι τὸ δοξάζειν, οὐκέτι δὲ ἐνέργειαν, ἀλλὰ παρακόλουθα τὸ τὸν ἀτιμάζοντα Θεὸν ἀτιμάζεσθαι. Ταῦτα οὖν παρατηρητέον καὶ ἐπὶ τῶν εὐλογιῶν καὶ καταρῶν τῶν ἐν Λευϊτικῷ καὶ ∆ευτερο νομίῳ, καὶ ἐπὶ τῶν λόγων τῶν προφητικῶν. Τί τοίνυν ἐστὶ τὸ, ∆ιὰ τοῦτο φάγονται πατέρες τὰ τέκνα ἐν μέσῳ σου, καὶ τέκνα φάγονται πατέρας; Ὅσον μὲν οὖν κατὰ κοινήν τινα καὶ ἁπλουστέραν ἐκδοχὴν ἔστι τοῦτο ἰδεῖν ἐν ταῖς ἀκαταστατούσαις καὶ στασιαζούσαις πονηρευομένων ἐκκλησίαις. Πολλάκις γὰρ οἱ διδάξαν τες καὶ ἐν Χριστῷ γεγεννηκέναι τοὺς παρ' αὐτῶν ἀκούσαντας τοῦ θείου νόμου νομισθέντες, ἐπιβου λευόμενοι ὑπὸ τῶν διδαχθέντων, οἷον ἐσθίονται ὑπὸ τῶν υἱῶν πατέρες. Εἰ δὲ αὐτοὶ πλεονεκτοῖεν καὶ ἀδι κοῖεν τοὺς προσαχθέντας δι' αὐτῶν τῷ θείῳ λόγῳ, πατέρες εἰσὶν ἐσθίοντες τοὺς υἱούς. Ὅτι δὲ κεῖται τὸ ἐσθίειν τὰς σάρκας τινὸς ἐπὶ τοσαύτης ἀκαταστασίας καὶ στάσεως, ἔστι μαθεῖν ἐκ τοῦ κʹ ψαλμοῦ· ∆ιὰ τὸ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου· καὶ ἐκ τοῦ Ἰὼβ λέγοντος· Εἰ δὲ καὶ εἶπον αἱ θεράπαιναί μου· Τίς ἂν δοίη ἡμῖν τῶν σαρκῶν αὐτοῦ φαγεῖν, λιμοῦ χρηστοῦ ὄντος; Τοιαῦ τά ἐστι καὶ τὰ παρὰ τῷ Ἀποστόλῳ αἰτιωμένῳ τοὺς στασιάζοντας πρὸς ἀλλήλους ἔν τισιν Ἐκκλησίαις· Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. Τοῦτο δὲ τὸ δάκνειν καὶ κατεσθίειν, ὡς γίνεσθαι τὸ, Πατέρες φάγονται τέκνα ἐν μέσῳ σου, καὶ τέκνα φάγονται πατέρας, οὐχ ὁ Θεὸς ἐνεργεῖ, ἀκολουθεῖ δὲ τοῖς τὰ δικαιώματα τοῦ Θεοῦ ἀπωθουμένοις καὶ ἐν τοῖς νομίμοις αὐτοῦ μὴ πορευομένοις. Καὶ συντελεσθήσεται ὁ θυμός μου. Τοῦτο δηλοῖ, ὅτι πέρας ἕξει ὁ θυμὸς τοῦ Θεοῦ ὁμοίως τῇ συντελείᾳ τοῦ κόσμου. Τοῦ αὐτοῦ. Θυμὸς Θεοῦ ἐστιν ἐλεγμὸς, ὀργὴ δὲ παιδεία. Πᾶς δὲ ὁ ἐλέγχων καὶ παιδεύων πατὴρ δεί κνυται. Τοῦ αὐτοῦ. Κρεῖττον παιδεύεσθαι ἐν τῇ ἀκοῇ τῆς θλίψεως καὶ μὴ αὐτὸ τὸ ἔργον τῆς παιδείας πειρα θῆναι· τινὲς γὰρ παιδεύονται τῷ λόγῳ τῆς