7
ὑπαριθμήσεις, αἷς σὺ μέγα φρονεῖς, ὥσπερ ἐν τῇ τάξει τῶν ὀνομάτων κειμένων τῶν πραγμάτων. εἰ γὰρ τοῦτο, τί κωλύει κατὰ τὸν αὐτὸν λόγον, ἐπειδὴ τὰ αὐτὰ καὶ προαριθμεῖται καὶ ὑπαριθ μεῖται παρὰ τῇ θείᾳ γραφῇ διὰ τὴν ἰσοτιμίαν τῆς φύσεως, αὐτὰ ἑαυτῶν εἶναι τιμιώτερά τε καὶ ἀτιμότερα; ὁ δὲ αὐτός μοι καὶ περὶ τῆς Θεὸς φωνῆς καὶ Κύριος λόγος· ἔτι δὲ τῶν προθέσεων, τῆς ἐξ οὗ, καὶ δι' οὗ, καὶ ἐν ᾧ, αἷς σὺ κατατεχνολογεῖς ἡμῖν τὸ θεῖον, τὴν μὲν τῷ πατρὶ διδούς, τὴν δὲ τῷ υἱῷ, τὴν δὲ τῷ ἁγίῳ πνεύματι. τί γὰρ ἂν ἐποίησας, παγίως ἑκάστου τούτων ἑκάστῳ νενεμημένου ὁπότε πάντων πᾶσι συντεταγμένων, ὡς δῆλον τοῖς φιλοπόνοις, τοσαύτην σὺ διὰ τούτων εἰσάγεις καὶ τῆς ἀξίας καὶ τῆς φύσεως ἀνισότητα; ἀπόχρη καὶ ταῦτα τοῖς μὴ λίαν ἀγνώμοσιν. ἐπειδὴ δέ σε τῶν χαλεπῶν ἐστίν, ἅπαξ ἐπιπηδήσαντα τῷ πνεύματι, τῆς φορᾶς σχεθῆναι, ἀλλὰ μή, καθάπερ τῶν συῶν τοὺς θρασυτέρους, εἰς τέλος φιλονεικεῖν, καὶ πρὸς τὸ ξίφος ὠθίζεσθαι, μέχρις ἂν πᾶσαν εἴσω τὴν πληγὴν ὑπολάβῃς, φέρε, σκεψώμεθα τίς ἔτι σοι λείπεται λόγος.
21 Πάλιν καὶ πολλάκις ἀνακυκλεῖς ἡμῖν τὸ ἄγραφον. ὅτι μὲν οὖν οὐ ξένον τοῦτο, οὐδὲ παρείσακτον, ἀλλὰ καὶ τοῖς πάλαι καὶ τοῖς νῦν γνωριζόμενον καὶ παραγυμνούμενον, δέδεικται μὲν ἤδη πολλοῖς τῶν περὶ τούτου διειληφότων, ὅσοι μὴ ῥᾳθύμως μηδὲ παρέργως ταῖς θείαις γραφαῖς ἐντυχόντες, ἀλλὰ διασχόντες τὸ γράμμα καὶ εἴσω παρακύψαντες, τὸ ἀπόθετον κάλλος ἰδεῖν ἠξιώθησαν, καὶ τῷ φωτισμῷ τῆς γνώσεως κατηυγάσθησαν. δηλώσωμεν δὲ καὶ ἡμεῖς ἐξ ἐπιδρομῆς, ὅσον ἐνδέχεται, τοῦ μὴ δοκεῖν εἶναι περιττοί τινες, μηδὲ φιλοτιμότεροι τοῦ δέοντος, ἐποικοδομοῦντες ἐπὶ θεμέλιον ἀλλότριον. εἰ δὲ τὸ μὴ λίαν σαφῶς γεγράφθαι θεὸν μηδὲ πολλάκις ὀνομαστί, ὥσπερ τὸν πατέρα πρότερον καὶ τὸν υἱὸν ὕστερον, αἴτιόν σοι γίνεται βλασφημίας, καὶ τῆς περιττῆς ταύτης γλωσσαλγίας καὶ ἀσεβείας, ἡμεῖς σοι λύσομεν ταύτην τὴν βλάβην, μικρὰ περὶ πραγμάτων καὶ ὀνομάτων καὶ μάλιστα παρὰ τῇ τῆς γραφῆς συνη θείᾳ φιλοσοφήσαντες.
