1

 2

 3

 4

 5

 6

 7

3

ἀναγνωσθέντων ἁψώμεθα, καὶ εἰς 63.519 τὸν λειμῶνα ὑμᾶς εἰσάξαι πειρασόμεθα τῶν θείων Γρα φῶν· καὶ γὰρ λειμῶνι ἔοικε τὰ ἐκεῖθεν. Ὥσπερ γὰρ ἐν τῷ λειμῶνι διάφορα μὲν τὰ ἄνθη, πάντα δὲ ἐφεξῆς κάλ λιστα ἀνθέλκοντα πρὸς ἑαυτὰ τῶν ὁρωμένων ἕκαστα τοῦ θεατοῦ τὴν ὄψιν· οὕτω δὴ καὶ ἐν ταῖς θείαις Γρα φαῖς ἔστιν ἰδεῖν. Καὶ γὰρ ὁ μακάριος ∆αυῒδ πρὸς ἑαυτὸν ἀνθέλκει τὴν διάνοιαν τὴν ἡμετέραν, καὶ ἡ ἀποστολικὴ ῥῆσις ἡ περὶ Τιμοθέου λεχθεῖσα· ἔτι μὴν καὶ ὁ τολμη τὴς Ἡσαΐας περὶ τῆς ἀνθρωπίνης φύσεως φιλοσοφῶν, καὶ ὁ τούτων ∆εσπότης Ἰησοῦς τοῖς μαθηταῖς διαλεγό μενος καὶ λέγων· Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐρ γάται ὀλίγοι. Φέρε οὖν, εἰ δοκεῖ, ταύτην εἰς μέσον τὴν ῥῆσιν ἀγαγόντες, ἀναπτύξωμεν αὐτῆς τὰ νοήματα· εἰ γὰρ καὶ βραχεῖά τίς ἐστι τῷ μέτρῳ, ἀλλὰ πέλαγος ἡμῖν νοημάτων δείκνυσιν ἀχανές. ∆ιὸ δὴ καὶ ἐπ' αὐτὴν μετὰ πολλῆς βαδιούμεθα τῆς σπουδῆς. Ἐπειδὴ γὰρ εἶδε, φησὶ, τὰ πλήθη ἐσκυλμένα, λέγει τοῖς μαθηταῖς· Ὁ μὲν θερι σμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι.

