7
ὀνειδίζει καὶ ἐγκαλεῖ λέγων· Ὢ ἀνόητοι καὶ ἄσπλαγχνοι, οὐκ ἐγὼ ὑμῖν δέδωκα τὰ ὑμῶν πάντα; τί γὰρ εἰσηνέγκατε εἰς τὸν κόσμον; οὐ γυμνοὶ ἐγεννήθητε, καὶ πάλιν γυμνοὶ ἐξέρχεσθε; οὐκ ἠκούσατε τοῦ Ἀποστόλου κράζοντος, ὅτι Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα; Ἐννόησον, ἄφρον, ὅτι οὐδὲν ἴδιον κέκτησαι, εἰ μὴ τὴν προαίρεσιν, εἴτε ἀγαθὴν, ὡς ὁ Θεὸς εἶπεν, εἴτε ἀπηνῆ, ὡς σὺ ἠθέλησας.
Τὸ ἀργύριον καὶ τὸ χρυσίον ἐμόν ἐστιν. Ὁ οὐρανὸς θρόνος ἐμὸς, ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου· τὰ πέρατα ἐν τῇ χειρί μου, τὰ σύμπαντα ἐμοὶ δουλεύει· ὁ οὐρανὸς καὶ πᾶσαι τῶν ἀγγέλων στρατιαὶ, ἡ γῆ καὶ ἡ θάλασσα, καὶ πᾶσα κτίσις καὶ πᾶσα πνοὴ ἐμή ἐστι, καὶ ἐμοὶ πείθεται καὶ ὑπακούει καὶ δουλεύει. Σὺ μόνος ὁ ἄσπλαγχνος ἀλλότριος εὑρέθης τῆς ἐμῆς φιλανθρωπίας. Εἰπέ μοι, ἄφρον, τίς τὴν γῆν σοι ἐφήπλωσε; τίς τὰ φυτὰ κατεπύκνωσε; τίς τοῖς σπέρμασι παρέχει τὴν αὔξησιν; τίς δίδωσι τῇ γῇ ὑετὸν ἐν καιρῷ τοῦ ἀλοητοῦ, καὶ ἀνέμους ἐπιτηδείους τῷ λικμητῇ; τίς τὰ τοιαῦτα μεγέθη τῶν βοῶν ὑπέταξε, καὶ ἔπεισεν αὔλακας ἑλκῦσαι, καὶ ἅλωνα συνθλᾶσαι, καὶ ἁμάξας περιφέρειν; οὐ ταῦτα πάντα ἀφθόνως παρέσχον, καθὼς τοῖς ἀξίοις, καὶ ὑμῖν, βουλόμενος ἔχειν ὑμᾶς χορηγούς μου καὶ οἰκονόμους ἐκ τῶν ἐμῶν δωρεῶν, ἵνα ἐν καιρῷ πονηρῷ καὶ ἐν ἡμέραις λιμοῦ οἰκονομήσητέ με; Καὶ ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Ἐγὼ δέδωκα, καὶ ἐγὼ ἐπείνασα· ἐκ τῶν ἐμῶν ἐζήτησα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Καὶ οὐκ ᾔτησα περισσοτέρας δαπάνας οὐδὲ τρυφὴν οὐδὲ ἐφόδια, ἀλλὰ φαγεῖν διὰ τὴν εὐπερίστατον ἀνάγκην· καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Καὶ ἐν ταῖς ἐμαῖς δωρεαῖς πολλάκις τρυφώντων ὑμῶν, καὶ θορυβούντων καὶ εὐφραινομένων ἐν μαλακοῖς ἐνδύμασιν, ἐπέστην τῇ θύρᾳ ῥάκη περιβεβλημένος, παγετῷ συνεχόμενος, λιμῷ τηκόμενος, οὔτε κράζειν ἰσχύων ἐκ τῆς βίας τοῦ λιμοῦ· καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Καὶ οὐκ ᾔτησα οἶνον, οὐ κρέα, οὐ σίκερα, εἰ μὴ ἄρτον ψιλόν· καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Ὢ ἀπήνεια καὶ ὠμότης χαλεπὴ καὶ σκότος βαθύ· πῶς οὐκ ἐμνημονεύσατε τὸν δεδωκότα τὰ ὑπάρχοντα; πῶς οὐκ ἐνεθυμήθητε τοῦ δικαίου Ἰὼβ κράζοντος, Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι; Οὐδέποτε ἠκούσατε τοῦ ἱερέως ἐπὶ τῆς μυστικῆς τραπέζης βοῶντος πρός με, καὶ εὐχαριστοῦντός μοι καὶ λέγοντος, Τὰ σὰ ἐκ τῶν σῶν σοι προσφέρομεν; Ὑμεῖς δὲ καυχᾶσθε, ὡς μὴ λαβόντες· ἐβούλεσθε ἐν τῇ εὐθηνίᾳ ἐκείνῃ ἀσάλευτοι διαμεῖναι εἰς τὸν αἰῶνα. Καλῶς ὁ προφήτης τῶν τοιούτων πρόσωπον ἀναλαβὼν ἐθριάμβευσεν αὐτῶν τὴν νόσον λέγων· Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ναὶ, ἄρτον οὐκ ἔδωκας διὰ τὸ μὴ γνωρίσαι σε τὸν δεδωκότα Θεόν· κἂν ὑπὸ στέγην διὰ τί μὴ ὑπεδέχου; καὶ τοῦτο γὰρ μισθὸς μέγας ἐστίν· ἢ ἀσθενοῦντα μὴ ἐπεσκέψου; οὐ γὰρ μὴ παρεῖδον τὰ βήματά σου· ἢ ἐν φυλακῇ με ὄντα, οὐ παρεγένου, καὶ ἐχαρίσω λόγον τῶν παρακλήσεων; καὶ οὐ μὴ ἀπώλεσας τὸν μισθόν σου· ἢ καὶ περιέβαλές με γυμνητεύοντα· ἢ διψῶντα ἐπότισας ποτήριον ὕδατος; πόσην ἀνταπόδοσιν ἀνελήψω παρ' ἐμοῦ; Ὑμεῖς δὲ ταῦτα πάντα δυνάμενοι ποιῆσαι, οὐκ ἐποιήσατε, Ἀλλ' ἐματαιώθητε ἐν διαλογισμοῖς, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος ὑμῶν καρδία, καὶ ἐστερήσατε ἑαυτοὺς τὴν ζωὴν τὴν αἰώνιον, καὶ ἐναυαγήσατε ναυάγιον μὴ ἔχον διόρθωσιν.
Τί λοιπὸν εἴπω πρὸς ὑμᾶς; ἆρα τὸ, ∆εῦτε; Ἀλλὰ τῇ ἀπηνείᾳ οὐ προσαρμόζει τοιαύτη φωνή· τὸ γὰρ, ∆εῦτε οἱ εὐλογημένοι, ἄλλοις ἐδόθη. Πάντες οὖν οἱ ἐκ δεξιῶν μου παριστάμενοι ταύτης τῆς φωνῆς ἠξιώθησαν, ταύτην τὴν δόξαν ἐκληρονόμησαν, 60.688 ταύτην τὴν εὐφροσύνην ἐκέρδησαν, ταύτην τὴν βασιλείαν ἥρπασαν οἱ ἐλεήμονες, οἱ εὔσπλαγχνοι. Εἰς τὰς αἰωνίους γὰρ μονὰς ἀπηνεῖς κληρονομίαν οὐκ