κολάσεως, ἕτεροι δὲ αὐτῇ τῇ κολάσει. ΚΕΦ. ʹ. Στήριξον τὸ πρόσωπόν σου. Τοὺς εἶναι δοκοῦν τας καὶ μείζονας παρὰ τοὺς λοιποὺς, ἤτοι κατὰ τὴν τοῦ ἄρχειν ἐξουσίαν ἢ κατὰ τὸ περὶ γνῶσιν καὶ σοφίαν διατρίβειν ἐθέλειν, ὄρη νομίζω λέγεσθαι τοῦ Ἰσραὴλ καὶ βουνούς. Τὴν ἐπίφασιν οὖν τοῦ προφητικοῦ λόγου πρόσωπον ὀνομαζομένην καὶ τὴν λαμπρότητα αὐτοῦ δεήσει στηριχθῆναι ἐπὶ ταῦτα τὰ ὄρη, ἵν' ἡ προφη τεία καὶ ἐπὶ ταῦτα λεχθῇ. Καὶ παρατηρητέον γε, ὅτι 13.785 τὰ μὲν λεγόμενα ἀπαγγέλλεται τοῖς ὄρεσι, προφη τεύεται δὲ οὐ περὶ τῶν ὀρέων μόνον, ἀλλὰ καὶ τῶν βουνῶν καὶ τῶν ναπῶν καὶ φαράγγων· ταῦτα γὰρ οἱ βουνοὶ καὶ αἱ φάραγγες καὶ αἱ νάπαι, τὸν στηριγμὸν μὴ χωροῦντα τοῦ προφητικοῦ προσώπου, οὐδὲ δέξα σθαι τὰ λεγόμενα οἷά τε ἦν. Ἀπαγγέλλεται δὲ ταῦτα τοῖς ὄρεσιν, ὅτε ἤκουον, ἀξίοις οὖσι τοῦ τὰ ἐπιφερό μενα παθεῖν οὐ πάντως ἵνα πάθωσιν αὐτά· δυνατὸν γὰρ τοὺς ἀκούοντας, ἐπικειμένων τινῶν χαλεπῶν, μεταβαλόντας μηκέτι περιπεσεῖν τούτοις οἷς ἤκου σαν, ὥσπερ καὶ περὶ Νινευϊτῶν γεγένηται. Καὶ ἐν τῷ Ἱερεμίᾳ δὲ, Πέραν λαλήσω, φησὶν, ἐπὶ ἔθνη καὶ βασιλέας τοῦ ἐξᾶραι καὶ ἀφανίσαι αὐτούς. Καὶ ἐὰν μετανοήσωσι, κἀγὼ μετανοήσω περὶ πάντων ὧν λελάληκα περὶ τοῦ ποιῆσαι αὐτοῖς. ∆ιὰ τοῦτο δὲ πρὸς τὰ ὄρη μόνα λέγεται, ὅτι χωρητικά εἰσι τοῦ περὶ πάντων λόγου· οὐδὲ γὰρ ἂν παρὰ τὰ ὄρη συνεῖεν τοῦ βουλήματος τῶν λεγομένων. Ἅμα δὲ παραθετέον τὸ ῥητὸν τοῖς ἀδιακρίτως διαλεγομένοις πᾶσι καὶ τοῖς τυχοῦσι καὶ περὶ τῶν μειζόνων τοῖς ἁπλουστέροις καὶ ἀκεραιοτάτοις ἀνακοινουμένοις· καὶ λεκτέον αὐτοῖς, ὅτι ὥσπερ ὁ προφήτης τὰ περὶ ὀρέων καὶ βουνῶν καὶ ναπῶν καὶ φαράγγων μόνοις τοῖς ὄρεσι κελεύεται λέγειν, τὸν αὐτὸν τρόπον τοῖς διακόνοις τοῦ λόγου συμβουλεύεται ποιεῖν. Ἡγοῦμαι δὲ τοὺς μὲν πρὸς γνῶσιν ὑγιῆ πεφυκότας τὰ ὄρη εἶναι· τοὺς δὲ ὀλίγον τι παρὰ τοὺς ἄλλους διαβαίνειν τῇ γνώσει δυναμέ νους λέγεσθαι βουνούς· τοὺς δὲ