1

 2

 3

 4

 5

 6

 7

5

οὐκ ἂν ἐνέγκῃ καρπὸν, ἡ δὲ ἀπόνοια οὐ μόνον οὐ δίδωσί τινα καρπὸν, ἀλλὰ καὶ τὸν ὄντα καταμαραίνει καὶ τὸν βλαστήσαντα ξηραίνει· ὥσπερ οὖν ἡ ταπεινοφροσύνη οὐ μόνον θάλπει τὸν ὄντα, ἀλλὰ καὶ τὸν οὐκ ὄντα τίκτειν εἴωθε.

δʹ. Καὶ τῶν εἰρημένων μέγιστα παραδείγματα ὅ τε φαρισαῖος καὶ ὁ τελώνης.

Ὁ μὲν γὰρ ἀνελθὼν μετὰ ἀπο νοίας, οὐ μόνον οὐκ ἔτεκέ τινα καρπὸν, ἀλλὰ καὶ τὸν ὄντα ἀπώλεσε· ὁ δὲ τελώνης ἔρημος ὢν καὶ οὐδὲν ἀγα θὸν ἔχων, ποιεῖ ἑαυτῷ κατόρθωμα· ἐπειδὴ γὰρ μόνον ἐστέναξε καὶ κάτω κύψας ἑαυτὸν ἐταλάνισε, κατῆλθε πολλῇ βρύων τῇ δικαιοσύνῃ καὶ παραδραμὼν κατὰ τοῦτο τὸν φαρισαῖον. Ἵνα δὲ καὶ ἀπ' αὐτῶν ἴδητε τῶν πραγ μάτων, καὶ ἐπὶ ὡρισμένων προσώπων μάθητε ποῦ ὄρος καὶ βουνὸν ἐταπείνωσεν ὁ Χριστὸς, εἰσαγέτω πάλιν ἡμῖν τὸν Παῦλον ὁ λόγος. Οὗτος γὰρ ὁ σκηνοποιὸς (ἡδέως γὰρ τὴν τέχνην αὐτοῦ περιστρέφω, ἵνα μάθῃς ὅτι οὐκ ὄνειδος ἡ τέχνη, ἀλλ' ἡ ἀργία κατηγορία καὶ ἔγκλημα)· οὗτος τοίνυν ὁ Παῦλος, γενόμενος ἐν Σαλα μῖνι, συνέτυχέ τινι ἀνθυπάτῳ καὶ μάγῳ μετ' ἐκείνου. ∆ιπλοῦς ὁ κρημνὸς, ἥ τε ἀπὸ τῆς ἀρχῆς ἀπόνοια, ἥ τε ἀπὸ τοῦ μάγου διδασκαλία. Καὶ ἐπειδὴ ἑώρα τὸ μιαρὸν ἐκεῖνο καὶ ἀναίσχυντον θηρίον ἐμποδίζον τῷ ἀνθυπάτῳ καὶ διακόπτον αὐτοῦ τὴν διδασκαλίαν, ἄκουσον τί φησι πλησθεὶς Πνεύματος ἁγίου· Ὢ παντὸς δόλου καὶ πά σης ῥᾳδιουργίας γέμων, υἱὲ διαβόλου.