Ποῖος θερισμὸς, εἰπέ μοι, καὶ τίνος ἕνεκεν οὕτως ὠνόμασε τὴν διδασκα λίαν ταύτην; καίτοι γε ὁ θερισμὸς τέλος ἐστὶ τοῦ πράγματος. Ὅταν γὰρ τὸ σπέρμα εἰς τὰς λαγόνας τῆς γῆς καταβληθὲν ἀπολαύσῃ νοτίδος, εἶτα γενόμενον διάβροχον καὶ διαφυσηθὲν δράξηται τῆς παρακειμένης γῆς, καὶ εἰς ἶνας πολλὰς ἀναπλωθὲν πρὸς τὸ βάθος καταπέμψῃ τὰς ῥίζας, προκύπτει τῆς ἐπιφανείας πρῶτον, εἶτα κατὰ μικρὸν ἡλίῳ τε καὶ ὑετῷ καὶ ἀέρι τρεφόμενον, τῇ ἐκ φύσει τῆς γῆς αὔξεται, καὶ γίνεται πρότερον μὲν χλοερά τις βοτάνη καὶ ἁπαλὰ τὰ φύλλα προβάλλει, εἶτα τὸν ἄστα χυν ἄωρόν τινα ἐκφέρει, καὶ τοῦ ἔαρος ἐπιστάντος, πάλιν κατὰ μικρὸν πεπαινόμενος εἰς καλάμην καὶ ἀνθέ ρικας, πλήρη τὸν καρπὸν ἀποδίδωσι. Τότε δὴ λοιπὸν ὁ γηπόνος, δρεπάνην ἀκονήσας, θεριστὰς καταλέγει, καὶ συναγαγὼν τὸν καρπὸν ἀποτίθεται οἴκοι. Ὅθεν δὴ τέλος παντὸς πόνου καὶ τῆς γεωργίας ἐστὶν ὁ θερισμός. Πῶς οὖν, εἰπέ μοι, θερισμὸν καλεῖ, τῶν πραγμάτων ἐν προοι μίοις ὄντων ἔτι; Καὶ γὰρ ἀσέβεια πανταχοῦ τῆς οἰκου μένης ἐκράτει, καὶ βωμοὶ ἀνεκαίοντο, καὶ εἴδωλα προσ εκυνεῖτο, καὶ Ἰησοῦς ἠτιμάζετο, καὶ βαθεῖα νὺξ πάντα κατεῖχε, καὶ χειμὼν ἦν χαλεπὸς, τῆς θαλάσσης κυμαινο μένης, τῶν ἀγρίων πνευμάτων διακοπτόντων τὸν ἀνθρώ πινον βίον, τῶν παθῶν τυραννούντων, καὶ ὑποβρυχίων ἁπάντων γινομένων. Πανταχοῦ γὰρ πορνεία καὶ μοιχεία καὶ ἀσέλγεια· πανταχοῦ πλεονεξίαι καὶ ἁρπαγαὶ καὶ πόλεμοι· καὶ αἵματα μὲν ἐν γῇ, αἵματα δὲ ἐν θαλάττῃ, τῶν καταποντιστῶν καὶ ἐκεῖ τοὺς φόνους εἰσαγόντων, καὶ πόλεμοι συνεχεῖς καὶ μάχαι καὶ ἐμφύλιοι σφαγαὶ καὶ φόνοι φόνων ἁπάντων ἐναγέστεροι· καὶ γὰρ τέκνα ἐσφάζετο τοῖς εἰδώλοις· καὶ ἡ φύσις ἠγνοεῖτο καὶ ἡ συγ γένεια ἀνετρέπετο, καὶ πανταχοῦ κρημνοὶ καὶ σκόπελοι καὶ ὕφαλοι πέτραι καὶ σπιλάδες βαρεῖαι, καὶ κυβερνή της οὐδεὶς ἄνθρωπος· μᾶλλον δὲ κυβερνῆται ὀλίγοι ἐν τῷ Ἰουδαίων ἔθνει, ὁ δὲ ἀκούων οὐδεὶς, τῶν ναυτῶν πρὸς αὑτοὺς διαστασιαζόντων, καὶ ἀλλήλους κατακοπτόν των καὶ καταποντιζόντων. Σκύθαι μὲν γὰρ καὶ Θρᾷκες καὶ Μαῦροι καὶ Ἰνδοὶ καὶ Πέρσαι καὶ Σαυρομάται, καὶ οἱ τὴν Ἑλλάδα καὶ οἱ τὴν Ἤπειρον οἰκοῦντες, καὶ πᾶσα, ὡς εἰπεῖν, ἡ ὑφ' ἡλίῳ τοῖς δαίμοσιν ἐτελεῖτο, καὶ ὑπὸ τῶν ἀλαστόρων ἐκείνων ἐξεβακχεύετο καὶ χώρα καὶ πόλις καὶ ἔρημος, καὶ γῆ καὶ θάλαττα, καὶ βάρβαρος καὶ Ἑλλὰς, καὶ ὄρη καὶ νάπαι καὶ βουνοί· μόνον δὲ τὸ Ἰουδαίων ἔθνος τὸ δοκοῦν εὐσεβεῖν προφήτας εἶχε 63.520 καὶ θεογνωσίας σπέρματα μικρά· ἀλλὰ καὶ ταῦτα χρόνῳ κατεχώννυτο, καὶ οἱ διδάσκαλοι τοῦ γένους ἐκείνου κατ ήγοροι πικροὶ τῶν ἁμαρτανομένων αὐτοῖς ἐγίνοντο· καὶ τοσοῦτον ἀπεῖχον τοὺς ἄλλους παιδεύειν καὶ πρὸς εὐσέβειαν χειραγωγεῖν, ὅτι δὴ καὶ τοῖς ἄλλοις σκανδάλων αἴτιοι τότε ἐγίνοντο· καὶ τοῦτο δηλῶν ὁ προφήτης ἔλεγε· ∆ι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι.