1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

7

πρωτότοκα τῶν οἰκείων λογισμῶν καὶ πράξεων Αἴγυπτος (ὃ καὶ σπέρμα Χαλδαϊκὸν ἐξαι ρόμενον τῇ Γραφῇ καλεῖται, καὶ νήπια Βαβυ λώνια τῇ πέτρᾳ προσκροτούμενα καὶ λυόμενα), καὶ βοῆς πάντα μεστὰ καὶ κραυγῆς Αἰγυπτίοις· καὶ ἡμῶν ἀποχωρήσει τηνικαῦτα ὁ ἐκείνων ὀλο θρευτὴς, αἰδοῖ καὶ φόβῳ τοῦ χρίσματος. Ἐντεῦθεν ἄρσις τῆς ζύμης ἑπταήμερος (οὗτος γὰρ μυστικώ τατος ἀριθμῶν, καὶ τῷ κόσμῳ τούτῳ σύστοιχος, τῆς παλαιᾶς καὶ ὀξώδους κακίας (οὐ γὰρ τῆς ἀρτο ποιοῦ τε καὶ ζωτικῆς)· ἵνα μηδὲν Αἰγύπτιον ἐπισιτι ζώμεθα φύραμα, καὶ λείψανον Φαρισαϊκῆς καὶ ἀθέου διδασκαλίας.

Ιςʹ. Καὶ οἱ μὲν θρηνείτωσαν· ἡμῖν δὲ ὁ ἀμνὸς βρωθήσεται· τὸ πρὸς ἑσπέραν μὲν, ὅτι ἐπὶ συν τελείᾳ τῶν αἰώνων τὸ Χριστοῦ πάθος· ἐπεὶ καὶ κοινωνεῖ τοῦ μυστηρίου τοῖς μαθηταῖς ἐν ἑσπέρᾳ, λύων τὸν σκότον τῆς ἁμαρτίας. Οὐχ ἑψόμενος δὲ, ἀλλ' ὀπτώμενος· ὡς ἂν μηδὲν ἀθεώρητον, μηδ' ὑδα 36.645 ρὲς ὁ λόγος ἡμῖν ἂν ἔχῃ, μηδ' εὐδιάλυτον, ἀλλ' ὅλος συνεστὼς ᾖ, καὶ στεῤῥὸς, καὶ τῷ καθ αρτικῷ πυρὶ δεδοκιμασμένος, καὶ παντὸς ὑλώδους ἐλεύθερος, καὶ ἀπέριττος, καὶ τοῖς καλοῖς ἄνθραξι βοηθώμεθα, τὸ διανοητικὸν ἡμῶν ἀνάπτουσι καὶ καθ αίρουσι, παρὰ τοῦ πῦρ ἐλθόντος βαλεῖν ἐπὶ τῆς γῆς, τὸ τῶν μοχθηρῶν ἕξεων ἀναλωτικὸν, καὶ τὴν ἄναψιν ἐπισπεύδοντος. Ὅσον μὲν οὖν σαρκῶδες τοῦ λόγου καὶ τρόφιμον, μετὰ τῶν ἐντοσθίων καὶ τῶν κρυφίων τοῦ νοῦ βρωθήσεται καὶ ἀναλωθήσεται, καὶ εἰς πέψιν πνευματικὴν ἀναδοθήσεται, ἄχρι κεφαλῆς καὶ ποδῶν, τῶν τε πρώτων περὶ θεότητος θεωρημά των, καὶ τῶν τελευταίων τῆς σαρκώσεως φρον τισμάτων. Οὐκ ἐξοίσομεν δὲ οὐδὲν, οὐδὲ εἰς τὸ πρωὶ καταλείψομεν· ὅτι μηδὲ ἐκφορὰ τοῖς ἔξω τὰ πολλὰ τῶν ἡμετέρων μυστηρίων, μηδὲ ὑπὲρ τὴν νύκτα ταύτην ἔστι τις κάθαρσις, καὶ τὸ τῆς ἀναβολῆς οὐκ ἐπαινετὸν τοῖς τοῦ Λόγου μεταλαμβάνουσιν. Ὥσπερ γὰρ τὴν ὀργὴν μὴ διημερεύειν, ἀλλὰ προκα ταλύειν ἡλίου καλὸν, καὶ τῷ Θεῷ φίλον, χρονικῶς τε καὶ ἀναγωγικῶς (ἐπιδύεσθαι γὰρ ὀργιζομένοις ἡμῖν οὐκ ἀσφαλὲς τὸν τῆς δικαιοσύνης ἥλιον)· οὕτω τὴν τοιαύτην βρῶσιν μὴ διανυκτερεύειν, μηδὲ εἰς τὴν ἑξῆς ἀποτίθεσθαι. Ὅσον δὲ ὀστῶδες καὶ ἄβρωτον, καὶ ἡμῖν δυσθεώρητον, οὐδὲ συντριβήσεται, κακῶς διαιρούμενον καὶ νοούμενον (ἐῶ γὰρ λέγειν, ὅτι μηδὲ, κατὰ τὴν ἱστορίαν, τοῦ Ἰησοῦ συν ετρίβη, καί τοί γε τοῦ θανάτου τοῖς σταυρωταῖς ἐπι σπευδομένου, διὰ τὸ Σάββατον)· οὐδὲ ἀποῤῥι φήσεται καὶ περισυρήσεται· ἵνα μὴ δοθῇ τὰ ἅγια τοῖς κυσὶ καὶ κακοῖς τοῦ Λόγου σπαράκταις, ὥσπερ οὐδὲ τοῖς χοίροις τὸ λαμπρὸν τοῦ Λόγου καὶ μαργαρῶδες· ἀλλὰ πυρὶ καταναλωθήσεται, τῷ καὶ τὰ ὁλοκαυτώματα, τὰ πάντα ἐρευνῶντι καὶ εἰ δότι Πνεύματι λεπτυνόμενα καὶ σωζόμενα, οὐκ ἀπολλύμενα καθ' ὑδάτων, οὐδὲ σπειρόμενα· ὥσπερ ἡ κε φαλὴ τοῦ μόσχου παρὰ Μωϋσέως, ἡ σχεδιασθεῖσα τῷ Ἰσραὴλ, εἰς ὀνειδισμὸν τῆς σκληρότητος.

ΙΖʹ. Ἄξιον δὲ μηδὲ τὸν τῆς βρώσεως τρόπον πα ραδραμεῖν, ὅτι μηδὲ ὁ νόμος, ἄχρι καὶ τούτου, τὴν θεωρίαν φιλοπονῶν ἐν τῷ γράμματι. Ἀναλώσομεν γὰρ τὸ θῦμα κατὰ σπουδὴν, καὶ ἄζυμα ἐπὶ πικρίδων συνεσθίοντες, καὶ τὰς ὀσφύας περιεζω σμένοι, καὶ τὰ ὑποδήματα περικείμενοι, καὶ πρεσβυ τικῶς βακτηρεύοντες. Κατὰ σπουδὴν μὲν, ἵνα μὴ πάθωμεν ὅπερ ὁ Λὼτ ἐκεῖνος ἀπηγόρευται παρὰ τῆς 36.648 ἐντολῆς· μὴ περιβλεψώμεθα, μὴ στῶμεν ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὅρος ἀποσωθῶμεν, μὴ συμπαραληφθῶμεν τῷ Σοδομιτικῷ καὶ ξένῳ πυρὶ, μηδ' εἰς στήλην ἀλὸς παγῶμεν, ἐκ τῆς ἐπὶ τὸ χεῖρον ἐπιστροφῆς, ὅπερ ἐργάζεται μέλλησις. Ἐπὶ δὲ πι κρίδων, διὰ τὸ πικρὸν τοῦ κατὰ Θεὸν βίου, καὶ πρόσαντες, τοῖς ἀρχομένοις μάλιστα, καὶ ἡδονῶν ὑψηλότερον. Εἰ γὰρ καὶ χρηστὸς ὁ νέος ζυγὸς, καὶ τὸ φορτίον ἐλαφρὸν, ὥσπερ ἀκούεις· ἀλλὰ διὰ τὴν ἐλπί δα τοῦτο καὶ τὴν ἀντίδοσιν, πολλῷ τῆς ἐνταῦθα κακοπαθείας οὖσαν δαψιλεστέραν· ἐπεὶ ἄλλως γε, τίς οὐκ ἂν εἴποι, πολὺ τῶν νομικῶν διατάξεων τὸ Εὐαγγέλιον ἐργωδέστερον εἶναι καὶ μοχθηρότερον; Τοῦ γὰρ