Οὐ γὰρ τὸ ὑβρίζειν πανταχοῦ κακὸν, ἀλλὰ τὸ εἰκῆ ὑβρίζειν· τούτῳ γὰρ καὶ κόλασιν ὁ Χριστὸς ἔθηκεν· ὡς ὅ γε μετὰ και ροῦ τοῦ προσήκοντος τοῦτο ποιῶν, ἰατρὸν μιμεῖται τέμνοντα μετὰ τοῦ καιροῦ τοῦ προσήκοντος, καὶ τῇ τομῇ τὴν σηπεδόνα ἐκβάλλοντα. Τοῦτο δὴ καὶ ὁ Παῦλος ποιεῖ· Οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς τοῦ Κυρίου τὰς εὐθείας; Ἀλλ' οὐκ ἀνέχεταί σου τῶν ῥημάτων, ὦ Παῦλε· ἐπάγαγέ τινα συλλογισμὸν ἀποστολικὸν, ἀπό στρεψον τὴν γλῶτταν, ἔμφραξον αὐτοῦ τὸ στόμα, στῆσον τὰ πονηρὰ ῥεύματα. Τί οὖν ποιεῖ; ∆εικνὺς ὅτι οὐ πρὸς τοὺς ἀνθρώπους ὁ πόλεμος αὐτῷ, φησί· Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ. Αὐτὸς γὰρ ὁ εἰπὼν, Μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, παρῆν καὶ τῷ Παύλῳ τότε, καὶ ταύτην ἔχων τὴν ὑπόσχεσιν καλεῖ τε αὐτὸν καὶ 63.522 ἀξιοῖ γενέσθαι τιμωρὸν, καὶ συνεφάψασθαι τῶν προκει μένων, καὶ τὰ κωλύματα ἀνασπάσαι. Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ. Πόση τοῦ Χριστοῦ ἡ συγκατάβα σις· πόση τοῦ Παύλου ἡ παῤῥησία· πῶς ἐν ἀποφάσει τὴν πληγὴν ἐπάγει, καὶ ὁ Χριστὸς εὐθέως ἐπινεύει τῷ λεγομένῳ. Τί ἐστι Χεὶρ Κυρίου; ∆ύναμις ἐναντία πλη κτική. Παρῆν γὰρ αὐτοῖς πανταχοῦ, ἑτοίμως ὑπακούων, καὶ θερισμὸν τὸ πρᾶγμα ποιῶν, οὐκ ἀφιεὶς πονεῖν οὐδὲ ταλαιπωρεῖσθαι, ἀλλὰ τὰ παρ' ἑαυτοῦ συνεισάγων. Καὶ ἔστη τυφλὸς, μὴ βλέπων ἕως καιροῦ. Εἶδες καὶ τὴν τιμωρίαν μετὰ φιλανθρωπίας; νουθεσία γὰρ, οὐ κόλα σις ἡ ἀπόφασις, διόρθωσις, οὐκ ἀφανισμός. ∆ιὰ δὴ τοῦτο οὐ χεῖρα ἐξήρανεν, οὐ γλῶτταν τὰ πονηρὰ ῥήματα φθεγγομένην ἐξέκοψεν, οὐ σκέλη ἐπήρωσεν, ἀλλὰ τοὺς ὀφθαλμοὺς αὐτούς. Ἐπειδὴ γὰρ αὐτὸς ἐντεῦθεν ἰάθη καὶ τῆς πεπλανημένης ὁδοῦ καὶ τῶν δρόμων ἀπηλλάγη τῶν βλαβερῶν, καὶ τούτῳ τὸ αὐτὸ φάρμακον ἐπιτίθησι, μονονουχὶ λέγων· Ἔτρεχον κἀγὼ κακῶς, καὶ ἔβλεπον θανάσιμα· διὰ τοῦτο ἐπηρώθην καλῶς, ἵνα ἀναβλέψω ἄμεινον· τοῦτο καὶ σοὶ τὸ φάρμακον ἐπιτίθημι καὶ πηρῶ τοὺς ἔξωθεν ὀφθαλμοὺς, ἵνα ἀνοίξω τὰ ἔνδοθεν ὄμματα.

Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγενημένον, ἐπί στευσεν. Εἶδες τὸ ὄρος ἰσόπεδον γενόμενον, καὶ τὸν βου νὸν ταπεινωθέντα, καὶ τὸν θερισμὸν ἀπαρτισθέντα, καὶ τὸν ἄμητον παρεσκευασμένον, καὶ τὸν καρπὸν ὥριμον συναγόμενον, καὶ τὸν Παῦλον οὐδὲν καμόντα οὐδὲ ταλαι πωρηθέντα, ἀλλὰ ῥήματι ψιλῷ σαγηνεύσαντα τὸν ἀνθ ύπατον; ∆ιὰ τοῦτο θερισμὸν τὸ Εὐαγγέλιον καλεῖ, διὰ τὴν ταχυτῆτα καὶ τὴν εὐκολίαν, ἣν αὐτοῖς παρεῖχεν. Οὕτω καὶ ὁ εὐνοῦχος ἐκεῖνος ὁ βάρβαρος καὶ ἀλλό φυλος καὶ ἐν δυναστείᾳ μεγάλῃ καθεστὼς, ἐσαγηνεύετο, οὐδὲ ἐκεῖ χρόνου τινὸς ἢ