22 Τῶν πραγμάτων τὰ μὲν οὐκ ἔστι, λέγεται δέ· τὰ δὲ ὄντα οὐ λέγεται· τὰ δὲ οὔτε ἔστιν, οὔτε λέγεται· τὰ δὲ ἄμφω, καὶ ἔστι, καὶ λέγεται. τούτων ἀπαιτεῖς με τὰς ἀποδείξεις; παρασχεῖν ἕτοιμος. ὑπνοῖ τῇ γραφῇ θεός, καὶ γρηγορεῖ, καὶ ὀργίζεται, καὶ βαδίζει, καὶ θρόνον ἔχει τὰ χερουβίμ· καίτοι πότε γέγονεν ἐμπαθής; πότε δὲ σῶμα θεὸν ἀκήκοας; τοῦτο οὐκ ὂν ἀνεπλάσθη. ὠνομάσαμεν γάρ, ὡς ἡμῖν ἐφικτόν, ἐκ τῶν ἡμετέρων τὰ τοῦ θεοῦ. τὸ μὲν ἠρεμεῖν αὐτὸν ἀφ' ἡμῶν, καὶ οἷον ἀμελεῖν, δι' ἃς αὐτὸς οἶδεν αἰτίας, ὑπνοῦν. τὸ γὰρ ἡμέτερον ὑπνοῦν τοιοῦτον, ἀνενέργητόν τε καὶ ἄπρακτον. τὸ δὲ ἀθρόως εὖ ποιεῖν ἐκ μεταβολῆς, γρηγορεῖν. ὕπνου γὰρ λύσις ἐγρήγορσις, ὥσπερ ἀποστροφῆς ἐπίσκεψις. τὸ δὲ κολά ζειν ὀργίζεσθαι πεποιήκαμεν· οὕτω γὰρ ἡμῖν ἐξ ὀργῆς ἡ κόλασις. τὸ δὲ νῦν μὲν τῇδε, νῦν δὲ τῇδε ἐνεργεῖν, βαδίζειν. ἡ γὰρ ἀπ' ἄλλου πρὸς ἄλλο μετάβασις, βαδισμός. τὸ δὲ ἀναπαύεσθαι ταῖς ἁγίαις δυνάμεσι, καὶ οἷον ἐμφιλοχωρεῖν, καθέζεσθαι καὶ θρονίζεσθαι. καὶ τοῦτο ἡμέτερον. οὐδενὶ γὰρ οὕτως ὡς τοῖς ἁγίοις τὸ θεῖον ἐνα ναπαύεται. τὸ δὲ ὀξυκίνητον, πτῆσιν· τὴν δὲ ἐπισκοπήν, πρόσ ωπον· τὸ διδόναι δὲ καὶ προσίεσθαι, χεῖρα· καὶ ἄλλη τις ὅλως τῶν τοῦ θεοῦ δυνάμεων ἢ ἐνεργειῶν ἄλλο τι τῶν σωματικῶν ἡμῖν ἀνεζωγράφησεν.
23 Πάλιν σὺ πόθεν τὸ ἀγέννητον λαβὼν ἔχεις, ἢ τὸ ἄναρχον, τὰς σὰς ἀκροπόλεις, ἢ καὶ ἡμεῖς τὸ ἀθάνατον; δεῖξον ταῦτα ὀνομαστί, ἢ ἀθετήσομεν, ἐπειδὴ οὐ γέγραπται, ἢ διαγράψομεν. καὶ τέθνηκας ἐκ τῶν σῶν ὑποθέσεων, καθαιρεθέντων σοι τῶν ὀνομάτων, καὶ τοῦ τείχους τῆς καταφυγῆς ἐφ' ᾧ ἐπεποίθεις. ἢ δῆλον ὅτι ἐκ τῶν ταῦτα συναγόντων, κἂν μὴ ταῦτα λέγηται; τίνων τούτων; Ἐγώ εἰμι πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα. καί, Πρὸ ἐμοῦ οὐκ ἔστιν ἄλλος θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται. ὅλον γὰρ τὸ ἔστιν ἐμόν· οὔτε ἠργμένον, οὔτε παυσόμενον. ταῦτα λαβών, τὸ μὲν μὴ εἶναί τι