ἑαυτὸν εὐτρεπίζει, ὀδυνᾶται καὶ στενοχωρεῖται μὴ ἀνδριζόμενος· ὁ τοιοῦτος ζωῆς οὐ γίνεται τέκνον, ἐπειδὴ μὴ γέγονε μιμητὴς καὶ ἀκό λουθος πάντων τῶν ἁγίων, μήτε τοῖς ἴχνεσι τοῦ Κυρίου ἀκολουθεῖ. 53.2 κατανόησον γὰρ ὡς συνετός, καὶ βλέπε πῶς ἐξ ἀρχῆς οἱ πατέρες, οἱ πατριάρχαι, οἱ προφῆται, οἱ ἀπόστολοι, οἱ μάρτυρες καὶ πάντες οἱ τῆς ζωῆς υἱοὶ ἐν ταῖς θλίψεσιν ἔχαιρον, καὶ ἐν ταῖς στενοχωρίαις καὶ ἀνάγκαις ἥδοντο· καὶ ἡ ἀνάπαυσις αὐτῶν ἦν ἐν ταῖς κακουχίαις καὶ τοῖς πόνοις. Μᾶλλον γάρ, φησί, ἑλόμενοι συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· καὶ πάλιν Τέκνον, εἰ προ σέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρει, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου· πᾶν ὃ ἐὰν ἐπενεχθῇ σοι δέξαι ἀσμένως, ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως· πίστευσον αὐτῷ καὶ ἀντιλήψε ταί σοι, καὶ τὰ ἑξῆς· καὶ ἀλλαχοῦ Τὰ ἐπιφερόμενά σοι πάντα ὡς ἀγαθὰ προσδέχου· εἰδὼς ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται. ὁ δὲ μακάριος ἀπόστολος ἐντελέστερον ἐπάγει λέγων Ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν διωγμοῖς, καὶ ὁ Κύριος Μακάριοι, φησίν, ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ τὰ ἑξῆς· εἰ τοίνυν τῶν τοιούτων υἱὸς καὶ κληρονόμος γενέσθαι βούλει, τὴν μίμησιν τῆς ἀναστροφῆς αὐτῶν καὶ πολιτείας ὀφεί λεις ἀναδέξασθαι, καὶ τῶν τοῦ Κυρίου λόγων ἀκόλουθος εἶναι καὶ ποιη τής· Στενὴ γάρ ἐστι καὶ τεθλιμμένη ἡ ἀπάγουσα εἰς τὴν ζωὴν ὁδός, καὶ ὀλίγοι εἰσὶν οἱ διερχόμενοι δι' αὐτῆς. εἴτε οὖν ἐν στενοχωρίαις, ἢ ἐν πάθεσιν, ἢ ἐν νόσοις, ἢ ἐν ὀνειδισμοῖς, ἢ ἐν ὕβρεσιν ἐξετασθῇς, μᾶλλον ἐν τούτοις ὀφείλεις ἀγαλλιᾶσθαι καὶ χαίρειν· Οὐαὶ γάρ, φησί, τοῖς τρυφῶσι καὶ τοῖς ἐμπεπλησμένοις καὶ τοῖς ἐν ἐπιγείοις μακαριζομένοις· ὁ γὰρ μακαρισμὸς τοῖς πενθοῦσι καὶ θλιβομένοις διὰ τὸν Κύριον ἡτοίμασται· ὀφείλει τοίνυν ὁ τὴν ζωὴν τὴν αἰώνιον ἐπιθυμῶν ζῆσαι ἐν πᾶσιν εὐχαρι στεῖν, καὶ τὰς θλίψεις καὶ τὰς στενοχωρίας ἀποδέχεσθαι, καὶ τὴν ταπεί νωσιν ἀγαπᾶν. 53.3 οὐ γὰρ μόνον γονάτων χρεία παρὰ θεῷ, ὅπως εἰς πᾶσαν ἡμέραν ἐν τῇ εὐχῇ καρτερῇ τις. καλὸν μὲν ἐπιτήδευμα τοῦτο, καλὸν ἀληθῶς τὸ εὔχεσθαι καὶ ἀδιαλείπτως προσκαρτερεῖν τῇ εὐχῇ. κεφαλὴ γάρ ἐστι πάντων τῶν ἐπιτηδευμάτων, ἀλλὰ τῶν λοιπῶν ἄνευ τῆς ἀρετῆς μελῶν νεκρά ἐστιν. εὐχαὶ γὰρ ταῖς εὐποιΐαις εὐπρόσδεκτοι γίγνονται· ἵνα τις μὴ μισῇ τὸν ἀδελφόν· μὴ κατά τινος λαλεῖν· ταπεινὸν εἶναι, καὶ μὴ ὑψηλοφρονεῖν· μὴ οἴεσθαι ἑαυτὸν εἶναί τι, κἂν πάσας τὰς δικαιοσύνας ποιήσῃ. ζητούμενος γὰρ ὁ Κύριος οὕτως εἰλικρινῶς καὶ ὁσίως εὐθέως παραγίγνεται· μὴ ζητούμενος δὲ οὕτως, ὡς ἐν ὕπνῳ ἑκὼν εἶναι λελό γισται, καὶ ἡ εὐχὴ ἐπιπόλαιος οὖσα, οὐδὲν λελόγισται παρὰ θεῷ. 53.4 διὰ τί γὰρ ὁ Κύριος οὐκ ἀποκαλύπτεται ἡμῖν ἐν τάχει ζητούμε νος ὑφ' ἡμῶν; ὅτι οὐ βούλεται; μὴ γένοιτο. Πάντας γὰρ ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ πᾶσα σπουδὴ καὶ κάματος τῶν πατέρων διὰ τοῦτο γέγονε καὶ αὐτοῦ τοῦ Κυρίου, εἰς τὸ τὸν θεὸν τοῖς ἀνθρώποις γνωρισθῆναι, τουτέστι χάριτος ἐνέργεια, ἥτις ἐστὶ ζωὴ αἰώνιος, ἀλλὰ πάντως ἔστι τι ἴδιον τῆς ψυχῆς ἐν μέσῳ πλημμέ λημα, καὶ διὰ τοῦτο οὐδέπω γνωρίζει καὶ ἀποκαλύπτει ἡμῖν ἑαυτὸν ὁ Κύριος· οὐ γάρ ἐστι προσωπολήπτης ὁ θεός, ἀλλὰ προσέχει ταῖς ἐνθυμή σεσι καὶ ἐννοίαις τῶν ζητούντων. διὰ τὴν ἡμετέραν τοίνυν χαυνότητα καὶ ἀμέλειαν ἢ ἀπιστίαν ἢ ἕτερά τινα παραπτώματα ἅπερ οὐκ ἴσμεν μὴ λεπτῶς ἑαυτοὺς διακρίνοντες, οὐ γνωρίζεται ἡμῖν ὁ Κύριος, ὁ εἰπὼν ἐμφανίζειν ἑαυτὸν τοῖς ὁσίως αὐτὸν ζητοῦσι καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάττουσι· γέγραπται γάρ Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρή σατε, καὶ ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατήρ μου, καὶ μονὴν παρ' ὑμῖν ποιήσομεν. σπουδάσωμεν