1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

7

παρὰ σεαυτῷ εἶναι, μάνθανε μὴ βλασφημεῖν. παθητὴν λέγων τὴν τοῦ υἱοῦ οὐσίαν μὴ προσδοκήσῃς παρ' αὐτοῦ τὴν ἀπάθειαν κληρονομῆσαι, εἰ γὰρ μέτοχοι αὐτῆς γεγόναμεν, ἀπαθεῖς διαμένομεν, ἀπαθὴς ἄρα ἐστὶν ἡ παρέχουσα ἄλλοις τὴν ἀπάθειαν. ὁ δὲ λέγων πᾶσαν οὐσίαν εἶναι ἀγέννητον μετὰ σοῦ οὐκ ἔστι χριστιανός, οὐ γὰρ τὸν αὐτὸν λόγον τοῦ εἶναι ἔχομεν τὰ ποιήματα τῷ πεποιηκότι. διὰ γὰρ τοῦτο καὶ τὸν υἱὸν ἀπαύγασμα εἶναι λέγομεν, ἵνα μὴ τὸν αὐτὸν μ28.1193 λόγον τοῦ εἶναι ἔχειν νομίσωμεν αὐτόν, ὃν ἔχομεν ἡμεῖς, οἱ ἐξ οὐκ ὄντων κατ' ἐντολὴν ὑπάρχοντες. Ἀνόμ. Εἰ τῆς γιγνομένης ἡ ἀγέννητος φύσις ἐστὶν αἰτία, τὸ δὲ ἀγέννητον μηδὲν εἴη, πῶς ἂν εἴη αἴτιον τὸ μηδὲν τοῦ γεγονότος; Ὀρθ. Αἰτία ἐστὶν ἡ τοῦ θεοῦ φύσις καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος καὶ τῆς κτίσεως πάσης, ἀλλὰ τοῦ μὲν υἱοῦ ὡς λόγου, "ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος", τοῦ δὲ πνεύματος ὡς πνοῆς, "πνοὴ γὰρ παντοκράτορος ἡ διδάξασά με", τῆς δὲ κτίσεως ὡς ποιήματος, "ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται". οὔτε δὲ λόγος προ φορικὸς διὰ τῶν φωνητικῶν ὀργάνων ἐκπεμπόμενος, οὔτε πνοή τις διαχεομένη καὶ διὰ τῶν ἀναπνευστικῶν ὀργάνων ἐκπεμπομένη, ἀλλὰ καὶ λόγος ζῶν καὶ ἐνεργής, "πάντα γὰρ δι' αὐτοῦ ἐγένετο", καὶ πνεῦμα ζῶν καὶ ἐνεργόν, "πάντα γὰρ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται". τὸ δὲ ἀγέννητον οὐκ ἔστιν αἴτιον τοῦ γεννητοῦ, οὐ γὰρ τὸ μὴ γενέσθαι τὸν θεὸν τῶν οὐσιῶν αἴτιον, ἀλλ' ἡ οὐσία τῶν οὐσιῶν αἰτία ὡς εἴρηται. εἰ γὰρ τὸ ἀγέννητον αἴτιον, αἴτιος δὲ καὶ ὁ υἱὸς τῶν κτισμάτων, ἀγέννητος ἄρα· ἀλλ' οὐκ ἀγέννητος κατὰ σέ, αἴτιος δέ· οὐ τὸ ἀγέννητον ἄρα αἴτιον. Ἀνόμ. Εἰ τὸ ἀγέννητον στέρησις, ἡ δὲ στέρησις ἕξεως ἀποβολή ἐστιν, ἡ δὲ ἀποβολὴ παντελῶς ἀπόλλυται ἢ μεθίσταται ἐφ' ἕτερον, πῶς οἷόν τε ἕξει μεθισταμένῃ ἢ ἀπολλυμένῃ κατωνομάσθαι τὴν οὐσίαν τοῦ θεοῦ ἀγεννήτου φύσεως