ἁγίων πρέπει ὡς θεῷ ἀληθινῷ καὶ υἱῷ ἐκ δεξιῶν τοῦ πατρὸς καθῆσθαι. Hebr 9,1-2 Τὸ εἶχε μὲν καὶ ἡ πρώτη δικαιώματα λατρείας, οὐ περὶ τῆς σκηνῆς εἰρῆσθαι νομίζω ἀλλὰ περὶ αὐτῆς τῆς παλαιᾶς διαθήκης· οὐ γὰρ τὴν σκηνὴν τῇ νέᾳ συνέκρινε διαθήκῃ, ἀλλ' ὅλην τὴν παλαιὰν διαθήκην τῇ νέᾳ, καὶ πρὸς ὅλην ἐκείνην ταύτης ἐδείκνυ τὴν ὑπεροχήν. ἰδοὺ γάρ, φησίν, ἡμέραι ἔρχονται, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν 648 αὐτῶν, καὶ πάλιν· ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην. καὶ ταῦτα εἰπὼν ἐπάγει· εἶχε μὲν οὖν καὶ ἡ πρώτη. ὥστε δῆλον ὅτι περὶ τῆς διαθήκης αὐτῷ ἔτι ὁ λόγος· ἐπεὶ γὰρ κατέβαλεν αὐτὴν τῇ πρὸς τὴν νέαν παραθέσει, ἵνα μή τις εἴπῃ ὅτι οὐκοῦν ἀεὶ ἀπόβλητος ἦν, προλαβών φησιν ὅτι εἶχε κἀκείνη δικαιώματα λατρείας, νόμους, φησί, καὶ τάξιν καὶ ἀκολουθίαν ἐμπρέπουσαν λατρείᾳ θεοῦ. εἰπὼν δὲ κατὰ γένος, ὅτι εἶχε δικαιώματα λατρείας, ἐπεξέρχεται καὶ κατὰ μέρος ἀρξάμενος ἀπὸ τῆς σκηνῆς· εἶχε, φησί, τὸ ἅγιον κοσμικόν. εἶτα μετὰ τὸ ἅγιον τὸ κοσμικὸν καὶ πᾶσι βατόν, εἶχε πάλιν ἑτέραν σκηνὴν προτεταγμένην τῆς μυστικωτέρας ἔτι καὶ ἁγιωτέρας σκηνῆς. καὶ ἐν μὲν τῇ προτεταγμένῃ ἥ τε λυχνία καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις σκηνὴ οὐ λέγεται κοσμικὸν ἅγιον ὥσπερ ἡ πασῶν σκηνὴ πρώτη, ἀλλ' ἁπλῶς ἅγια. μετ' ἐκείνην δὲ σκηνὴ ἡ ... Hebr 9,24-25 Τὸ εἰς αὐτὸν εἰσῆλθε τὸν οὐρανόν, ἀπὸ κοινοῦ ληπτέον οἷον· οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, εἰσῆλθεν εἰς αὐτὸν τὸν οὐρανόν· τὸ γὰρ πολλάκις θυσίας ἐν αἵματι προσφέρειν τῶν εἰσερχομένων εἰς τὰ ἀντίτυπα τῶν ἀληθινῶν ἐστιν, ἀλλ' οὐχὶ τοῦ εἰσελθόντος εἰς τὸν οὐρανὸν αὐτόν. Hebr 10,5-9 Εἰσερχόμενος εἰς τὸν κόσμον εἶπεν ὁ Χριστός, ἀλλ' οὐχὶ εἰσελθών· εἰσήρχετο δὲ δηλονότι, ὅτε τῷ ∆αυὶδ ὑπισχνεῖτο καὶ διετείνετο ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ ἕως τοῦ αἰῶνος. εἰσερχόμενος οὖν εἰς τὸν κόσμον διὰ τῶν πρὸς τὸν ∆αυὶδ συνθηκῶν, καὶ τοῦτο λέγει δι' αὐτοῦ, ὅτι ἐπεὶ θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, οὐδὲ ηὐδόκησας τὰ ἐν τῷ νόμῳ τελούμενα. καὶ οὐκ εἶπεν ὅτι οὐκ εὐδοκεῖς οὐδὲ θέλεις, ἀλλ' οὐκ ἠθέλησας οὐδὲ ηὐδόκησας, μονονουχὶ λέγων ὡς ἀπ' αὐτῆς τῆς καταβολῆς αὐτῶν καὶ τῆς εἰσαγωγῆς οὐκ ἦσάν σοι τὸ ὅλον καταθύμιοι καὶ εὐάρεστοι αἱ θυσίαι. ἀλλὰ καὶ εἴ τι αὐτῶν ἀποδέδεκταί σοι, διὰ τὴν ἀσθένειαν ἀποδέδεκται τῶν προσαγόντων. ἐπεὶ οὖν καὶ ταῦτα ἀπώσω καὶ σῶμα κατηρτίσω μοι, τότε ἥκω ἐπὶ τὸ ποιῆσαι τὸ θέλημά σου· τοῦτο γὰρ καὶ εἴρηται περὶ ἐμοῦ οὐχὶ ἁπλῶς καὶ κατὰ πάροδον, ἀλλὰ κεφάλαιον καὶ ὑπόθεσιν τοῦ βιβλίου τὴν περὶ ἐμοῦ 649 πρόρρησιν ποιουμένου. βιβλίον δὲ ὅλην λέγει τὴν παλαιάν· τὸ γὰρ κεφάλαιον καὶ ἡ ἀξιολογωτάτη ὑπόθεσις τῆς παλαιᾶς αἱ περὶ Χριστοῦ προρρήσεις εἰσίν. Hebr 10,11 Τὰς αὐτάς, φησίν, ὅτι ὑπὲρ τῶν αὐτῶν προσεφέροντο ἀεί, μὴ ἰσχυουσῶν τῶν γεγονυιῶν καὶ γινομένων θυσιῶν καὶ προσφορῶν μηδεμίαν ἁμαρτίαν καθαρῶς περιελεῖν καὶ ὁλοκλήρως. Hebr 10, Πρόσφατον εἰπών, ἵνα μή τις εἴπῃ· οὐκοῦν εἰ πρόσφατος, καὶ παυθήσεται· γηράσκουσα γὰρ καὶ παλαιουμένη καὶ αὕτη ὥσπερ καὶ ἡ τῆς παλαιᾶς διαθήκης καταλυθήσεται. οὐμενοῦν, φησίν· ἀλλὰ πρόσφατος οὖσα ἀεὶ νεάζουσα καὶ ζῶσα ἔσται, οὐδέποτε ἐπιδεχομένη θάνατον καὶ κατάλυσιν. Hebr 10,24 Ἢ περὶ ἐκεῖνα ἀλλήλους κατανοῶμεν ὧν ἡ πολυπραγμοσύνη καὶ ἔρευνα καὶ κατανόησις εἰς ἀγάπην ἀκονᾷ καὶ παραθήγει. τοῦτο δὲ ποιοῦσιν οἱ φαῦλον μὲν περὶ ἀλλήλων μηδὲν ἀνεχόμενοι, πάντα δὲ εἰς τὸ ἀγαθὸν καὶ ἄμεινον ἐκλαμβάνοντες, καὶ ἃ δοκεῖ εἶναι ἐλαττώματα. εἶτα ... Hebr 10,25 Ἀλλὰ παρακαλοῦντες. τίνα; τὴν ἐπισυναγωγὴν ἑαυτῶν, τοῦτ' ἔστιν ἀλλήλους· ἀπὸ κοινοῦ γὰρ τὴν ἐπισυναγωγὴν ληπτέον. παράκλησις δὲ ἐπισυναγωγῆς τὸ προθύμως καὶ διὰ μακροῦ τοῦ χρόνου ἐπισυνάπτεσθαι ἑαυτοῖς. Hebr 10,35 Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, τὴν ἀπὸ τῶν ἔργων ὑμῶν, τὴν ἀπὸ τῆς πίστεως, τὴν ἀπὸ τῶν πειρασμῶν, τὴν ἀπὸ τῆς ὑπομονῆς· ταῦτα γάρ ἐστι τὰ μεγάλην ἡμῖν τὴν παρρησίαν, ὅτι τευξόμεθα τῆς