1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

7

εἰπεῖν, διότι ἥμαρτες; Λέγε αὐτὰ καθ' ἡμέραν ἐν τῇ εὐχῇ σου. Καὶ τί; μὴ γὰρ λέγω; Εἰπὲ τῷ συνδούλῳ τῷ ὀνειδίζοντί σε, εἰπὲ τῷ Θεῷ τῷ θεραπεύον τι αὐτά. Οὐ γὰρ, ἐὰν μὴ εἴπῃς, ἀγνοεῖ αὐτὰ ὁ Θεός. Μὴ γὰρ παρὰ σοῦ βούλεται αὐτὰ μαθεῖν; Ὅτε ἔπραττες αὐτὰ, παρῆν· ὅτε εἰργάζου αὐτὰ, παρίστατο, ἠπίστατο. Εἰργάζου, καὶ οὐκ ᾐσχύνου. Τὰ πράγματα τὰ καται σχύνοντά σε οὐκ ᾐσχύνθης, καὶ τὰ ῥήματα τὰ δικαιοῦντά σε αἰσχύνῃ; Εἰπὲ ὧδε, ἵνα μὴ ἐκεῖ εἴπῃς. Εἰπὲ, καὶ δάκρυσον. Ἐν βιβλίῳ γέγραπται τὰ ἁμαρτήματά σου· σπόγγος ἐστὶ τὰ δάκρυά σου. ∆άκρυσον, καὶ ἐξαλείφον ται· δάκρυσον, καὶ εὑρίσκεται καθαρὸν ἐκεῖ τὸ βιβλίον. Μέγας σπόγγος τὰ δάκρυα τῶν ἁμαρτιῶν· μεγάλη ἡ δύναμις τῶν δακρύων. Εἴπω σοι, πόσον ἰσχύει τὰ δά κρυα; Τί δοκεῖ σοι εἶναι μέγα κατόρθωμα; Ἀλλὰ πρόσεχε μετὰ ἀκριβείας, ὃ λέγω. Τί δοκεῖ σοι μέγα εἶναι τὸ κατόρθωμα; Τὸ μαρτύριον ἐρεῖς· Μείζονα γὰρ ταύ της ἀγάπην οὐδεὶς ἔχει, ἢ ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Μέγιστον κατόρθωμα τοῦ μαρτυρίου, ὅτι αἷμα ἐκχέουσιν οἱ μάρτυρες. Φανερὰ γὰρ τὰ πράγματα τῶν μαρτύρων. Οἱ μάρτυρες ἐκχέουσιν αἷμα, οἱ ἁμαρτωλοὶ ἐκχέουσι δάκρυα. Καὶ ἵνα μάθῃς ὅσην δύναμιν ἔχει τὰ δάκρυα, ἡ πόρνη μὴ αἷμα ἐξέχεεν; οὐ πηγὴν δακρύων ἐξέχεε, καὶ ἐξήλειψε τὰ ἁμαρτήματα; Καὶ τί λέγω πόρνην, ἀκάθαρτον γυναῖκα; Ὁ στῦλος τῆς Ἐκκλησίας, ἡ κρηπὶς τῆς πίστεως, ἡ κεφαλὴ τοῦ χοροῦ τῶν ἀποστόλων, ὁ Πέτρος, οὐκ ἠρνήσατο τὸν Χριστὸν καὶ ἅπαξ καὶ δὶς καὶ τρίς; μὴ αἷμα ἐξέχεεν; οὐ πηγὰς δακρύων ἐξέχεε, καὶ ἔκλαυσε, καὶ ἀπεσμήξατο αὐτοῦ τὸ ἁμάρτημα; Καὶ τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Οὐκ ἔχεις βιβλίον ἐν τῇ οἰκίᾳ, καὶ γράφεις τὸν λόγον τὸν καθημερινόν; Ἔχε βιβλίον ἐν τῷ συνειδότι, καὶ γράφε τὰ ἁμαρτήματα τὰ καθημερινά. Οἷόν τι λέγω· Ὅταν ἀναπέσῃς εἰς τὴν κλίνην σου, καὶ μηδείς σου διενοχλῇ, πρὸ τοῦ ἐπελθεῖν τὸν ὕπνον, ἄγαγε τὸ βιβλίον ἐν τῷ μέσῳ, καὶ ἀναλόγισαί σου τὰ ἁμαρτήματα, λέγων ἐν ἑαυτῷ· Ἆρα μὴ ἥμαρτον σήμερον; μὴ ἐν λόγῳ, ἢ ἐν ἔργῳ; ςʹ. Τοῦτο παραινεῖ καὶ ὁ προφήτης· Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Ἐν ἡμέρᾳ οὐκ ἄγεις σχολήν· ἀλλὰ καὶ ἀρχόντων φόβος, καὶ ἑταίρων ὁμιλία, καὶ πραγμάτων φροντὶς, καὶ παιδοτροφίας πρόνοια, καὶ γυναικὸς ἐπιμέλεια, καὶ φροντὶς τραπέζης, καὶ μυρία σε περιέλκει πράγματα. Ὅταν δὲ ἐπὶ τὴν εὐνὴν ἔλθῃς, ἐπὶ τὸν λιμένα τὸν ἀκύμαντον, καὶ μηδείς σοι διενοχλῇ, εἰπὲ τῇ καρδίᾳ τῇ σῇ καὶ τῇ ψυχῇ· Ἀνηλώσαμεν τὴν ἡμέραν σήμερον, ὦ ψυχή· τί ἀγαθὸν εἰργασάμεθα, ἢ τί πονηρὸν ἐπράξαμεν; καὶ μνήσθητι τῆς γεέννης, ἵνα τῷ φόβῳ προσθῇς τῷ ἀγαθῷ, καὶ τὸ πονηρὸν ἀνέλῃς. Ἐὰν ᾖς ἐν τῇ κλίνῃ, καὶ ἀναμνησθῇς σου τὰ ἁμαρτή 55.582 ματα, δάκρυσον, καὶ δύνασαι ἐν τῇ κλίνῃ ἐξαλεῖψαι αὐτά. Παρακάλεσον τὸν Θεόν σου, καὶ οὕτω παράπεμψον τὴν ψυχήν σου τῷ ὕπνῳ, μαρτυράμενος τὰ ἁμαρτή ματα. Ποίησον αὐτῷ λόγον, καὶ ὁ Θεός σου ποιήσει σοι λόγον. Τί βαρὺ, τί ἐπαχθὲς, ἐπικείμενον ἐν τῇ κλίνῃ τὰ καθημερινὰ ἁμαρτήματα ἀναλογίζεσθαι; Καὶ ὅταν ἀναλογίσῃ, κρέμασόν σου τὸν λογισμὸν, ξέσον αὐτὸν, ἄνοιγε αὐτὸν τῷ φόβῳ τῆς γεέννης, ἐπάγαγε αὐτῷ τομὴν οὐκ ἔχουσαν ὀδύνην, δικαστήριον ποίησον σεαυτῷ φοβε ρὸν, κουφότερον ποίησον τὸν λογισμὸν, ἵνα καὶ τῇ ἑξῆς ἡμέρᾳ ὀκνηρότερος γένῃ περὶ τὸ πράττειν τὰ ἁμαρτή ματα. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω· καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Τί ἐστιν ὃ λέγεις; Βασιλεὺς ἤμην, σὲ ἐφοβούμην μό νον. Βασιλεὺς ἤμην, οὐκ ἐφοβούμην τὸν ἠδικημένον. Στρατιώτης μου ἦν, κολάσαι με οὐκ ἐδύνατο· ἀλλὰ φροντίζω διὰ σὲ, μὴ σύ με ἀπαιτήσῃς εὐθύνας. Σοὶ μόνῳ ἥμαρτον, καὶ