προσηγορίᾳ; Ὀρθ. Εἰ ἀψευδὴς ὢν κατὰ στέρησιν ψεύδους ἐστὶν ἀψευδὴς καὶ ἄφθαρτος ὢν κατὰ στέρησιν φθορᾶς ἐστιν ἄφθαρτος, εἰπὲ καὶ τὸ ἀγέννητον κατὰ στέρησιν. ὁ δὲ κατ ονομάσας τὴν τοῦ θεοῦ οὐσίαν σὺ εἶ, ὁ τοιαῦτα τολμῶν κατὰ θεοῦ μαχόμενος, αὐτοῦ γὰρ λέγοντος καθὼς προείρηται· "ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τοὺς πατέρας ὑμῶν, θεὸς ὢν αὐτῶν καὶ τὸ ὄνομά μου οὐκ ἀπεκάλυψα αὐτοῖς", σὺ σαυτῷ ἀπο δίδως μεγάλα· ἢ γὰρ ὡς ἐκείνων ὑπεραναβεβηκὼς ἐξ ἀποκαλύψεως ἔχεις τοῦ ὀνόματος τὴν γνῶσιν ἢ καὶ μὴ βουλομένου θεοῦ κατείληφας αὐτοῦ τῆς οὐσίας τὸ ὄνομα; Ἀνόμ. Εἰ τὸ ἀγέννητον δηλοῖ στέρησιν μὴ προσοῦσαν τῷ θεῷ, πῶς ἀγέννητον εἶναι λέγομεν, γεννητὸν δὲ μὴ εἶναι; Ὀρθ. Εἰ τὸ ἄφθαρτον δηλοῖ στέρησιν μὴ προσοῦσαν τῷ θεῷ, πῶς ἄφθαρτον μὲν λέγομεν, φθαρτὸν δὲ οὐ λέγομεν; εἰ δὲ τὸ ἄφθαρτον οὐκ ἔστι στερήσεως δηλωτικόν, οὔτε τὸ ἀγέννητον, οὔτε μὴν οὐσίας. εἰ γὰρ τὸ ἀγέννητον οὐσίας ἐστὶ δηλωτικὸν, καὶ τὸ ἄφθαρτον ἔσται οὐσίας δηλωτικόν, καὶ εἰ τὸ ἀγέννητον καὶ τὸ ἄφθαρτον ἔσται οὐσίας δηλωτικόν, καὶ τὸ ἀψευδὲς καὶ τὸ ἄφθαρτον ταὐτὸν ἂν εἴη τῷ ἀγεννήτῳ· ἀψευδὴς δὲ καὶ ἄφθαρτος ὁ υἱὸς καὶ ἀγέννητος ἄρα. ἀλλ' οὐκ ἀγέννητος κατὰ σέ, οὐκ ἄρα ταὐτὸν ἔσται σημαινόμενον τὸ ἀψευδὲς καὶ ἄφθαρτον, ἀλλὰ τὸ μὲν ἀγέννητον τὸ μὴ γεγεννῆσθαι τὸν θεὸν σημαίνειν λέγομεν, τὸ δὲ ἄφθαρτον τὸ μὴ φθείρεσθαι, τὸ δὲ ἀψευδὲς τὸ μὴ ψεύδεσθαι. μ28.1196 Ἀνόμ. Εἰψιλὸν ὄνομά ἐστιν ἐπὶ θεοῦ τὸ ἀγέννητον, μ28.1196 ἡ δὲ ψιλὴ προφορὰ τὴν ὑπόστασιν ἐπαίρει κατὰ πάντων τῶν γεννητῶν, τιμιωτέρα ἐστὶν ἡ ἀνθρώπων προφορὰ τῆς τοῦ παντοκράτορος ὑποστάσεως ἀσυγκρίτῳ ὑπεροχῇ καλλωπίσασα τὸν θεὸν τὸν παντοκράτορα. Ὀρθ. Οὔτε ψιλὴν προφορὰν τὸ ἀγέννητον λέγομεν οὔτε οὐσίαν. εἰ γὰρ τὸ ἀγέννητον οὐσία, καὶ τὸ γεννητὸν οὐσία, εἰ δὲ τὸ γεννητὸν οὐσία, πάντα τὰ γεννητὰ ὁμοούσια· οὐκ ἄρα τὸ γεννητὸν οὐσία. εἰ δὲ οὐκ οὐσία τὸ γεννητόν, οὐδὲ τὸ ἀγέννητον οὐσία, οὐκ ἔστι δὲ ψιλὴ προφορὰ τὸ ἀγέννητον, σημαίνει γὰρ τὸ μὴ