1

 2

 3

 4

 5

 6

 7

7

οὖν ἅπαντα ἐννοοῦντες, καὶ εἰς τὸν ὑπὲρ τῆς ἀρετῆς πόνον αὐτὸν λάβωμεν σύμμαχον καὶ βοηθὸν, τὰ παρ' ἑαυτῶν πάντα εἰσφέροντες. Εἰ γὰρ πρᾶγμα τοσαύτην ἔχον δυσκολίαν, οὕτω ῥᾳδίως κατώρθωσεν, οὐκ ἐν μιᾷ καὶ δύο καὶ εἴκοσι πόλεσιν, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης, λέγω δὴ τὸ κήρυγμα καὶ τὴν διδασκαλίαν, καὶ εἰς ὅσην ἥλιος ἐφορᾷ γῆν ἅπασα αὕτη κατέσπαρται καὶ βρύει τῷ καλλίστῳ τούτῳ καρπῷ· εὔδηλον ὅτι καὶ εἰς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας συνεφάψεται ἡμῖν, μόνον ἐὰν μὴ ὕπτιοι καὶ ἀναπεπτωκότες ὦμεν ἡμεῖς, ἀλλὰ τὰ παρ' ἑαυτῶν συνεισφέρωμεν, προθυμίαν, σπουδὴν, βούλησιν, γνώμην, ἀγρυπνίαν, φροντίδα, τὸ τῶν βιωτικῶν ἀπαλλαχθῆναι πραγμάτων, τὸ ζητεῖν τὰ μέλλοντα, τὸ καθ' ἑκάστην ἡμέραν αὐτῶν ἐρᾷν. Ἂν γὰρ ταῦτα μετὰ ἀκριβείας παρέχωμεν, καὶ τὰ παρ' αὐτοῦ πάντα ἕψεται· καὶ γενομένων ἐκείνων τευξόμεθα τῶν οὐρανίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.