1

 2

 3

 4

 5

 6

 7

 8

7

τρισσῶς· φθορὰ, διαφθορὰ καὶ καθαφθορά. Καὶ φθορὰ μὲν λέγεται τὸ χωρι σθῆναι μόνον τὴν ψυχὴν ἐκ τοῦ σώματος καὶ ἀποθα νεῖν· διαφθορὰ δέ ἐστιν, ὅταν τὸ σῶμα βρωθῇ ὑπὸ τῶν σκωλήκων, καὶ μόνα καταλειφθῶσι τὰ ὀστᾶ. Κα ταφθορὰ λέγεται, ὅταν σαπῶσι καὶ αὐτὰ τὰ ὀστᾶ, καὶ δαπανηθῶσι, καὶ εἰς μὴ ὂν χωρήσωσι παντελῶς. Τοῦτο γὰρ λέγομεν καὶ περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι φθορὰν μόνην ἐδέξατο· τουτέστι θάνατον. ∆ιαφθορὰν δὲ ἢ καταφθορὰν τὸ πανάγιον αὐτοῦ σῶμα ὅλως οὐκ ἐδέξατο, ἀνέστη δὲ τριήμερος πρωτότοκος γενόμενος ἐκ τῶν νεκρῶν. ∆ιὰ τί λέγεται πρωτότοκος; ∆ιότι ἀνέστη πρῶτος ἐκ τοῦ ᾅδου, καθὼς καὶ ἡμεῖς μέλλομεν ἀνίστασθαι ἐν τῇ δευτέρᾳ παρουσίᾳ. Καὶ ἐπεὶ ἀνέστη πρὸ ἐκείνου ὁ Λάζαρος καὶ τοῦ Ἰαείρου θυγάτηρ, καὶ ἄλλοι πολλοὶ, διὰ τί οὐκ ἐκλήθη τις ἐξ αὐτῶν πρωτότοκος; ∆ιότι ἐκεῖνοι ἀναστάντες ἐκ τῶν νεκρῶν πάλιν ἀπέθανον. Ὁ δὲ Χριστὸς, ἀναστὰς, οὐκ ἔτι ἀπέθανε. Καὶ ὅπερ ἐφ' ἡμῶν γενήσεται ἐν τῇ ἀναστάσει, τοῦτο γέγονε καὶ ἐπ' αὐτοῦ. Πρῶτος γὰρ ἐκ τῶν νεκρῶν ἀνέστη τὴν ἐν ἀφθαρσίᾳ ἀνάστασιν, ἧς καὶ ἡμεῖς κατὰ τὸ μέλλον ἐλπίζομεν ἀπολαύσασθαι, ἣν μὴ διαδέχεται θάνατος. Τί ἐστι λόγος, καὶ ὁσαχῶς ὁ λόγος; Εἴρηται μὲν ὁ λόγος τριχῶς· λόγος ἐνούσιος, ὁ Θεὸς Λόγος, λόγος ἐνδιάθετος, ὁ τῶν ἀγγέλων, καὶ ὁ ἐν τῇ ἡμετέρᾳ διανοίᾳ λαλούμενος λόγος· καὶ ὁ προ φορικὸς, ὁ διὰ τῆς γλώττης, ὃς λέγεται ἄγγελος νοήματος. Λόγος δὲ εἴρηται ἐκ τοῦ λέγειν. Τί ἐστι Χριστιανός Χριστιανός ἐστιν ἀληθινὸς οἶκος Χριστοῦ λογικὸς, δι' ἔργων ἀγαθῶν καὶ δογμάτων ὀρθῶν συνιστάμε νος. Αἱρετικὸς δέ ἐστι συκοφάντης καὶ κατήγορος ἀληθείας. Αἵρεσις ἡ ψευδὴς ὑπόληψις τοῦ μὴ ὄν τος. Ἄτρεπτόν ἐστι τὸ ἀεὶ ὡσαύτως ἔχον. Φυσικόν ἐστι τὸ ἐν τῇ φύσει κείμενον, ἢ τὸ ἀληθῶς ἀληθὲς γνωριζόμενον. Παρὰ φύσιν ἐστὶν, ὃ ὁ Θεὸς οὐχ οὕτω πεποίηκεν, ἢ ὅπερ ὅλως οὐ πεποίηκεν, οἷόν ἐστιν ἡ ἁμαρτία καὶ ὁ θάνατος. Τρία φησὶ τὰ λαλούμενα ἐν ἀνθρώποις· τὸ κατὰ φύσιν, τὸ παρὰ φύσιν, καὶ τὸ ὑπὲρ φύσιν. Καὶ κατὰ φύσιν μὲν ἔστιν ὁ γάμος· παρὰ φύσιν ἡ πορνεία· 28.552 ὑπὲρ φύσιν ἡ παρθενία. Καὶ πάλιν κατὰ φύσιν ὁ δικαίως συναγόμενος πλοῦτος· παρὰ φύσιν ἡ πλεονεξία· ὑπὲρ φύσιν ἡ ἀκτημοσύνη. Ὁμοίως πάλιν κατὰ φύσιν ἡ σύμμετρος τροφή· παρὰ φύσιν ἡ γαστριμαργία· ὑπὲρ φύσιν ἡ νηστεία. Ὡσαύτως πάλιν κατὰ φύσιν ἡ εἰρήνη· παρὰ φύσιν ἡ ταραχή· ὑπὲρ φύσιν ἡ πρὸς τοὺς ἐχθραίνοντας ἀγάπη. Καὶ ἐν τοῖς λοιποῖς ὁμοίως. Ἐτυμολογία ἐστὶν ἡ τῆς δυνάμεως τοῦ ὀνόματος ὀρθότης, ἐξ αὐτοῦ τοῦ νοὸς ἑρμηνευομένη· οἷον, Κατὰ τί εἰρήνη; Κατὰ τὸ ἠρεμεῖν τὸν νοῦν. Ὥσπερ πάλιν ταραχὴ, διὰ τὸ ῥᾷον χεῖσθαι· καὶ πλάνη κατὰ τὸ πλαγιάζειν τὸν νοῦν. Σωφροσύνη, ἢ ἀπὸ τοῦ σῶα φρονεῖν, ἢ ἀπὸ τοῦ τὸ σῶμα φρουρεῖν ἀπὸ ῥύπου. Πορνεία ἢ διὰ τὸ πυροῦν τὴν νεότητα, ἢ διὰ τὸ πηροῦν, ἢ ὡς ἐκτυφλοῦν τὸν νοῦν, ἢ διὰ τὸ πόῤῥωθεν νεύειν. Καὶ ἐν τοῖς λοιποῖς ὁμοίως. Τὸ σῶμα, ἔχον τὴν σύνθεσιν ἐκ τῶν στοιχείων, δέχεται καὶ διάλυσιν, καὶ ἀφανίζεται. ∆ιὰ τοῦτο τὰ σώματα καὶ ἀνθρώπων καὶ ζώων εὔφθαρτα καὶ εὔθνητα τυγχάνει, ἐκ τεσσάρων συνεστηκότα στοιχείων· λέγω δὴ γῆς καὶ ὕδατος, καὶ πυρὸς, καὶ ἀέρος. Καὶ αὐτὰ τὰ ἐκ τούτων συνεστηκότα ἀεὶ γίνονται καὶ ἀεὶ φθείρονται, τῆς τῶν στοιχείων διαλυομένης συνθέσεως, καὶ ἑκάστου πρὸς τὸν ἴδιον ἀναλύοντος τόπον. Αὐτὰ δὲ τὰ στοιχεῖα, ἁπλᾶ τυγχάνοντα καὶ ἀσύνθετα, τὸ μόνιμον ἔχει, καὶ μέχρι τῆς συντελείας ἀδιάλυτον. Περὶ ψυχῆς. Περὶ δὲ ψυχῆς λέγομεν, ὅτι εἰσὶ πέντε πάθη ἐν αὐτῇ, ἅτινα ψυχικὰ πάθη καλοῦνται. Εἰσὶ δὲ ταῦτα, ὀργὴ, λύπη, φόβος, φροντὶς, καὶ φθόνος. Ὁ οὖν φρόνιμον ἔχων τὸν λογισμὸν δύναται τούτων κρατεῖν. Ἡ ψυχὴ δὲ ὑπάρχει καθ' ἑαυτὴν θερμὴ, ὡς πῦρ καιόμενον. Ὡς οὖν τὸ πῦρ τὰ βαλλόμενα εἰς λέβητα ἑψεῖ,