7
ᾐνίξατο, ἀλλὰ καὶ ἡ τοῦ παιδὸς τοῦ ἀσώτου. Καὶ γὰρ καὶ οὗτος οὐκ ἀλλότριός τις ἦν, ἀλλ' υἱός, καὶ ἀδελφὸς τοῦ εὐηρεστηκότος παιδός, καὶ εἰς κακίαν οὐ τὴν τυχοῦσαν ἐξώκειλεν, ἀλλ' εἰς αὐτὸ τὸ πέρας, ὡς ἄν τις εἴποι, τῶν κακῶν, ὁ πλούσιος καὶ ἐλεύθερος καὶ εὐγενὴς οἰκετῶν καὶ μισθωτῶν καὶ ξένων ἀθλιώ τερον διατεθείς. Ἀλλ' ὅμως πάλιν εἰς τὸ ἐξ ἀρχῆς ἐπανῆλθεν καὶ τὴν προτέραν δόξαν ἀπέλαβεν. Εἰ δὲ ἀπεγνώκει τῆς ἑαυτοῦ ζωῆς καὶ τοῖς συμβεβηκόσιν ἀπαγορεύσας ἔμεινεν ἐπὶ τῆς ἀλλοτρίας, οὐκ ἂν ἔτυχεν ὧνπερ καὶ ἔτυχεν, ἀλλὰ λιμῷ διαφθαρεὶς τὸν ἁπάντων οἴκτιστον ὑπέμεινεν θάνατον· ἐπειδὴ δὲ μετενόησεν καὶ οὐκ ἀπέγνω, μετὰ τὴν τοσαύτην διαφθορὰν ἐπὶ τῆς προτέρας λαμπρότητος ἐπανέρχεται πάλιν καὶ τὴν καλλίστην περιβάλλεται στολὴν καὶ μειζόνων ἀπολαύει τοῦ μὴ καταπεσόντος ἀδελφοῦ· «Τοσαῦτα γάρ, φησίν, ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ οὐδέποτέ μοι ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ, ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγὼν τὸν βίον σου μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν.» Τοσαύτη ἡ τῆς μετανοίας ἰσχύς.
8 Ταῦτα οὖν ἔχοντες τὰ ὑποδείγματα, μὴ παραμείνωμεν τοῖς κακοῖς, μηδὲ ἀπογνῶμεν τὴν καταλλαγὴν ἀλλ' εἴπωμεν, καὶ αὐτοί· «Πορευσώμεθα πρὸς τὸν πατέρα», καὶ ἐγγίσωμεν τῷ θεῷ. Αὐτὸς γὰρ ἡμᾶς οὐδέποτε ἀποστρέφεται, ἀλλ' ἡμεῖς ἐσμεν οἱ μακρύνοντες ἑαυτούς· «Ὁ θεὸς γάρ, φησίν, ἐγγίζων ἐγώ εἰμι καὶ οὐ θεὸς πόρρωθεν.» Καὶ διὰ τοῦ αὐτοῦ δὲ τούτου προφήτου πάλιν ἐγκαλῶν αὐτοῖς ἔλεγεν· «Οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ τε καὶ ὑμῶν;» Ἐπεὶ οὖν τοῦτό ἐστι τὸ πόρρω ποιοῦν ἡμᾶς τοῦ θεοῦ περιέλωμεν τὸ χαλεπὸν τοῦτο διάφραγμα, καὶ τὸ κωλῦον οὐδὲν γενέσθαι ἐγγύς. Ἄκουσον δὲ καὶ ἀπ' αὐτῶν τῶν πραγμάτων τοῦτο γεγονός. Παρὰ Κορινθίοις ἐπισημός τις ἀνὴρ ἁμαρτίαν εἰργάσατο τοιαύτην, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ἐνομίζετο. Πιστὸς δὲ οὗτος ἦν, καὶ τῶν ᾠκειομένων τῷ Χριστῷ· τινὲς δὲ αὐτὸν καὶ τῶν ἱερωμένων εἶναί φασιν. Τί οὖν; Ἆρα ἐξέκοψεν αὐτὸν τῆς τῶν σῳζομένων ἐλπίδι μερίδος ὁ Παῦλος; Οὐδαμῶς· αὐτὸς γάρ ἐστιν ὁ μυριάκις ἀνὼ καὶ κάτω Κορινθίοις ἐγκαλῶν ὅτι αὐτὸν εἰς μετανοίαν οὐ κατέστησαν· βουλόμενος δὲ δεῖξαι ἡμῖν ὅτι οὐκ ἔστιν ἁμάρτημα ὃ μὴ δύναται ἰαθῆναι, πάλιν ἔλεγεν περὶ αὐτοῦ τοῦ χαλεπώτερα τῶν ἐθνῶν ἡμαρτηκότος· «Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἀλλὰ τοῦτο μὲν πρὸ τῆς μετανοίας· ἐπειδὴ δὲ μετενόησεν· «Ἱκανὸν τῷ τοιούτῳ, φησίν, ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων.» Καὶ ἐπέστελλεν παρακαλέσαι πάλιν αὐτόν, καὶ προσέσθαι τὴν μετάνοιαν, ὥστε μὴ πλεονεκτηθῆναι ὑπὸ τοῦ Σατανᾶ. Καὶ ἔθνος δὲ ὁλόκληρον τὸ τῶν Γαλατῶν, μετὰ τὸ πιστεῦσαι καὶ σημεῖα ἐργάσασθαι καὶ πολλοὺς πειρασμοὺς ὑπενεγκεῖν διὰ τὴν πίστιν τὴν εἰς τὸν Χριστὸν καταπεσόντας, πάλιν ἀνίστησιν. Ὅτι μὲν γὰρ ἐθαυματούργουν, ἐδήλωσεν εἰπών· «Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν», ὅτι δὲ καὶ πολλὰ τῆς πίστεως ἕνεκεν ἤθλησαν, καὶ τοῦτο ἔδειξεν λέγων· «Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ.» Ἀλλ' ὅμως μετὰ τὴν τοσαύτην ἐπίδοσιν ἁμαρτίαν ἥμαρτον ἱκανὴν ἀλλοτριῶσαι αὐτοὺς τοῦ Χριστοῦ· περὶ ἧς αὐτὸς οὕτως ἀποφαίνεται λέγων· «Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι· ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει», καὶ πάλιν· «Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε». Καὶ μετὰ τὴν τοσαύτην ὅμως παράπτωσιν, προσίεται αὐτοὺς λέγων· «Τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν», δεικνὺς ὅτι καὶ μετὰ τὴν ἐσχάτην διαφθορὰν δυνατὸν πάλιν ἄνωθεν τὸν Χριστὸν μορφωθῆναι ἐν ἡμῖν· «Οὐ γὰρ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.» Ἐπιστρέψωμεν οὖν, ὦ φίλη κεφαλή, καὶ τὸ θέλημα ἐξανύσωμεν τοῦ θεοῦ. ∆ιὰ γὰρ τοῦτο ἡμᾶς ἔκτισεν καὶ εἰς τὸ εἶναι παρήγαγεν, ἵνα τῶν αἰωνίων ποιήσῃ μετασχεῖν ἀγαθῶν, ἵνα τὴν βασιλείαν παράσχῃ τῶν οὐρανῶν, οὐχ ἵνα εἰς γέενναν ἐμβάλῃ καὶ τῷ πυρὶ παραδῷ· τοῦτο γὰρ οὐ δι'